← 欧几里得

残篇

§6.23-6.25

关于线段和差的长方形与平方等式

证明了关于线段乘积(长方形)与平方之间比例关系的三个命题,分别利用合比与分比的性质导出了涉及线段之和或之差的等式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.23

κγ΄. Ἔστω τὸ ὑπὸ ΑΒΓ ἴσον τῷ ἀπὸ ΒΔ τετραγώνῳ· ὅτι γίνεται γ̅, τὸ μὲν ὑπὸ συναμφοτέρου τῆς ΑΔΓ1 καὶ τῆς ΒΔ ἴσον τῷ ὑπὸ ΑΔ, ΔΓ, τὸ δὲ ὑπὸ συναμφοτέρου τῆς ΑΔΓ καὶ τῆς ΒΓ ἴσον τῷ ἀπὸ ΔΓ τετραγώνῳ, τὸ δὲ ὑπὸ συναμφοτέρου τῆς ΑΔΓ καὶ τῆς ΒΑ ἴσον τῷ ἀπὸ ΑΔ τετραγώνῳ. ἐπεὶ γὰρ τὸ ὑπὸ ΑΒΓ ἴσον ἐστὶν τῷ ἀπὸ ΒΔ, ἀνάλογον καὶ ὅλη πρὸς ὅλην καὶ ἀνάπαλιν καὶ συνθέντι·2 ἔστιν ἄρα, ὡς συναμφότερος ἡ ΓΔ, ΔΑ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΓΔ πρὸς τὴν ΔΒ· τὸ ἄρα ὑπὸ συναμφοτέρου τῆς ΑΔ, ΔΓ καὶ τῆς ΒΔ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΑΔΓ. πάλιν, ἐπεὶ ὅλη ἡ ΑΔ πρὸς ὅλην τὴν ΔΓ ἐστιν, ὡς ἡ ΔΒ πρὸς τὴν ΒΓ, συνθέντι ἐστίν, ὡς συναμφότερος ἡ ΑΔΓ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΔΓ πρὸς τὴν ΓΒ· τὸ ἄρα ὑπὸ συναμφοτέρου τῆς ΑΔΓ καὶ τῆς ΓΒ ἴσον ἐστὶν τῷ ἀπὸ ΔΓ. πάλιν, ἐπεὶ ὅλη ἡ ΑΔ πρὸς ὅλην τὴν ΔΓ ἐστιν, ὡς ἡ ΑΒ πρὸς τὴν ΒΔ, ἀνάπαλιν καὶ συνθέντι ἐστίν, ὡς συναμφότερος ἡ ΓΔΑ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΔΑ πρὸς τὴν ΑΒ· τὸ ἄρα ὑπὸ συναμφοτέρου τῆς ΑΔΓ καὶ τῆς ΑΒ ἴσον ἐστὶν τῷ ἀπὸ ΑΔ τετραγώνῳ.

23. 设 ΑΒ 与 ΒΓ 所包长方形等于 ΒΔ 的平方;求证有三事成立:第一,ΑΔ 与 ΔΓ 之和与 ΒΔ 所包长方形等于 ΑΔ 与 ΔΓ 所包长方形;第二,ΑΔ 与 ΔΓ 之和与 ΒΓ 所包长方形等于 ΔΓ 的平方;第三,ΑΔ 与 ΔΓ 之和与 ΒΑ 所包长方形等于ΑΔ 的平方。 因为,由于 ΑΒ 与 ΒΓ 所包长方形等于 ΒΔ 的平方,全量与全量成比例,且经由反比与合比;因此,正如 ΓΔ 与 ΔΑ 之和对 ΔΑ 的比,等于 ΓΔ 对 ΔΒ 的比;因此,ΑΔ 与 ΔΓ 之和与 ΒΔ 所包长方形等于 ΑΔ 与 ΔΓ 所包长方形。再次,因为全量 ΑΔ 对全量 ΔΓ 的比,等于 ΔΒ 对 ΒΓ 的比,经由合比,正如 ΑΔ 与 ΔΓ 之和对 ΔΓ 的比,等于 ΔΓ 对 ΓΒ 的比;因此,ΑΔ 与 ΔΓ 之和与 ΓΒ 所包长方形等于ΔΓ 的平方。再次,因为全量 ΑΔ 对全量 ΔΓ 的比,等于 ΑΒ 对 ΒΔ 的比,经由反比与合比,正如 ΓΔ 与 ΔΑ 之和对 ΔΑ 的比,等于 ΔΑ 对 ΑΒ 的比;因此,ΑΔ 与 ΔΓ 之和与 ΑΒ 所包长方形等于 ΑΔ 的平方。

§6.24

κδ΄. Εὐθεῖα ἡ ΑΒ καὶ δύο σημεῖα τὰ Γ, Δ, καὶ ἔστω τὸ ἀπὸ ΓΔ τετράγωνον ἴσον τῷ δὶς ὑπὸ ΑΓ, ΒΔ· ὅτι καὶ τὸ ἀπὸ ΑΒ τετράγωνον ἴσον ἐστὶν τοῖς ἀπὸ τῶν ΑΔ, ΓΒ τετραγώνοις. ἐπεὶ γὰρ τὸ ἀπὸ ΓΔ ἴσον ἐστὶν τῷ δὶς ὑπὸ ΑΓ, ΔΒ, τὸ ἄρα δίς ὑπὸ ΑΓΒ ἴσον ἐστὶν τῷ τε ἀπὸ τῆς ΓΔ καὶ τῷ δὶς ὑπὸ τῶν ΑΓΔ.3 κοινὸν προσκείσθω τὸ ἀπὸ ΑΓ· τὸ ἄρα δὶς ὑπὸ ΑΓΒ μετὰ τοῦ ἀπὸ ΑΓ ἴσον ἐστὶν τῷ ἀπὸ ΑΔ. κοινὸν προσκείσθω τὸ ἀπὸ ΒΓ· ὅλον ἄρα τὸ ἀπὸ ΑΒ τετράγωνον ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν ΑΔ, ΓΒ τετραγώνοις.

24. 设有一直线 ΑΒ 与两点 Γ、Δ,并设 ΓΔ 的平方等于二倍的 ΑΓ 与 ΒΔ 所包长方形;求证 ΑΒ 的平方也等于 ΑΔ 与 ΓΒ 的各平方之和。 因为,由于 ΓΔ 的平方等于二倍的 ΑΓ 与 ΔΒ 所包长方形,因此二倍的 ΑΓ 与 ΓΒ 所包长方形等于 ΓΔ 的平方与二倍的 ΑΓ 与 ΓΔ 所包长方形之和。设加上公共的 ΑΓ 的平方;因此二倍的 ΑΓ 与 ΓΒ 所包长方形加上 ΑΓ 的平方,等于 ΑΔ 的平方。设加上公共的 ΒΓ 的平方;因此整个ΑΒ 的平方等于 ΑΔ 与 ΓΒ 的各平方之和。

§6.25

κε΄. Ἔστω τὸ ὑπὸ τῶν ΑΒΓ ἴσον τῷ ἀπὸ τῆς ΒΔ· ὅτι γίνεται γ̅, τὸ μὲν ὑπὸ τῆς τῶν ΑΔ, ΔΓ ὑπεροχῆς καὶ τῆς ΒΔ ἴσον τῷ ὑπὸ ΑΔΓ, τὸ δὲ ὑπὸ τῆς τῶν ΑΔΓ ὑπεροχῆς καὶ τῆς ΒΓ ἴσον τῷ ἀπὸ τῆς ΔΓ τετραγώνῳ, τὸ δὲ ὑπὸ τῆς τῶν ΑΔ, ΔΓ ὑπεροχῆς καὶ τῆς ΒΑ ἴσον τῷ ἀπὸ τῆς ΑΔ τετραγώνῳ. ἐπεὶ γάρ ἐστιν, ὡς ἡ ΑΒ πρὸς τὴν ΒΔ, οὕτως ἡ ΒΔ πρὸς τὴν ΒΓ, λοιπὴ πρὸς λοιπὴν καὶ διελόντι· ἔστιν οὖν, ὡς ἡ τῶν ΑΔ, ΔΓ ὑπεροχὴ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΑΔ πρὸς τὴν ΔΒ· τὸ ἄρα ὑπὸ τῆς τῶν ΑΔ, ΔΓ ὑπεροχῆς καὶ τῆς ΔΒ ἴσον ἐστὶν τῷ ὑπὸ τῶν ΑΔ, ΔΓ. πάλιν, ἐπεὶ λοιπὴ ἡ ΑΔ πρὸς λοιπὴν τὴν ΔΓ ἐστιν, ὡς ἡ ΔΒ πρὸς τὴν ΒΓ, διελόντι ἐστίν, ὡς ἡ τῶν ΑΔΓ ὑπεροχὴ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΔΓ πρὸς τὴν ΓΒ· τὸ ἄρα ὑπὸ τῆς τῶν ΑΔ, ΔΓ ὑπεροχῆς καὶ τῆς ΒΓ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ΔΓ τετραγώνῳ. πάλιν, ἐπεί ἐστιν, ὡς ἡ ΑΔ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΑΒ πρὸς τὴν ΒΔ, ἀνάπαλιν καὶ διελόντι ἐστίν, ὡς ἡ τῶν ΑΔ, ΔΓ ὑπεροχὴ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΔΑ πρὸς τὴν ΑΒ· τὸ ἄρα ὑπὸ τῆς τῶν ΑΔ, ΔΓ ὑπεροχῆς καὶ τῆς ΑΒ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ΑΔ τετραγώνῳ.

​25. 设 ΑΒ 与 ΒΓ 所包长方形等于 ΒΔ 的平方;求证有三事成立:第一,ΑΔ 与 ΔΓ 的差与 ΒΔ 所包长方形等于 ΑΔ 与 ΔΓ 所包长方形;第二,ΑΔ 与 ΔΓ 的差与 ΒΓ 所包长方形等于 ΔΓ 的平方;第三,ΑΔ 与 ΔΓ 的差与 ΒΑ 所包长方形等于 ΑΔ 的平方。 因为,由于正如 ΑΒ 对 ΒΔ 的比,等于 ΒΔ 对 ΒΓ 的比,余量对余量成比例,且经由分比;因此,正如 ΑΔ 与 ΔΓ 的差对 ΔΓ 的比,等于 ΑΔ 对 ΔΒ 的比;因此,ΑΔ 与 ΔΓ 的差与 ΔΒ 所包长方形等于 ΑΔ 与 ΔΓ 所包长方形。再次,因为余量 ΑΔ 对余量 ΔΓ 的比,等于 ΔΒ 对 ΒΓ 的比,经由分比,正如 ΑΔ 与 ΔΓ 的差对 ΔΓ 的比,等于 ΔΓ 对 ΓΒ 的比;因此,ΑΔ 与 ΔΓ 的差与 ΒΓ 所包长方形等于 ΔΓ 的平方。再次,因为正如 ΑΔ 对 ΔΓ 的比,等于 ΑΒ 对 ΒΔ 的比,经由反比与分比,正如 ΑΔ 与 ΔΓ 的差对ΔΑ 的比,等于 ΔΑ 对 ΑΒ 的比;因此,ΑΔ 与 ΔΓ 的差与 ΑΒ 所包长方形等于 ΑΔ 的平方。

语法注3 条
  1. 6.23συναμφοτέρου τῆς ΑΔΓ

    表示两条线段 ΑΔ 与 ΔΓ 的和,意为“ΑΔ 与 ΔΓ 二者之和”。

  2. 6.23ἀνάλογον καὶ ὅλη πρὸς ὅλην καὶ ἀνάπαλιν καὶ συνθέντι

    几何中一系列比例变换的表述。说明由于整体之间成比例,进而进行反比(inversion)与合比(addition/componendo)的操作步骤。

  3. 6.24τῶν ΑΓΔ

    此处本应指两条线段 ΑΓ 与 ΔΓ 所包长方形(τὸ ὑπὸ τῶν ΑΓ, ΔΓ),但采用了三字母的简写或系抄本错误而成此写法。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(20 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 注 2 处
  • 2026-11-24 AI校阅 — patch 5 处
  • 2026-11-24 AI校阅 — 译文 12 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:6.23-6.25