← 欧几里得

残篇

§6.17-6.19

非平行线交点与比例合成中的共线性

本章节证明了三个几何命题:当直线不平行时的点共线引理(命题17)、基于三角形比例合成的共线引理(命题18),以及关于平行投影下比例等价性的引理(命题19)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.17

ιζ΄. Ἀλλὰ δὴ μὴ ἔστω παράλληλος ἡ ΑΒ τῇ ΓΔ, ἀλλὰ συμπιπτέτω κατὰ τὸ Ν. ἐπεὶ οὖν ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ Δ εἰς τρεῖς εὐθείας τὰς ΒΝ, ΒΓ, ΒΖ δύο εὐθεῖαι διηγμέναι εἰσὶν αἱ ΔΕ, ΔΝ, ἔστιν, ὡς τὸ ὑπὸ ΝΔ, ΓΖ πρὸς τὸ ὑπὸ ΝΓ, ΔΖ, οὕτως τὸ ὑπὸ ΔΕ, ΚΛ πρὸς τὸ ὑπὸ ΕΛ, ΚΔ. ὡς δὲ τὸ ὑπὸ ΕΔ, ΚΛ πρὸς τὸ ὑπὸ ΕΛ, ΚΔ, οὕτως ἐστὶν τὸ ὑπὸ ΕΘ, ΓΗ πρὸς τὸ ὑπὸ ΕΓ, ΘΗ· πάλιν γὰρ εἰς τρεῖς τὰς ΓΛ, ΔΘ, ΗΚ ἀπὸ τοῦ αὐτοῦ σημείου τοῦ Ε δύο ἠγμέναι εἰσὶν αἱ ΕΓ, ΕΔ· καὶ ὡς ἄρα τὸ ὑπὸ ΕΘ, ΓΗ πρὸς τὸ ὑπὸ ΕΓ, ΘΗ, οὕτως τὸ ὑπὸ ΝΔ, ΓΖ πρὸς τὸ ὑπὸ ΝΓ, ΖΔ. διὰ δὴ τὸ προγεγραμμένον εὐθεῖά ἐστιν ἡ διὰ τῶν Α, Θ, Δ· καὶ ἡ διὰ τῶν Α, Μ, Δ ἄρα εὐθεῖά ἐστιν.

​17. 然而,设 ΑΒ 不平行于 ΓΔ,而相交于点 Ν。 于是,因为自同一点 Δ 向三直线 ΒΝ、ΒΓ、ΒΖ 引出了两直线 ΔΕ、ΔΝ,所以 ΝΔ 与 ΓΖ 所包长方形对ΝΓ 与 ΔΖ 所包长方形的比,等于 ΔΕ 与 ΚΛ 所包长方形对 ΕΛ 与 ΚΔ 所包长方形的比。而 ΕΔ 与 ΚΛ 所包长方形对 ΕΛ 与 ΚΔ 所包长方形的比,等于 ΕΘ 与 ΓΗ 所包长方形对 ΕΓ 与 ΘΗ 所包长方形的比;因为再次向三直线 ΓΛ、ΔΘ、ΗΚ 自同一点 Ε 引出了两直线 ΕΓ、ΕΔ。因此,ΕΘ 与 ΓΗ 所包长方形对 ΕΓ 与 ΘΗ 所包长方形的比,等于 ΝΔ 与 ΓΖ 所包长方形对 ΝΓ 与 ΖΔ 所包长方形的比。于是,由于前文所述,过 Α、Θ、Δ 的线是直线;因此,过 Α、Μ、Δ 的线也是直线。

§6.18

ιη΄. Τρίγωνον τὸ ΑΒΓ, καὶ τῇ ΒΓ παράλληλος ἤχθω ἡ ΑΔ, καὶ διήχθωσαν αἱ ΔΕ, ΖΗ, ἔστω δέ, ὡς τὸ ἀπὸ ΕΒ πρὸς τὸ ὑπὸ ΕΓΒ, οὕτως ἡ ΒΗ πρὸς τὴν ΗΓ· ὅτι, ἐὰν ἐπιζευχθῇ ἡ ΒΔ, γίνεται εὐθεῖα ἡ διὰ τῶν Θ, Κ, Γ. ἐπεί ἐστιν, ὡς τὸ ἀπὸ τῆς ΕΒ πρὸς τὸ ὑπὸ ΕΓΒ, οὕτως ἡ ΒΗ πρὸς ΗΓ, κοινὸς ἄρα προσκείσθω ὁ τῆς ΓΕ πρὸς ΕΒ λόγος ὁ αὐτὸς ὢν τῷ τοῦ ὑπὸ ΕΓΒ πρὸς τὸ ὑπὸ ΕΒΓ· δι’ ἴσου ἄρα ὁ τοῦ ἀπὸ ΕΒ πρὸς τὸ ὑπὸ ΕΒΓ λόγος, τουτέστιν ὁ τῆς ΕΒ πρὸς τὴν ΒΓ, ὁ αὐτός ἐστιν τῷ συνημμένῳ ἔκ τε τοῦ τῆς ΒΗ πρὸς ΗΓ καὶ τοῦ τοῦ ὑπὸ ΕΓΒ πρὸς τὸ ὑπὸ ΕΒΓ, ὅς ἐστιν1 ὁ αὐτὸς τῷ τῆς ΕΓ πρὸς ΕΒ· ὥστε ὁ τοῦ ἀπὸ ΕΒ πρὸς τὸ ὑπὸ ΕΒΓ συνῆπται ἔκ τε τοῦ ὃν ἔχει ἡ ΒΗ πρὸς ΗΓ καὶ τοῦ ὃν ἔχει ἡ ΕΓ πρὸς ΕΒ, ὅς ἐστιν ὁ αὐτὸς τῷ τοῦ ὑπὸ ΕΓ, ΒΗ πρὸς τὸ ὑπὸ ΕΒ, ΓΗ. ὡς δὲ ἡ ΕΒ πρὸς τὴν ΒΓ, οὕτως ἐστὶν διὰ τὸ προγεγραμμένον λῆμμα τὸ ὑπὸ ΔΕ, ΖΘ πρὸς τὸ ὑπὸ ΔΖ, ΘΕ· καὶ ὡς ἄρα τὸ ὑπὸ ΓΕ, ΒΗ πρὸς τὸ ὑπὸ ΓΗ, ΕΒ, οὕτως ἐστὶν τὸ ὑπὸ ΔΕ, ΖΘ πρὸς τὸ ὑπὸ ΔΖ, ΘΕ. εὐθεῖα ἄρα ἐστὶν ἡ διὰ τῶν Θ, Κ, Γ· τοῦτο γὰρ ἐν τοῖς πτωτικοῖς τῶν ἀναστροφίων.2

​18. 设有一三角形 ΑΒΓ,并引平行于 ΒΓ 的直线 ΑΔ,且引 ΔΕ、ΖΗ,设 ΕΒ 的平方对 ΕΓ 与 ΓΒ 所包长方形的比,等于 ΒΗ 对 ΗΓ 的比;求证若连接 ΒΔ,则过 Θ、Κ、Γ 的线成为直线。 因为,正如 ΕΒ 的平方对 ΕΓ 与 ΓΒ 所包长方形的比,等于 ΒΗ 对 ΗΓ 的比,所以加上共同的 ΓΕ 对 ΕΒ 的比,此比等于 ΕΓ 与 ΓΒ 所包长方形对ΕΒ 与 ΒΓ 所包长方形的比;因此,由等比,ΕΒ 的平方对 ΕΒ 与 ΒΓ 所包长方形的比(即 ΕΒ 对 ΒΓ 的比),等于由 ΒΗ 对 ΗΓ 的比以及 ΕΓ 与 ΓΒ 所包长方形对 ΕΒ 与 ΒΓ 所包长方形的比所合成的比,而后者等于 ΕΓ 对 ΕΒ 的比。因此,ΕΒ 的平方对ΕΒ 与 ΒΓ 所包长方形的比,是由 ΒΗ 对 ΗΓ 的比以及 ΕΓ 对 ΕΒ 的比所合成的,而这等于 ΕΓ 与 ΒΗ 所包长方形对 ΕΒ 与 ΓΗ 所包长方形的比。而正如 ΕΒ 对 ΒΓ 的比,由于前文所述的引理,等于ΔΕ 与 ΖΘ 所包长方形对 ΔΖ 与 ΘΕ 所包长方形的比;因此,ΓΕ 与 ΒΗ 所包长方形对 ΓΗ 与 ΕΒ 所包长方形的比,也等于 ΔΕ 与 ΖΘ 所包长方形对 ΔΖ 与 ΘΕ 所包长方形的比。所以过 Θ、Κ、Γ 的线是直线;因为这属于反转的各种不确定情况之一。

§6.19

ιθ΄. Εἰς τρεῖς εὐθείας τὰς ΑΒ, ΑΓ, ΑΔ ἀπό τινος σημείου τοῦ Ε δύο διήχθωσαν αἱ ΕΖ, ΕΒ, ἔστω δέ, ὡς ἡ ΕΖ πρὸς τὴν ΖΗ, οὕτως ἡ ΘΕ πρὸς τὴν ΘΗ· ὅτι γίνεται καί, ὡς ἡ ΒΕ πρὸς τὴν ΒΓ, οὕτως ἡ ΕΔ πρὸς τὴν ΔΓ. ἤχθω διὰ τοῦ Η τῇ ΒΕ παράλληλος ἡ ΛΚ. ἐπεὶ οὖν ἐστιν, ὡς ἡ ΕΖ πρὸς τὴν ΖΗ, οὕτως ἡ ΕΘ πρὸς τὴν ΘΗ, ἀλλ’ ὡς μὲν ἡ ΕΖ πρὸς τὴν ΖΗ, οὕτως ἡ ΕΒ πρὸς τὴν ΗΚ, ὡς δὲ ἡ ΕΘ πρὸς τὴν ΘΗ, οὕτως ἐστὶν ἡ ΔΕ πρὸς τὴν ΗΛ, καὶ ὡς ἄρα ἡ ΒΕ πρὸς τὴν ΗΚ, οὕτως ἐστὶν ἡ ΔΕ πρὸς τὴν ΗΛ. ἐναλλάξ ἐστιν, ὡς ἡ ΕΒ πρὸς τὴν ΕΔ, οὕτως ἡ ΚΗ πρὸς τὴν ΗΛ. ὡς δὲ ἡ ΚΗ πρὸς τὴν ΗΛ, οὕτως ἐστὶν ἡ ΒΓ πρὸς τὴν ΓΔ· καὶ ὡς ἄρα ἡ ΒΕ πρὸς τὴν ΕΔ, οὕτως ἡ ΒΓ πρὸς τὴν ΓΔ. ἐναλλάξ ἐστιν, ὡς ἡ ΕΒ πρὸς τὴν ΒΓ, οὕτως ἡ ΕΔ πρὸς τὴν ΔΓ. τὰ δὲ πτωτικὰ ὁμοίως.

19. 向三直线 ΑΒ、ΑΓ、ΑΔ 自某点 Ε 引出两直线 ΕΖ、ΕΒ,设 ΕΖ 对 ΖΗ 的比等于 ΘΕ 对 ΘΗ 的比;求证亦有 ΒΕ 对 ΒΓ 的比等于 ΕΔ 对 ΔΓ 的比。 过 Η 作平行于 ΒΕ 的直线 ΛΚ。 于是,因为正如 ΕΖ 对ΖΗ 的比等于 ΕΘ 对 ΘΗ 的比,但正如 ΕΖ 对 ΖΗ 的比等于 ΕΒ 对 ΗΚ 的比,而正如 ΕΘ 对 ΘΗ 的比等于 ΔΕ 对 ΗΛ 的比,所以 ΒΕ 对 ΗΚ 的比也等于 ΔΕ对 ΗΛ 的比。成交互比,正如 ΕΒ 对 ΕΔ 的比,等于 ΚΗ 对 ΗΛ 的比。而正如 ΚΗ 对 ΗΛ 的比等于 ΒΓ 对 ΓΔ 的比;所以 ΒΕ 对 ΕΔ 的比也等于 ΒΓ 对 ΓΔ 的比。成交互比,正如 ΒΕ 对 ΒΓ 的比等于 ΕΔ 对 ΔΓ 的比。 其他情况亦同。

语法注2 条
  1. 6.18ὅς ἐστιν

    关系代词 ὅς 的先行词是前文的“ΕΓ 与 ΓΒ 所包长方形对 ΕΒ 与 ΒΓ 所包长方形的比”,该比值等价于 ΕΓ 对 ΕΒ 的比。

  2. 6.18τοῖς πτωτικοῖς τῶν ἀναστροφίων

    在几何学中,πτωτικά(源自 πτῶσις,“情况/格”)指因点的位置关系而产生的“各种情况分类”,而 ἀναστρόφια(源自 ἀναστροφή,“反转”)指比率的反转。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(18 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — patch 5 处
  • 2026-11-24 AI校阅 — 译文 13 处
urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:6.17-6.19