← 欧几里得

弦律之划分

§7-11

音程比的加减与协和音比的分类

本章节提出了关于音程比合成与相减的的数学证明,展示了双倍与一又二分之一合成三倍、一又二分之一减去一又三分之一留下一又八分之一,以及六个一又八分之一大于双倍音程。随后,证明了八度音程是倍比的,而四度与五度音程各自都是超一分比的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Ἐκ τοῦ διπλασίου διαστήματος καὶ ἡμιολίου τριπλάσιον διάστημα γίνεται. Ἔστω γὰρ ὁ μὲν α τοῦ β διπλάσιος, ὁ δὲ β τοῦ γ ἡμιόλιος. λέγω ὅτι ὁ α τοῦ γ ἐστι τριπλάσιος. Ἐπεὶ γὰρ ὁ α τοῦ β ἐστι διπλάσιος, ὁ α ἄρα ἶσός ἐστι δυσὶ τοῖς β. πάλιν ἐπεὶ ὁ β τοῦ γ ἐστιν ἡμιόλιος, ἄρα ὁ β ἔχει τὸν γ1 καὶ τὸ ἥμισυ αὐτοῦ. δύο ἄρα οἱ β ἶσοί εἰσι τρισὶ τοῖς γ. δύο δὲ οἱ β ἶσοί εἰσι τῷ α. καὶ ὁ α ἄρα ἶσός ἐστι τρισὶ τοῖς γ. τριπλάσιος ἄρα ἐστὶν ὁ α τοῦ γ.

由双倍音程与一又二分之一音程产生三倍音程。 设α是β的双倍,且β是γ的一又二分之一。我声明,α是γ的三倍。 因为既然α是β的双倍,α便等于两个β。再次,因为β是γ的一又二分之一,所以[β]包含γ及其一半。因此,两个β等于三个γ。而两个β等于α。所以,α也等于三个γ。因此α是γ的三倍。

§8

Ἐὰν ἀπὸ ἡμιολίου διαστήματος ἐπίτριτον διάστημα ἀφαιρεθῇ, τὸ λοιπὸν καταλείπεται ἐπόγδοον. Ἔστω γὰρ ὁ μὲν α τοῦ β ἡμιόλιος, ὁ δὲ γ τοῦ β ἐπίτριτος. λέγω ὅτι ὁ α τοῦ γ ἐστὶν ἐπόγδοος. Ἐπεὶ γὰρ ὁ α τοῦ β ἐστὶν ἡμιόλιος, ὁ α ἄρα ἔχει τὸν β καὶ τὸ ἥμισυ αὐτοῦ. ὀκτὼ ἄρα οἱ α ἶσοί εἰσι δώδεκα τοῖς β. πάλιν ἐπεὶ ὁ γ τοῦ β ἐστὶν ἐπίτριτος, ὁ γ ἄρα ἔχει τὸν β καὶ τὸ τρίτον αὐτοῦ. ἐννέα ἄρα οἱ γ ἶσοί εἰσι δώδεκα τοῖς β. δώδεκα δὲ οἱ β ἶσοί εἰσιν ὀκτὼ τοῖς α· ὀκτὼ ἄρα οἱ α ἶσοί εἰσιν ἐννέα τοῖς γ. ὁ α ἄρα ἶσός ἐστι τῷ γ καὶ τῷ ὀγδόῳ αὐτοῦ, ἄρα ὁ α τοῦ γ ἐστὶν ἐπόγδοος.

如果从一又二分之一音程中减去一又三分之一音程,其余数留下一又八分之一。 设α是β的一又二分之一,且γ是β的一又三分之一。我声明,α是γ的一又八分之一。 因为既然α是β的一又二分之一,α便包含β及其一半。因此,八个α等于十二个β。再次,既然γ是[β]的一又三分之一,γ便包含β及其三分之一。因此,九个γ等于十二个β。而十二个β等于八个α;因此,八个α等于九个γ。所以,α等于γ及其八分之一。因此,α是γ的一又八分之一。

§9

Τὰ ἓξ ἐπόγδοα διαστήματα μείζονά ἐστι διαστήματος ἑνὸς διπλασίου. Ἔστω γὰρ εἷς ἀριθμὸς ὁ α. καὶ τοῦ μὲν α ἐπόγδοος ἔστω ὁ β, τοῦ δὲ β ἐπόγδοος ὁ γ, τοῦ δὲ γ ἐπόγδοος ὁ δ, τοῦ δὲ δ ἐπόγδοος ὁ ε, τοῦ ε ἐπόγδοος ὁ ζ, τοῦ ζ ἐπόγδοος ὁ η. λέγω, ὅτι ὁ η τοῦ α μείζων ἐστὶν ἢ διπλάσιος. Ἐπεὶ ἐμάθομεν εὑρεῖν ἑπτὰ ἀριθμοὺς ἐπογδόους ἀλλήλων, εὑρήσθωσαν οἱ α β γ δ ε ζ η, καὶ γίνεται ὁ μὲν α κϛ μύρια ͵βρμδ, ὁ δὲ β κθ μύρια ͵δϠιβ, ὁ δὲ γ λγ μύρια ͵αψοϛ ὁ δὲ δ λζ μύρια ͵γσμη, ὁ δὲ ε μα μύρια ͵θϠδ, ὁ δὲ ζ μζ μύρια ͵βτ ϟβ, ὁ δὲ η νγ μύρια ͵αυμα καὶ ἔστιν ὁ η τοῦ α μείζων ἢ διπλάσιος.

六个一又八分之一音程大于一个双倍音程。 设一个数为α。设α的一又八分之一为β,β的一又八分之一为γ,γ的一又八分之一为δ,δ的一又八分之一为ε,ε的一又八分之一为ζ,ζ的一又八分之一为η。我声明,η大于α的双倍。 既然我们已经学过如何求得彼此呈一又八分之一比的七个数,设α, β, γ, δ, ε, ζ, η已被求得。于是,α成为262,144,β成为294,912,γ成为331,776,δ成为373,248,ε成为419,904,ζ成为472,392,η成为531,441。且η大于α的双倍。

§10

Τὸ διὰ πασῶν διάστημά ἐστι πολλαπλάσιον. Ἔστω γὰρ νήτη μὲν ὑπερβολαίων ὁ α, μέση δὲ ὁ β, προσλαμβανόμενος δὲ ὁ γ. τὸ ἄρα α γ διάστημα δὶς διὰ πασῶν ὂν2 ἐστὶ σύμφωνον. ἤτοι οὖν ἐπιμόριόν ἐστιν, ἢ πολλαπλάσιον. ἐπιμόριον μὲν οὐκ ἔστιν· ἐπιμορίου γὰρ διαστήματος μέσος οὐδεὶς ἀνάλογον ἐμπίπτει. πολλαπλάσιον ἄρα ἐστίν. ἐπεὶ οὖν δύο ἶσα διαστήματα τὰ αβ βγ συντεθέντα ποιεῖ πολλαπλάσιον τὸ ὅλον, καὶ τὸ αβ ἄρα ἐστὶ πολλαπλάσιον.

八度音程是倍比的。 设最上音区之最上音为α,中音为β,附加音为γ。因此,αγ音程作为双重八度音程,是协和的。因此,它或为超一分比,或为倍比。它不是超一分比;因为在超一分比音程之间,没有任何比例中项能插入其间。因此,它是倍比的。既然两个相等的音程αβ与βγ结合,其整体产生倍比,因此αβ也是倍比的。

§11

Τὸ διὰ τεσσάρων διάστημα καὶ τὸ διὰ πέντε ἑκάτερον ἐπιμόριόν ἐστιν. Ἔστω γὰρ νήτη μὲν συνημμένων ὁ α, μέση δὲ ὁ β, ὑπάτη δὲ μέσων ὁ γ. τὸ ἄρα αγ διάστημα δὶς διὰ τεσσάρων ὂν ἐστὶ διάφωνον· οὐκ ἄρα ἐστὶ πολλαπλάσιον. ἐπεὶ οὖν δύο διαστήματα ἶσα τὰ αβ βγ συντεθέντα τὸ ὅλον μὴ ποιεῖ πολλαπλάσιον, οὐδὲ ἄρα τὸ αβ ἐστὶ πολλαπλάσιον. καὶ ἔστι σύμφωνον· ἐπιμόριον ἄρα. ἡ αὐτὴ δὲ ἀπόδειξις καὶ ἐπὶ τοῦ διὰ πέντε.

四度音程与五度音程各自都是超一分比。 设结合音区之最上音为α,中音为β,中音区之最低音为γ。因此,αγ音程作为双重四度,是不协和的;因此它不是倍比的。既然两个相等的音程αβ与βγ结合,其整体不产生倍比,因此αβ也不是倍比的。且它是协和的;因此是超一分比的。同样的证明也适用于五度音程。

语法注2 条
  1. 7ἄρα ὁ β ἔχει τὸν γ

    定冠词“ὁ”之后显然漏掉了作为主语的字母“β”。这里根据上下文,补入“β”作为主语进行理解。

  2. 10δὶς διὰ πασῶν ὄν

    意为“由于是双重八度”的分词短语。基于双重八度(4:1)是协和音(σύμφωνον)这一音乐前提,它引导论证进入下一步,即判断其是倍比还是超一分比。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(19 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — patch 12 处
  • 2026-11-24 AI校阅 — 译文 7 处
urn:cts:greekLit:tlg1799.tlg015.humanitext-grc2:7-11