← 欧几里得

弦律之划分

§12-17

主要协和音程与全音的比例及调律法

证明八度音程为双倍比,五度音程与四度音程分别为一又二分之一(3:2)与一又三分之一(4:3),从而推导出全音音程为一又八分之一(9:8)。接着证明八度音程小于六个全音,四度与五度音程小于特定数量的全音与半音之和,全音不可等分,并最后说明如何通过协和音程来实际求得旁最上音和食指音的音高。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

Τὸ διὰ πασῶν διάστημά ἐστι διπλάσιον. Ἐδείξαμεν γὰρ αὐτὸ πολλαπλάσιον. οὐκοῦν ἤτοι διπλάσιόν ἐστιν — ἢ μεῖζον ἢ διπλάσιον.1 ἀλλ᾽ ἐπεὶ ἐδείξαμεν τὸ διπλάσιον διάστημα ἐκ δύο τῶν μεγίστων ἐπιμορίων συγκείμενον, ὥστε εἰ ἔσται τὸ διὰ πασῶν μεῖζον διπλασίου, οὐ συγκείσεται2 ἐκ δύο μόνων ἐπιμορίων, ἀλλ᾽ ἐκ πλειόνων, — σύγκειται δὲ ἐκ δύο συμφώνων διαστημάτων, ἔκ τε τοῦ διὰ πέντε καὶ τοῦ διὰ τεσσάρων· οὐκ ἄρα ἔσται τὸ διὰ πασῶν μεῖζον διπλασίου. διπλάσιον ἄρα. Ἀλλ᾽ ἐπειδὴ τὸ διὰ πασῶν ἐστι διπλάσιον, τὸ δὲ διπλάσιον ἐκ τῶν μεγίστων ἐπιμορίων δύο συνέστηκε, καὶ τὸ διὰ πασῶν ἄρα ἐξ ἡμιολίου καὶ ἐπιτρίτου συνέστηκε, ταῦτα γὰρ μέγιστα. συνέστηκε δὲ ἐκ τοῦ διὰ πέντε καὶ ἐκ τοῦ διὰ τεσσάρων, ὄντων ἐπιμορίων· τὸ μὲν ἄρα διὰ πέντε, ἐπειδὴ μεῖζόν ἐστιν, ἡμιόλιον ἂν εἴη, τὸ δὲ διὰ τεσσάρων ἐπίτριτον. Φανερὸν δὴ, ὅτι καὶ τὸ διὰ πέντε καὶ διὰ πασῶν τριπλάσιόν ἐστιν. ἐδείξαμεν γὰρ, ὅτι ἐκ διπλασίου διαστήματος καὶ ἡμιολίου τριπλάσιον διάστημα γίνεται, ὥστε καὶ τὸ διὰ πασῶν καὶ τὸ διὰ πέντε τριπλάσιον. Τὸ δὲ δὶς διὰ πασῶν τετραπλάσιόν ἐστιν. Ἀποδέδεικται ἄρα τῶν συμφώνων ἕκαστον, ἐν τίσι λόγοις ἔχει τοὺς περιέχοντας φθόγγους πρὸς ἀλλήλους.

八度音程是双倍的。 因为我们已经证明它是倍比的。所以,它要么是双倍的,要么是大于双倍的。但是,既然我们已经证明双倍音程是由两个最大的超一分比构成的,因此,如果八度音程大于双倍,它将不是仅由两个超一分比构成,而是由更多个构成,——然而它是由两个协和音程构成的,即五度音程与四度音程;因此,八度音程不会大于双倍。所以它是双倍的。 但是,既然八度音程是双倍的,而双倍是由两个最大的超一分比构成的,因此八度音程也是由一又二分之一音程与一又三分之一音程构成的,因为这些是最大的。并且它是由五度音程与四度音程构成的,它们是超一分比的;因此,五度音程因为较大,应是一又二分之一的,而四度音程是一又三分之一的。 因此显然,五度与八度的结合音程是三倍音程。因为我们已经证明,由一个双倍音程与一个一又二分之一音程产生三倍音程,所以八度与五度的结合音程也是三倍的。 而双重八度音程是四倍的。 因此,各协和音程已被证明,在何种比率下,包围它的声音彼此相关。

§13

Λοιπὸν δὴ περὶ τοῦ τονιαίου διαστήματος διελθεῖν, ὅτι ἐστὶν ἐπόγδοον. Ἐμάθομεν γὰρ, ὅτι ἐὰν ἀπὸ ἡμιολίου διαστήματος ἐπίτριτον διάστημα ἀφαιρεθῇ, τὸ λοιπὸν καταλείπεται ἐπόγδοον. ἐὰν δὲ ἀπὸ τοῦ διὰ πέντε τὸ διὰ τεσσάρων ἀφαιρεθῇ, τὸ λοιπὸν τονιαῖόν ἐστι διάστημα· τὸ ἄρα τονιαῖον διάστημά ἐστιν ἐπόγδοον.

最后,需要讨论全音音程,证明它是一又八分之一。 因为我们已经学过,如果从一又二分之一音程中减去一又三分之一音程,其余数留下一又八分之一。而如果从五度音程中减去四度音程,其余数是全音音程;因此,全音音程是一又八分之一。

§14

Τὸ διὰ πασῶν ἔλαττον ἢ ἓξ τόνων. Δέδεικται γὰρ τὸ μὲν διὰ πασῶν διπλάσιον, ὁ δὲ τόνος ἐπόγδοος· τὰ δὲ ἓξ ἐπόγδοα διαστήματα μείζονα διαστήματός [ἐστι] διπλασίου. τὸ ἄρα διὰ πασῶν ἔλαττόν ἐστιν ἓξ τόνων.

八度音程小于六个全音。 因为八度已被证明是双倍的,而全音是一又八分之一;且六个一又八分之一音程[是]大于双倍音程。因此,八度音程小于六个全音。

§15

Τὸ διὰ τεσσάρων ἔλαττον δύο τόνων καὶ ἡμιτονίου, καὶ τὸ διὰ πέντε ἔλαττον τριῶν τόνων καὶ ἡμιτονίου. Ἔστω γὰρ νήτη μὲν διεζευγμένων ὁ β, παραμέση δὲ ὁ γ, μέση δὲ ὁ δ, ὑπάτη δὲ μέσων ὁ ζ. οὐκοῦν τὸ μὲν γδ διάστημα τόνος ἐστὶ, τὸ δὲ βζ, διὰ πασῶν ὂν, ἔλαττον ἓξ τόνων. τὰ λοιπὰ ἄρα, τό τε βγ καὶ τὸ δζ3 ἶσα ὄντα ἐλάττονά ἐστι πέντε τόνων. ὥστε τὸ ἐν τῷ βγ ἔλαττον δύο τόνων καὶ ἡμιτονίου, ὅ ἐστι διὰ τεσσάρων, τὸ δὲ βδ ἔλαττον τριῶν τόνων καὶ ἡμιτονίου, ὅ ἐστι διὰ πέντε.

四度音程小于两个全音与一个半音,而五度音程小于三个全音与一个半音。 设隔开之最上音为β,邻中音为γ,中音为δ,中音区之最低音为ζ。因此,γδ音程是一个全音,而作为八度的βζ音程小于六个全音。因此,其余的音程,即βγ与δζ,因为相等,所以小于五个全音。从而βγ中的音程小于两个全音与一个半音,此即四度音程;而βδ中的音程小于三个全音与一个半音,此即五度音程。

§16

Ὁ τόνος οὐ διαιρεθήσεται εἰς δύο ἶσα οὔτε εἰς πλείω. Ἐδείχθη γὰρ ὢν ἐπιμόριος· ἐπιμορίου δὲ διαστήματος μέσοι οὔτε πλείους οὔτε εἷς ἀνάλογον ἐμπίπτουσιν. οὔκ ἄρα διαιρεθήσεται ὁ τόνος εἰς ἶσα.

全音不能被分为两个相等的部分,也不能分为更多个。 因为它已被证明是超一分比的;而在超一分比音程之间,既不能插入多个比例中项,也不能插入一个比例中项。因此,全音不能被分为相等的部分。

§17

Αἱ παρανῆται αἱ καὶ λιχανοὶ ληφθήσονται διὰ συμφωνίας οὕτως. Ἔστω γὰρ μέση ὁ β. ἐπιτετάσθω διὰ τεσσάρων ἐπὶ τὸ γ, καὶ ἀπὸ τοῦ γ ἀνείσθω4 διὰ πέντε ἐπὶ τὸ δ. τόνος ἄρα ὁ βδ. πάλιν δὲ ἀπὸ τοῦ δ διὰ τεσσάρων ἐπιτετάσθω ἐπὶ τὸ ε, καὶ ἀπὸ τοῦ ε ἀνείσθω ἐπὶ τὸ ζ διὰ πέντε. τόνος ἄρα τὸ ζδ. δίτονος ἄρα τὸ ζβ. λιχανὸς ἄρα τὸ ζ. ὁμοίως ἂν καὶ αἱ παρανῆται ληφθήσονται.

那些被称为励加诺斯(食指音)的旁最上音,将通过协和音程以如下方式求得。设中音为β。让它往上按四度音程张紧到γ,再从γ往下按五度音程放松到δ。因此,βδ是一个全音。再次,从δ往上按四度音程张紧到ε,再从ε往下[到ζ]按五度音程放松。因此,ζδ是一个全音。所以,ζβ是一个双全音。因此,ζ是励加诺斯。同样地,旁最上音也将被求得。

语法注4 条
  1. 12μεῖζον ἢ διπλάσιον

    在“ἤτοι διπλάσιόν ἐστιν — ἢ μεῖζον ἢ διπλάσιον”中,后半部分“ἢ μεῖζον ἢ διπλάσιον”由对应“ἤτοι”的析取词“ἢ”(或者)、比较级“μεῖζον”(更大)以及比较连词“ἢ”(比……)和“διπλάσιον”构成。因此,其意为“或者大于双倍”。

  2. 12ὥστε εἰ ἔσται... οὐ συγκείσεται

    该条件句在条件从句中使用了将来直陈式“ἔσται”,在主句中使用了“συγκείσεται”。这不仅是假设性的将来,而且表达了由前提必然推导出的逻辑必然性和确定结果。

  3. 15τό τε βγ καὶ τὸ δζ

    该处指的是在八度音程βζ中减去中间的全音γδ后,两端剩余的两个音程相等。

  4. 17ἀπὸ τοῦ... ἀπὸ τοῦ ε ἀνείσθω

    这是文本传抄中的脱落部分。必须在第一个“ἀπὸ τοῦ”后补上“γ”,并在“ἀπὸ τοῦ ε ἀνείσθω”后补上“ἐπὶ τὸ ζ”(或仅作“ζ”)。由此,恢复了从调高的音(γ和ε)往下按五度调低到较低音(διεζ)的对称操作描述。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(16 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 注 1 处
  • 2026-11-24 AI校阅 — patch 9 处
  • 2026-11-24 AI校阅 — 译文 5 处
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg1799.tlg015.humanitext-grc2:12-17