- 底本
- Euclid. Musici scriptores Graeci. Jan, Karl von, editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg015.humanitext-grc2:4-5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
证明命题4(非倍比音程叠加两次既非倍比亦非超一分比)和命题5(叠加两次不产生倍比的音程其自身亦非倍比),并以两种方法证明命题6,即双倍音程由一又二分之一比(半二分一比)与一又三分之一比(超三分一比)构成。
Ἐὰν διάστημα μὴ πολλαπλάσιον δὶς συντεθῇ, τὸ ὅλον οὔτε πολλαπλάσιον ἔσται, οὔτε ἐπιμόριον. Ἔστω γὰρ διάστημα μὴ πολλαπλάσιον, τὸ βγ, καὶ γεγενήσθω ὡς ὁ γ πρὸς τὸν β ὁ β πρὸς τὸν δ. λέγω ὅτι ὁ δ τοῦ γ οὔτε πολλαπλάσιος οὔτε ἐπιμόριός ἐστιν. Ἔστω γὰρ πρῶτον ὁ δ τοῦ γ πολλαπλάσιος. οὐκοῦν ἐμάθομεν, ὅτι ἐὰν διάστημα δὶς συντεθὲν τὸ ὅλον ποιῇ πολλαπλάσιον, καὶ αὐτὸ πολλαπλάσιόν ἐστιν. ἔσται ἄρα ὁ β τοῦ γ πολλαπλάσιος.1 οὐκ ἦν δέ. ἀδύνατον ἄρα τὸν δ τοῦ γ εἶναι πολλαπλάσιον. ἀλλὰ μὴν οὐδ᾽ ἐπιμόριον. ἐπιμορίου γὰρ διαστήματος μέσος οὐδεὶς ἀνάλογον ἐμπίπτει. εἰς δὲ τοὺς δγ ἐμπίπτει ὁ β. ἀδύνατον ἄρα τὸν δ τοῦ γ ἢ πολλαπλάσιον ἢ ἐπιμόριον εἶναι.
如果一个非倍比的音程叠加两次,其整体既非倍比,亦非超一分比。 设一非倍比音程为βγ,并设如[γ]对β,β对δ。我声明,δ既不是γ的倍数,也不是γ的超一分。因为首先,设δ是γ的倍数。那么我们已经学过,如果一个音程叠加两次,其整体产生倍比,它本身也将是倍比的。因此,β将是[γ]的倍数。然而它并不是。因此,[δ]是[γ]的倍数是不可能的。然而,它也不是超一分。因为在超一分音程之间,没有任何比例中项能插入其间。而在δ与γ之间,β插入了其间。因此,δ是γ的倍数或超一分是不可能的。
Ἐὰν διάστημα δὶς συντεθὲν τὸ ὅλον μὴ ποιῇ πολλαπλάσιον, οὐδ᾽ αὐτὸ ἔσται πολλαπλάσιον. Ἔστω γὰρ διάστημα τὸ βγ, καὶ γεγενήσθω ὡς ὁ γ πρὸς τὸν β ὁ β πρὸς τὸν δ, καὶ μὴ ἔστω ὁ δ τοῦ γ πολλαπλάσιος. λέγω, ὅτι οὐδὲ ὁ β τοῦ γ ἔσται πολλαπλάσιος. εἰ γάρ ἔστιν ὁ β τοῦ γ πολλαπλάσιος, ἔσται ἄρα ὁ δ τοῦ γ πολλαπλάσιος. οὐκ ἔστι δέ. οὐκ ἄρα ὁ β τοῦ γ ἔσται πολλαπλάσιος.
如果一个音程叠加两次,其整体不产生倍比,它本身也将不是倍比的。 设音程为βγ,并设如[γ]对β,β对δ,且设δ不是[γ]的倍数。我声明,β也将不是γ的倍数。因为如果β是[γ]的倍数,那么δ便是γ的倍数。然而事实并非如此。因此,β不会是[γ]的倍数。
Τὸ διπλάσιον διάστημα ἐκ δύο τῶν μεγίστων ἐπιμορίων συνέστηκεν, ἔκ τε τοῦ ἡμιολίου καὶ ἐκ τοῦ ἐπιτρίτου. Ἔστω γὰρ ὁ μὲν βγ τοῦ δζ ἡμιόλιος, ὁ δὲ δζ τοῦ θ ἐπίτριτος. φημὶ τὸν βγ τοῦ θ διπλάσιον εἶναι. ἀφεῖλον γὰρ ἶσον τῷ θ τὸν ζκ καὶ τῷ δζ τὸν γλ. οὐκοῦν ἐπεὶ ὁ βγ τοῦ δζ ἡμιόλιος, ὁ βλ ἄρα τοῦ βγ τρίτον μέρος ἐστὶν, τοῦ δὲ δζ ἥμισυ. πάλιν ἐπεὶ ὁ δζ τοῦ θ ἐπίτριτός ἐστιν, ὁ δκ τοῦ μὲν δζ τεταρτημόριον, τοῦ δὲ θ τριτημόριον. οὐκοῦν ἐπεὶ ὁ δκ τοῦ δζ ἐστι τεταρτημόριον, ὁ δὲ βλ τοῦ δζ ἥμισυ, τοῦ ἄρα βλ ἥμισυ ἔσται ὁ δκ. ἦν δὲ ὁ βλ τοῦ βγ τρίτον μέρος· ὁ ἄρα δκ τοῦ βγ ἕκτον μέρος ἐστίν. ἦν δὲ ὁ δκ τοῦ θ τρίτον μέρος· ὁ ἄρα βγ τοῦ θ διπλάσιός ἐστιν. Ἄλλως. Ἔστω γὰρ ὁ μὲν α τοῦ β ἡμιόλιος, ὁ δὲ β τοῦ γ ἐπίτριτος. λέγω ὅτι ὁ α τοῦ γ ἐστι διπλάσιος. Ἐπεὶ γὰρ ἡμιόλιός ἐστιν ὁ α τοῦ β, ὁ α ἄρα ἔχει τὸν β καὶ τὸ ἥμισυ αὐτοῦ. δύο ἄρα οἱ α ἶσοί εἰσι τρισὶ τοῖς β. πάλιν ἐπεὶ ὁ β τοῦ γ ἐστιν ἐπίτριτος, ὁ β ἄρα ἔχει τὸν γ καὶ τὸ τρίτον αὐτοῦ. τρεῖς ἄρα οἱ β ἶσοί εἰσι τέτταρσι τοῖς γ. τρεῖς δὲ οἱ β ἶσοί εἰσι δυσὶ τοῖς α. δύο ἄρα οἱ α ἶσοί εἰσι τέτταρσι τοῖς γ. ἄρα ὁ α ἶσός ἐστι δυσὶ τοῖς γ· διπλάσιος ἄρα ἐστὶν ὁ α τοῦ γ.
双倍音程是由两个最大的超一分比构成的,即由一又二分之一比与一又三分之一比构成。 设βγ是δζ的一又二分之一,且δζ是θ的一又三分之一。我声明,βγ是θ的双倍。因为我已减去与θ相等的ζκ,以及与δζ相等的γλ。因此,既然βγ是δζ的一又二分之一,βλ便是βγ的三分之一,也是δζ的一半。再次,既然δζ是θ的一又三分之一,δκ便是δζ的四分之一,也是θ的三分之一。因此,既然δκ是δζ的四分之一,而βλ是δζ的一半,那么δκ便是βλ的一半。而βλ是βγ的三分之一;因此δκ是βγ的六分之一。而δκ是θ的三分之一;因此βγ是θ的双倍。 另证:设α是β的一又二分之一,且β是γ的一又三分之一。我声明,α是γ的双倍。 因为既然α是β的一又二分之一,α便包含β及其一半。因此,两个α等于三个β。再次,因为β是γ的一又三分之一,β便包含γ及其三分之一。因此,三个β等于四个γ。而三个β等于两个α。因此,两个α等于四个γ。因此,α等于两个γ;所以α是γ的双倍。
- 4ἔσται ἄρα ὁ β τοῦ γ πολλαπλάσιος
冠词 τοῦ 之后脱漏了属格名词 γ。为重建命题2的逻辑(“若音程 δ 是 γ 的倍数,则音程 β 亦是 γ 的倍数”),此处需补作 τοῦ γ 进行理解。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(15 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 5 处
- 2026-11-24 AI校阅 — 译文 10 处
