- 底本
- Euclid. Musici scriptores Graeci. Jan, Karl von, editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg015.humanitext-grc2:pr-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
《弦律分割》的导言及命题1至命题3。说明声音的产生源于运动的频率和密度,并推论出协和音程呈倍比或超一分比,随后证明了这些比例的数学性质。
ΕΥΚΛΕΙΔΟΥ Κατατομὴ κανόνος. Εἰ ἡσυχία εἴη καὶ ἀκινησία, σιωπὴ ἂν εἴη· σιωπῆς δὲ οὔσης καὶ μηδενὸς κινουμένου οὐδὲν ἂν ἀκούοιτο· εἰ ἄρα μέλλει τι ἀκουσθήσεσθαι, πληγὴν καὶ κίνησιν πρότερον δεῖ γενέσθαι. ὥστε ἐπειδὴ πάντες οἱ φθόγγοι γίνονται πληγῆς τινος γινομένης, πληγὴν δὲ ἀμήχανον γενέσθαι μὴ οὐχὶ1 κινήσεως πρότερον γενομένης, — τῶν δὲ κινήσεων αἱ μὲν πυκνότεραί εἰσιν, αἱ δὲ ἀραιότεραι, καὶ αἱ μὲν πυκνότεραι ὀξυτέρους ποιοῦσι τοὺς φθόγγους, αἱ δὲ ἀραιότεραι βαρυτέρους, — ἀναγκαῖον τοὺς μὲν ὀξυτέρους εἶναι, ἐπείπερ ἐκ πυκνοτέρων καὶ πλειόνων σύγκεινται κινήσεων, τοὺς δὲ βαρυτέρους ἐπείπερ ἐξ ἀραιοτέρων καὶ ἐλασσόνων σύγκεινται κινήσεων. ὥστε τοὺς μὲν ὀξυτέρους τοῦ δέοντος ἀνιεμένους ἀφαιρέσει κινήσεως τυγχάνειν τοῦ δέοντος, τοὺς δὲ βαρυτέρους ἐπιτεινομένους προσθέσει κινήσεως τυγχάνειν τοῦ δέοντος. διόπερ ἐκ μορίων τοὺς φθόγγους συγκεῖσθαι φατέον, ἐπειδὴ προσθέσει καὶ ἀφαιρέσει τυγχάνουσι τοῦ δέοντος. πάντα δὲ τὰ ἐκ μορίων συγκείμενα ἀριθμοῦ λόγῳ λέγεται πρὸς ἄλληλα, ὥστε καὶ τοὺς φθόγγους ἀναγκαῖον ἐν ἀριθμοῦ λόγῳ λέγεσθαι πρὸς ἀλλήλους· τῶν δὲ ἀριθμῶν οἱ μὲν ἐν πολλαπλασίῳ λόγῳ λέγονται, οἱ δὲ ἐν ἐπιμορίῳ, οἱ δὲ ἐν ἐπιμερεῖ, ὥστε καὶ τοὺς φθόγγους ἀναγκαῖον ἐν τοῖς τοιούτοις λόγοις λέγεσθαι πρὸς ἀλλήλους. τούτων δὲ οἱ μὲν πολλαπλάσιοι καὶ ἐπιμόριοι ἑνὶ ὀνόματι λέγονται πρὸς ἀλλήλους. Γινώσκομεν δὲ καὶ τῶν φθόγγων τοὺς μὲν συμφώνους ὄντας, τοὺς δὲ διαφώνους, καὶ τοὺς μὲν συμφώνους μίαν κρᾶσιν τὴν ἐξ ἀμφοῖν ποιοῦντας, τοὺς δὲ διαφώνους οὔ. τούτων οὕτως ἐχόντων εἰκὸς τοὺς συμφώνους φθόγγους, ἐπειδὴ μίαν τὴν ἐξ ἀμφοῖν ποιοῦνται κρᾶσιν τῆς φωνῆς, εἶναι τῶν ἐν ἑνὶ ὀνόματι πρὸς ἀλλήλους λεγομένων ἀριθμῶν,2 ἤτοι πολλαπλασίους ὄντας ἢ ἐπιμορίους.
欧几里得 弦律分割 如果存在静止和不动,就会有静默;如果有静默且没有任何东西运动,就什么也听不到。因此,如果有什么东西要被听到,首先必须有冲击和运动。所以,既然所有的声音都是在某种冲击发生时产生的,而没有事先的运动,冲击是不可能发生的——而在运动中,有些更密,有些更疏,更密的运动使声音更尖锐,更疏的运动使声音更低沉——因此,高音既然是由更密且更多的运动组成的,其如此是必然的,而低音既然是由更疏且更少的运动组成的,其如此也是必然的。所以,高过所需要的声音,通过减去运动而放松,就会达到所需要的程度;而低过所需要的声音,通过增加运动而紧张,就会达到所需要的程度。因此,必须说声音是由部分组成的,因为它们通过增加和减少而达到所需要的程度。而所有由部分组成的东西,在彼此的关系中都是以数之比来表述的,因此,声音也必然在彼此的关系中以数之比来表述。在数之中,有些是以倍比表述的,有些是以超一分比表述的,有些是以超多部分比表述的,因此,声音也必然在这样的比例中彼此表述。而在这些比例中,倍比和超一分比可以用一个名称来彼此表述。 我们也知道,在声音中,有些是协和的,有些是失谐的,协和的声音由两者产生出单一的混合,而失谐的声音则不然。既然如此,协和的声音因为由两者产生出单一的声音混合,很自然地就属于那些可以用一个名称彼此表述的数,即要么是倍比,要么是超一分比。
Ἐὰν διάστημα πολλαπλάσιον δὶς συντεθὲν ποιῇ τι διάστημα, καὶ αὐτὸ πολλαπλάσιον ἔσται. Ἔστω διάστημα τὸ βγ, καὶ ἔστω πολλαπλάσιος ὁ β τοῦ γ, καὶ γεγενήσθω ὡς ὁ γ πρὸς τὸν β ὁ β πρὸς τὸν δ. φημὶ δὴ τὸν δ τοῦ γ πολλαπλάσιον εἶναι. ἐπεὶ γὰρ ὁ β τοῦ γ πολλαπλάσιός ἐστι,3 μετρεῖ ἄρα ὁ γ τὸν β. ἦν δὲ καὶ ὡς ὁ γ πρὸς τὸν β ὁ β πρὸς τὸν δ, ὥστε μετρεῖ ὁ γ καὶ τὸν δ. πολλαπλάσιος ἄρα ἐστὶν ὁ δ τοῦ γ.
如果一个倍比音程叠加两次产生某个音程,它本身也将是倍比的。 设音程为βγ,且设β是γ的倍数,并设如γ对β,β对δ。我声明,δ是γ的倍数。因为既然β是[γ]的倍数,[γ]就整除β。但由于γ对β如β对δ,所以γ也整除δ。因此,δ是γ的倍数。
Ἐὰν διάστημα δὶς συντεθὲν τὸ ὅλον ποιῇ πολλαπλάσιον, καὶ αὐτὸ ἔσται πολλαπλάσιον. Ἔστω διάστημα τὸ βγ καὶ γεγενήσθω ὡς ὁ γ πρὸς τὸν β οὕτως ὁ β πρὸς τὸν δ, καὶ ἔστω ὁ δ τοῦ γ πολλαπλάσιος. φημὶ καὶ τὸν β τοῦ γ εἶναι πολλαπλάσιον. ἐπεὶ γὰρ ὁ δ τοῦ γ πολλαπλάσιός ἐστι, μετρεῖ ἄρα ὁ γ τὸν δ. ἐμάθομεν δὲ ὅτι, ἐὰν ὦσιν ἀριθμοὶ ἀνάλογον ὁποσοιοῦν, ὁ δὲ πρῶτος τὸν ἔσχατον μετρῇ, καὶ τοὺς μεταξὺ μετρήσει. μετρεῖ ἄρα ὁ γ τὸν β, πολλαπλάσιος ἄρα ὁ β τοῦ γ.
如果一个音程叠加两次,其整体产生倍比,它本身也将是倍比的。 设音程为βγ,并设如[γ]对β,β对δ,且设δ是γ的倍数。我声明,β也是[γ]的倍数。因为既然δ是[γ]的倍数,[γ]就整除δ。我们已经学过,如果有任意数量的成比例的数,且第一个数整除最后一个数,它也整除它们之间的数。因此γ整除β,所以β是γ的倍数。
Ἐπιμορίου διαστήματος οὐδεὶς μέσος, οὔτε εἷς οὔτε πλείους ἀνάλογον ἐμπεσεῖται ἀριθμός. Ἔστω γὰρ ἐπιμόριον διάστημα τὸ βγ· ἐλάχιστοι δὲ ἐν τῷ αὐτῷ λόγῳ τοῖς βγ ἔστωσαν οἱ δζ θ.4 οὗτοι οὖν ὑπὸ μονάδος μόνης μετροῦνται κοινοῦ μέτρου. ἄφελε ἶσον τῷ θ τὸν ηζ. καὶ ἐπεὶ ἐπιμόριός ἐστιν ὁ δζ τοῦ θ, ἡ ὑπεροχὴ ὁ δη κοινὸν μέτρον τοῦ τε δζ καὶ τοῦ θ ἐστί· μονὰς ἄρα ὁ δη·5 οὐκ ἄρα ἐμπεσεῖται εἰς τοὺς δζ θ μέσος οὐδείς. ἔσται γὰρ ὁ ἐμπίπτων τοῦ δζ ἐλάττων, τοῦ δὲ θ μείζων, ὥστε τὴν μονάδα διαιρεῖσθαι, ὅπερ ἀδύνατον. οὐκ ἄρα ἐμπεσεῖται εἰς τοὺς δζ θ τις. ὅσοι δὲ εἰς τοὺς ἐλαχίστους μέσοι ἀνάλογον ἐμπίπτουσι, τοσοῦτοι καὶ εἰς τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἀνάλογον ἐμπεσοῦνται. οὐδεὶς δὲ εἰς τοὺς δζ θ ἐμπεσεῖται, οὐδὲ εἰς τοὺς βγ ἐμπεσεῖται.
在超一分音程之间,没有任何比例中项数(无论是一个还是多个)能插入其间。 因为设超一分音程为βγ,且设在与βγ相同比例中最小的数为δζ和θ。因此,这些数仅由作为公共度量单位的“一”来整除。减去与θ相等的ηζ。由于δζ是θ的超一分,其差额δη便是δζ与θ的公共度量。因此δη是“一”。所以,在δζ与θ之间不能插入任何中项。因为插入的数将小于δζ而大于θ,从而导致“一”被分割,而这是不可能的。因此,在δζ和θ之间不能插入任何数。 而在最小数之间能插入多少比例中项,在具有相同比例的数之间就能插入多少。既然在δζ和θ之间不能插入任何数,在β[与γ]之间也不能插入任何数。
- prμὴ οὐχὶ
用于否定词或表示不可能的词(如 ἀμήχανον)之后的双重否定结构,表示强烈的必要性:“若非事先发生运动,冲击是不可能发生的”。
- prτῶν ἐν ἑνὶ ὀνόματι πρὸς ἀλλήλους λεγομένων ἀριθμῶν
指“可以用一个名称彼此表述的数”,特指倍数比(multiple)和超一分比(superparticular)。这些比例关系在希腊语中可以用一个单一的名词或形容词(如“双倍”或“一又二分之一”)来表达,象征着简单而基础的数学关系。
- 1ἐπεὶ γὰρ ὁ β τοῦ γ πολλαπλάσιός ἐστι
抄本传统中冠词 τοῦ 后的名词(或字母)遗失。然而,根据前文的设定“设 β 是 γ 的倍数”,显然此处省略了 γ,在翻译时必须予以补充。
- 3ἐλάχιστοι δὲ ἐν τῷ αὐτῷ λόγῳ τοῖς βγ ἔστωσαν οἱ δζ θ
术语 δζ 和 θ 表示与 β 和 γ 比例相同的最小数(互质整数)。在希腊数学文本中,通常用两个字母(如 δζ)表示一个单一的数值或线段,这里 δζ 整体代表一个数。
- 3μονὰς ἄρα ὁ δη
术语 δη 表示从 δζ 中减去与 θ 相等的 ηζ 后所得的差额(超额部分)。由于最简形式的超一分比(n+1 : n)中两数之差恒为 1,因此该差额必然是不可分割的“一”(单位)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(9 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 7 处
- 2026-11-24 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
