- 底本
- Euclid. Musici scriptores Graeci. Jan, Karl von, editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg015.humanitext-grc2:18-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
在第18节中,证明了旁次低音与第三音不将密集音程平分。在第19和20节中,详细阐述了在单弦琴上通过比例划分来标记“不动乐制”中所有固定音与可动音的具体步骤。
Αἱ παρυπάται καὶ αἱ τρίται οὐ διαιροῦσι τὸ πυκνὸν εἰς ἶσα. Ἔστω γὰρ μέση μὲν ὁ β, λιχανὸς δὲ ὁ γ, ὑπάτη δὲ ὁ δ. ἀνείσθω ἀπὸ τοῦ β διὰ πέντε ἐπὶ τὸ ζ. τόνος ἄρα ὁ ζδ. καὶ ἀπὸ τοῦ ζ διὰ τεσσάρων ἐπιτετάσθω ἐπὶ τὸ ε. τόνος ἐστὶν ἄρα τὸ ζδ διάστημα καὶ τὸ βε. κοινὸν προσκείσθω τὸ δγ.1 τὸ ἄρα ζε ἶσόν ἐστι τῷ δβ. διὰ τεσσάρων δὲ τὸ ζε· οὐκ ἄρα μέσος ἀνάλογον ἐμπίπτει τις τῶν ζε· ἐπιμόριον γὰρ τὸ διάστημα. καὶ ἔστιν ἴσος ὁ δβ τῷ ζε· οὐκ ἄρα τοῦ δγ μέσος ἐμπεσεῖται, ὅ ἐστιν ἀπὸ ὑπάτης ἐπὶ λιχανόν. οὐκ ἄρα ἡ παρυπάτη διελεῖ τὸ πυκνὸν εἰς ἶσα. ὁμοίως οὐδὲ ἡ τρίτη.
旁次低音与第三音不将密集音程分为相等的部分。 设中音为β,食指音为γ,最低音为δ。让它从β往下降五度到ζ。因此,ζδ是一个全音。再从ζ往上按四度张紧到ε。因此,音程ζδ与βε均是全音。让共同的音程δγ被加上。因此,ζε等于δβ。而ζε是四度音程。因此,在ζε的项之间不能插入任何比例中项;因为该音程是超一分比的。且δβ等于ζε;因此,在δγ中不会插入中项,此即从最低音到食指音的音程。因此,旁次低音不会将密集音程分为相等的部分。同样地,第三音也不会。
Τὸν κανόνα καταγράψαι κατὰ τὸ καλούμενον ἀμετάβολον σύστημα. Ἔστω τοῦ κανόνος μῆκος, ὃ καὶ τῆς χορδῆς τὸ αβ, καὶ διῃρήσθω εἰς τέσσαρα ἶσα κατὰ τὰ γδε. ἔσται ἄρα ὁ βα βαρύτατος ὢν φθόγγος βόμβυξ. οὗτος δὲ ὁ αβ τοῦ γβ ἐπίτριτός ἐστιν, ὥστε ὁ γβ τῷ αβ συμφωνήσει διὰ τεσσάρων ἐπὶ τὴν ὀξύτητα. καὶ ἔστιν ὁ αβ προσλαμβανόμενος· ὁ ἄρα γβ ἔσται ὑπάτων διάτονος. πάλιν ἐπεὶ ὁ αβ τοῦ βδ ἐστὶ διπλοῦς, συμφωνήσει τῇ διὰ πασῶν καὶ ἔσται ὁ βδ μέση. πάλιν ἐπεὶ τετραπλάσιός ἐστιν ὁ αβ τοῦ εβ, ἔσται ὁ εβ νήτη ὑπερβολαίων. ἔτεμον τὸν γβ δίχα κατὰ τὸ ζ. καὶ ἔσται διπλάσιος ὁ γβ τοῦ ζβ, ὥστε συμφωνεῖν τὸν γβ πρὸς τὸν ζβ διὰ πασῶν· ὥστε εἶναι τὸν ζβ νήτην συνημμένων. ἀπέλαβον τοῦ δβ τρίτον μέρος τὸ δη. καὶ ἔσται ἡμιόλιος ὁ δβ τοῦ ηβ, ὥστε συμφωνήσει ὁ δβ πρὸς τὸν ηβ ἐν τῷ διὰ πέντε· ὁ ἄρα ηβ νήτη ἔσται διεζευγμένων. ἔθηκα τῷ ηβ ἶσον τὸν ηθ, ὥστε ὁ θβ πρὸς τὸν ηβ συμφωνήσει διὰ πασῶν, ὡς εἶναι τὸν θβ ὑπάτην μέσων. ἔλαβον τοῦ θβ τρίτον μέρος τὸ θκ. καὶ ἔσται ἡμιόλιος ὁ θβ τοῦ κβ, ὥστε εἶναι τὸν κβ παράμεσον. ἀπέλαβον τῷ κβ ἶσον τὸν λκ καὶ2 γενήσεται ὁ λβ ὑπάτη βαρεῖα. ἐσονται ἄρα εἰλημμένοι ἐν τῷ κανόνι πάντες οἱ ἑστῶτες φθόγγοι τοῦ ἀμεταβόλου συστήματος.
按照所谓的不动乐制标记单弦琴。 设单弦琴的长度(亦即琴弦长度)为αβ,并在γ、δ、ε处将其平分为四个相等的部分。因此,作为最低音的βα将是最低音。而这个αβ是γβ的三分之四倍,因此γβ将与αβ在向高音的方向上协和成四度音程。且αβ是附加音;因此γβ将是低音区下二音。再次,因为αβ是βδ的两倍,它将在八度音程上协和,而βδ将是中音。再次,因为αβ是εβ的四倍,εβ将是最高音区最上音。我将γβ在ζ处平分。那么γβ将是ζβ的两倍,从而γβ与ζβ在八度音程上协和;因此ζβ是结合音区最上音。我截取了δβ的三分之一,即δη。那么δβ将是ηβ的一又二分之一倍,从而δβ将与ηβ在五度音程上协和;因此ηβ将是隔开音区最上音。我放置了与ηβ相等的ηθ,从而θβ将与ηβ在八度音程上协和,使得θβ成为中音区最低音。我取了θβ的三分之一,即θκ。那么θβ将是κβ的一又二分之一倍,从而κβ是邻中音。我截取了与κβ相等的[κλ],从而λβ将是低最低音。因此,不动乐制的所有固定音都已被求得并在单弦琴上标记出来。
Λοιπὸν δὴ τοὺς φερομένους λαβεῖν. Ἔτεμον τὸν εβ εἰς ὀκτὼ καὶ ἑνὶ αὐτῶν ἶσον ἔθηκα τὸν εμ, ὥστε τὸν μβ τοῦ εβ γενέσθαι ἐπόγδοον. καὶ πάλιν διελὼν τὸν μβ εἰς ὀκτὼ ἑνὶ αὐτῶν ἶσον ἔθηκα τὸν νμ· τόνῳ ἄρα βαρύτερος ἔσται ὁ νβ τοῦ βμ, ὁ δὲ μβ τοῦ βε, ὥστε ἔσται μὲν ὁ νβ τρίτη ὑπερβολαίων, ὁ δὲ μβ ὑπερβολαίων διάτονος. ἔλαβον τοῦ νβ τρίτον μέρος καὶ ἔθηκα τὸν νξ, ὥστε τὸν ξβ τοῦ νβ εἶναι ἐπίτριτον καὶ διὰ τεσσάρων συμφωνεῖν ἐπὶ τὴν βαρύτητα καὶ γενέσθαι τὸν ξβ τρίτην διεζευγμένων. πάλιν τοῦ ξβ λαβὼν ἥμισυ μέρος ἔθηκα τὸν ξο, ὥστε διὰ πέντε συμφωνεῖν τὸν οβ πρὸς τὸν ξβ· ὁ ἄρα οβ ἔσται παρυπάτη μέσων. καὶ τῷ ξο ἶσον ἔθηκα τὸν οπ, ὥστε γενέσθαι τὸν πβ παρυπάτην ὑπάτων. ἔλαβον δὴ τοῦ βγ τέταρτον μέρος τὸν γρ,3 ὥστε γενέσθαι τὸν ρβ μέσων διάτονον. ⟨προσλαμβανόμενος⟩ ὑπάτη ⟨ὑπάτων⟩ παρυπ. ⟨ὑπάτων⟩ λιχανὸς ⟨ὑπάτων⟩ ὑπάτη μέσων παρυπάτη μέσων λιχανὸς μέσων Μέση παραμέση τρίτη διεζευγμένων παρανήτη διεζευγμένων νήτη διεζευγμένων τρίτη ὑπερβολαίων παρανήτη ὑπερβολαίων νήτη ὑπερβολαίων
最后,需要求得可动音。 我将εβ平分为八个部分,并放置与其中之一相等的εμ,从而μβ成为εβ的一又八分之一倍。再次将μβ平分为八个部分,并放置与其中之一相等的νμ;因此,νβ将比βμ在低音方向上低一个全音,而μβ比βε低一个全音,使得νβ成为最高音区第三音,而μβ成为最高音区下二音。我取了νβ的三分之一并放置νξ,从而ξβ是νβ的三分之四倍,且在低音方向上协和成四度音程,使得ξβ成为隔开音区第三音。再次取ξβ的一半并放置ξο,从而οβ与ξβ在五度音程上协和;因此οβ将是中音区次低音。我放置了与ξο相等的οπ,从而πβ成为低音区次低音。然后我取了[γβ]的四分之一,即γρ,从而ρβ成为中音区下二音。 附加音 低最低音 低音区次低音 低音区下二音 中音区最低音 中音区次低音 中音区下二音 中音 邻中 隔开音区第三音隔开音区旁最上音隔开音区最上音最高音区第三音最高音区旁最上音最高音区最上音
- 18κοινὸν προσκείσθω τὸ δγ
在逻辑上,为了从两个相等的全音ζδ与βε中推导出“ζε = δβ”,需要加上“δε”,因此抄本中的“δγ”极有可能是“δε”的笔误。
- 19ἀπέλαβον τῷ κβ ἶσον τὸν λκ καὶ
短语“τὸν καὶ”是“τὸν κλ”的误记。其意为截取与κβ相等的线段κλ,从而确定点λ,使得琴弦长度λβ对应于低最低音。
- 20ἔλαβον δὴ τοῦ βγ τέταρτον μέρος τὸν γρ
指截取线段γβ的四分之一,καταγρ,以确定琴弦长度ρβ(中音区下二音)的步骤。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(10 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 注 1 处
- 2026-11-24 AI校阅 — patch 5 处
- 2026-11-24 AI校阅 — 译文 4 处
