- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 8. Menge, Heinrich, editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg014.humanitext-grc1:3#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
通过作平行圆并加上共同时间,证明了在摩羯座之后的半圆上,等弧离开显半球的时间亦不相等,而是较接近夏至圈者所需时间较长。
ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ μετὰ τὸν Αἰγόκερων ἡμικυκλίου αἱ ἴσαι περιφέρειαι οὐκ ἐν ἴσοις χρόνοις ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον, ἀλλ’ ἐν πλείονι ἡ ἔγγιον τοῦ θερινοῦ τροπικοῦ τῆς ἀπώτερον, ἐν ἴσῳ δὲ αἱ ἴσον ἀπέχουσαι ὁποτερασοῦν τῶν συναφῶν.1 ἔστω ἐν κόσμῳ ὁρίζων ὁ ΑΒΓΔ, καὶ θερινὸς μὲν τροπικὸς ὁ ΑΔ, ὁ δὲ τῶν ζῳδίων κύκλος θέσιν ἐχέτω τὴν ΒΕΓ, καὶ ἔστω ἡ μὲν ΒΕ περιφέρεια ἐπὶ τοῦ μετὰ τὸν Αἰγόκερων ἡμικυκλίου, ἡ δὲ ΕΓ ἐπὶ τοῦ μετὰ τὸν Καρκίνον, καὶ ἔστωσαν ἀνατολικὰ μὲν τὰ Δ μέρη, δυτικὰ δὲ τὰ Β, καὶ ἀπειλήφθωσαν ἴσαι περιφέρειαι αἱ ΖΗ, ΗΘ· λέγω, ὅτι ἡ ΖΗ ἐν πλείονι χρόνῳ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ΗΘ. γεγράφθωσαν παράλληλοι κύκλοι οἱ ΚΛ, ΜΝ, ΞΟ, καθ’ ὧν φέρεται τὰ Ζ, Η, Θ σημεῖα· ἴση ἄρα ἐστὶν ἡ ΖΗ περιφέρεια τῇ ΠΡ περιφερείᾳ, ἡ δὲ ΗΘ τῇ ΡΣ· ἀλλ’ ἡ ΖΗ τῇ ΗΘ ἐστιν ἴση· καὶ ἡ ΠΡ ἄρα τῇ ΡΣ ἐστιν ἴση. καὶ ἐπεὶ ἐν ᾧ χρόνῳ ἡ ΠΡ δύνει, ἡ ΖΗ ἀνατέλλει, κοινὸς προσκείσθω ὁ χρόνος, ἐν ᾧ τὸ Π2 σημεῖον τὴν ΚΛ περιφέρειαν διαπορεύεται, ἴσος ὢν τῷ χρόνῳ,3 ἐν ᾧ τὸ Ζ σημεῖον τὴν ΚΛ περιφέρειαν διαπορεύεται. ὁ ἄρα χρόνος, ἐν ᾧ τὸ Π σημεῖον τὴν ΚΛ περιφέρειαν διαπορεύεται καὶ ἡ ΠΡ δύνει, ἴσος ἐστὶ τῷ χρόνῳ, ἐν ᾧ ἡ ΖΗ περιφέρεια ἀνατέλλει καὶ τὸ Ζ σημεῖον τὴν ΚΛ περιφέρειαν διαπορεύεται. ἀλλ’ ὁ μὲν χρόνος, ἐν ᾧ τὸ Π σημεῖον τὴν ΚΛ περιφέρειαν διαπορεύεται καὶ ἡ ΠΡ δύνει, ὁ χρόνος ἐστίν, ἐν ᾧ ἡ ΠΡ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον· ὁ δὲ χρόνος, ἐν ᾧ ἡ ΖΗ ἀνατέλλει καὶ τὸ Ζ σημεῖον τὴν ΚΛ περιφέρειαν διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ ἡ ΖΗ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον· αἱ ΖΗ, ΠΡ ἄρα ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ αἱ ΗΘ, ΡΣ ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον. ἡ δὲ ΠΡ τῆς ΡΣ ἐν πλείονι χρόνῳ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον, καὶ ἀπεδείχθησαν αἱ ΖΗ, ΠΡ ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσαι τὸ φανερὸν ἡμισφαίριον· καὶ ἡ ΖΗ ἄρα ἐν πλείονι χρόνῳ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ΗΘ. τοῦ ἄρα τῶν ζῳδίων κύκλου αἱ ἴσαι περιφέρειαι οὐκ ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσι τὸ φανερὸν ἡμισφαίριον, ἀλλ’ ἐν πλείονι ἡ ἔγγιον τοῦ θερινοῦ τροπικοῦ τῆς ἀπώτερον. καὶ συναποδέδεικται,4 ὅτι αἱ ἴσον ἀπέχουσαι ἐν ἴσῳ χρόνῳ ἐξαλλάσσουσιν.
同样,在摩羯座之后的半圆上,等弧亦不在等时间内离开显半球,而是较接近夏至圈者比较远者在较长的时间内[离开],而与任一交点等距者则在等时间内[离开]。 设宇宙中的地平圈为 ΑΒΓΔ,夏至圈为 ΑΔ,黄道带圆的位置为 ΒΕΓ,且设弧 ΒΕ 在摩羯座之后的半圆上,而[弧] ΕΓ 在巨蟹座之后的[半圆]上,并设东面为 Δ,西面为 Β,且截取等弧 ΖΗ、ΗΘ。我说道,ΖΗ 比 ΗΘ 在较长的时间内离开显半球。 设画出平行圆 ΚΛ、ΜΝ、ΞΟ,点 Ζ、Η、Θ 运行于其上;因此,弧 ΖΗ 等于弧 ΠΡ,而[弧] ΗΘ 等于[弧] ΡΣ。但 ΖΗ 等于 ΗΘ;因此,[弧] ΠΡ 亦等于 ΡΣ。 且由于在 ΠΡ 下沉的时间内,ΖΗ 上升,因此设加上共同的时间,即点 Π 运行过弧 ΚΛ 的时间,此时间等于点 Ζ 运行过弧 ΚΛ 的时间。因此,点 Π 运行过弧 ΚΛ 且 ΠΡ 下沉的时间,等于弧 ΖΗ 上升且点 Ζ 运行过弧 ΚΛ 的时间。 然而,点 Π 运行过弧 ΚΛ 且 ΠΡ下沉的时间,是 ΠΡ 离开显半球的时间;而 ΖΗ 上升且点 Ζ 运行过弧 ΚΛ 的时间,是 ΖΗ 离开显半球的时间;因此,ΖΗ、ΠΡ 在等时间内离开显半球。 实际上,我们同样可以证明,ΗΘ、ΡΣ 亦在等时间内离开显半球。然而,ΠΡ 比 ΡΣ 在较长的时间内离开显半球,且已证明 ΖΗ、ΠΡ 在等时间内离开显半球;因此,ΖΗ 亦比 ΗΘ 在较长的时间内离开显半球。 因此,黄道带圆的等弧不在等时间内离开显半球,而是较接近夏至圈者比较远者在较长的时间内离开。并且,与此一同被证明的是,等距者在等时间内离开。
- 3τῶν συναφῶν
“结合点(的)”或“交点(的)”。指黄道与回归线或地平圈相交或相切的点。
- 3ἡ Π
抄本抄写错误,或为“弧 ΠΡ”的缩写。根据上下文及几何逻辑,此处显然是指弧 ΠΡ 而非仅点 Π。
- 3ἴσος ὢν τῷ χρόνῳ
主格阳性单数的一致分词,修饰主句主语“时间”(ὁ χρόνος)。这表示基于欧几里得公理的逻辑操作,即引入一个共同的时间并加到等式两边。
- 3συναποδέδεικται
带有双前缀的复合动词,意为“(与此)一同被证明”,在此作为无人称完成时被动式使用。这表明在主命题的证明过程中,由于对称性,另一个命题(等距的弧在等时间内离开)也同时得到了确立。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 译文 2 处
