- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 8. Menge, Heinrich, editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg014.humanitext-grc1:3#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
提出了命题十四的一个更清晰的别证。通过设定球体上的地平圈以及各种平行圆(恒显圈、恒隐圈、回归线)的配置,在几何上证明了较接近夏至圈的弧比较远者需要更长的时间才能离开显半球(落下)。
Ἄλλως τὸ ιδ΄. Ἔστι δὲ καὶ αὕτη ἔκθεσις σαφεστέρα τῆς προτέρας. ἔστω ἐν κόσμῳ ὁρίζων ὁ ΑΒΓ, καὶ μέγιστος μὲν τῶν ἀεὶ φανερῶν ὁ ΑΔΕ,1 μέγιστος δὲ τῶν ἀεὶ ἀφανῶν ὁ ΖΗΘ, καὶ θερινὸς μὲν τροπικὸς ἔστω ὁ ΚΛ, χειμερινὸς δὲ τροπικὸς ὁ ΒΓ, καὶ ἔστω ὁ τοῦ ΑΒΓ κύκλου πόλος μεταξὺ τῶν ΑΔΕ, ΚΛ κύκλων, καὶ ἔστω ἀνατολικὰ μὲν τὰ Λ, Γ μέρη, δυτικὰ δὲ τὰ Κ, Β, ζῳδιακοῦ δὲ θέσεις ἔστωσαν τοῦ μετὰ τὸν Καρκίνον ἡμικυκλίου αἱ ΝΞ, ΟΠ. καὶ ἀπειλήφθω ἡ ΟΠ περιφέρεια μὴ μείζων ἡμικυκλίου οὖσα, καὶ γεγράφθω διὰ τοῦ Π μέγιστος κύκλος ἐφαπτόμενος τοῦ ΑΔΕ· ἐφάψεται ἄρα καὶ τοῦ ΖΗΘ. ἤτοι δὴ διὰ τοῦ Ο σημείου ἥξει ἢ ὑπερπεσεῖται τὸ Ο σημεῖον.2 γεγράφθω καὶ ἔστω ὁ ΕΘΠ, ὥστε ἀσύμπτωτον εἶναι τὸ ἀπὸ τοῦ Ε ἡμικύκλιον ὡς ἐπὶ τὰ Ε, Ξ, Π μέρη τῷ ἀπὸ τοῦ Α ἡμικυκλίῳ ὡς ἐπὶ τὰ Α, Κ, Ρ μέρη, καὶ προσαναπεπληρώσθωσαν οἱ ΞΝϛ, ΠΟΡ κύκλοι. ἐπεὶ ἐν σφαίρᾳ μέγιστος κύκλος ἐστὶν ὁ ΑΒΓ καὶ τέμνουσι δύο μέγιστοι κύκλοι ἀλλήλους οἱ ϛΝΣ, ΡΟΤΠ καί ἐστιν ὁ τοῦ ΑΒΓ κύκλου πόλος μεταξὺ τῶν ΑΔΕ, ΚΛ περιφερειῶν, μείζων ἄρα ἐστὶν ἡ ΣΝΥ περιφέρεια τῆς ΥΤ περιφερείας· ἡ ΤΥ ἄρα περιφέρεια τῆς ΥΝΣ ἐλάσσων ἐστίν. καὶ ἐπεὶ ἐν σφαίρᾳ δύο μέγιστοι κύκλοι οἱ ΑΒΓ, ΕΘΠ τοῦ αὐτοῦ κύκλου ἐφάπτονται τοῦ ΑΔΕ καὶ τῷ ΑΔΕ παράλληλον ὄντα τὸν ΚΛ τέμνουσι καί ἐστιν ὁ τοῦ ΑΒΓ πόλος μεταξὺ τῶν ΑΔΕ, ΚΛ κύκλων, καὶ ὁ τοῦ ΕΘΠ ἄρα πόλος μεταξύ ἐστι τῶν ΑΔΕ, ΚΛ κύκλων. ὁ ἄρα ἕτερος αὐτοῦ πόλος ἐστὶ μεταξὺ τῶν ΗΖΘ, ΒΓ κύκλων. ἐπεὶ οὖν ἐν σφαίρᾳ μέγιστος κύκλος ἐστὶν ὁ ΕΘΠ καὶ τὸν ΕΘΠ τέμνουσι δύο μέγιστοι κύκλοι οἱ ΡΟΠ, ϛΝΞ καί ἐστιν ὁ τοῦ ΕΘΠ πόλος μεταξὺ τῶν ΒΓ, ΗΘΖ, μείζων ἐστὶν ἡ ΠΥ περιφέρεια τῆς ΥΝΞ περιφερείας, ὧν ἡ ΥΤ τῆς ΥΝΣ ἐλάσσων ἐστίν· λοιπὴ ἄρα ἡ ΤΠ λοιπῆς τῆς ΣΞ μείζων ἐστίν. κείσθω τῇ ΣΞ περιφερείᾳ ἴση περιφέρεια ἡ ΤΧ καὶ γεγράφθωσαν παράλληλοι κύκλοι, καθ’ ὧν φέρεται τὰ Ξ Χ σημεῖα,3 οἱ ΞΨ, Ωϛ· ὁμοία ἄρα ἐστὶν ἡ ΞΨ περιφέρεια τῇ Ωϛ περιφερείᾳ· ἡ ΞΨ ἄρα τῆς Χϛ μείζων ἐστὶν ἢ ὁμοία·4 ἐν πλείονι ἄρα χρόνῳ τὸ Ξ σημεῖον τὴν ΞΨ περιφέρειαν διαπορεύεται ἤπερ τὸ Χ τὴν Χϛ. ἀλλ’ ὁ μὲν χρόνος, ἐν ᾧ τὸ Ξ σημεῖον τὴν ΞΨ περιφέρειαν διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ ἡ ΣΞ περιφέρεια ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον· ὁ δὲ χρόνος, ἐν ᾧ τὸ Χ σημεῖον τὴν Χϛ περιφέρειαν διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ ἡ ΤΧ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον· ἐν πλείονι ἄρα χρόνῳ ἡ ΣΞ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον ἤπερ ἡ ΤΧ. καί ἐστιν ἡ ΣΞ ἔγγιον τοῦ θερινοῦ τροπικοῦ ἤπερ ἡ ΤΧ. ἐν πλείονι ἄρα χρόνῳ ἐξαλλάττει τὸ φανερὸν ἡμισφαίριον ἡ ἔγγιον τοῦ θερινοῦ τροπικοῦ τῆς ἀπώτερον.
命题十四的别证。 而这个说明比前一个更为清楚。 设宇宙中的地平圈为 ΑΒΓ,恒显圈中最大者为 ΑΔΕ,恒隐圈中最大者为 ΖΗΘ,夏至圈为 ΚΛ,冬至圈为 ΒΓ,且设圆 ΑΒΓ 的极在圆 ΑΔΕ、ΚΛ 之间,并设东面为 Λ、Γ,西面为 Κ、Β,又设黄道带中巨蟹座之后的半圆位置为 ΝΞ、ΟΠ。且截取不大于半圆的弧 ΟΠ,并通过 Π 画出一切于 ΑΔΕ 的大圆;因此它亦将切于ΖΗΘ。它要么通过点 Ο,要么越过点 Ο。设它已被画出且为 ΕΘΠ,使得从 Ε 朝向 Ε、Ξ、Π 方向的半圆与从 Α 朝向 Α、Κ、Ρ 方向的半圆不相交,并使圆 ΞΝϚ、ΠΟΡ 进一步被补全。由于在球体中,大圆是ΑΒΓ,且两个大圆 ϚΝΣ、ΡΟΤΠ 相互交错,并且圆 ΑΒΓ 的极在弧 ΑΔΕ、ΚΛ 之间,因此弧 ΣΝΥ 大于弧 ΥΤ;因此弧 ΤΥ小于 ΥΝΣ。又由于在球体中,两个大圆 ΑΒΓ、ΕΘΠ 切于同一个圆 ΑΔΕ,并且与 ΑΔΕ 平行的 ΚΛ 相交,且 ΑΒΓ 的极在圆 ΑΔΕ、ΚΛ 之间,因此 ΕΘΠ 的极亦在圆 ΑΔΕ、ΚΛ 之间。因此它的另一个极在圆 ΗΖΘ、ΒΓ 之间。因此,由于在球体中大圆是 ΕΘΠ,且两个大圆 ΡΟΠ、ϚΝΞ 与 ΕΘΠ 相交,且 ΕΘΠ 的极在 [圆] ΒΓ、ΗΘΖ 之间,弧 ΠΥ 大于弧 ΥΝΞ,其中 ΥΤ 小于 ΥΝΣ;因此,剩余的 ΤΠ 大于剩余的 ΣΞ。设弧 ΤΧ 等于弧 ΣΞ,并画出点 Ξ、Χ 所运行于其上的平行圆 ΞΨ、ΩϚ;因此,弧 ΞΨ 相似于弧 ΩϚ;因此,弧 ΞΨ 大于或相似于 ΧϚ;因此,点 Ξ 运行过弧 ΞΨ 的时间,长于点 Χ [运行过] ΧϚ 的时间。但是,点Ξ 运行过弧 ΞΨ 的时间,是弧 ΣΞ 离开显半球的时间;而点 Χ 运行过弧 ΧϚ 的时间,是[弧] ΤΧ离开显半球的时间;因此,在较长的时间内,ΣΞ 离开显半球,长于 ΤΧ。并且 ΣΞ 比 ΤΧ 更接近夏至圈。因此,较接近夏至圈的 [弧],比较远者在更长的时间内离开显半球。
- 3ΑΔΕ
在天文学语境中,它指代圆“ΑΔΕ”,即最大恒显圈。
- 3ἤτοι δὴ διὰ τοῦ Ο σημείου ἥξει ἢ ὑπερπεσεῖται τὸ Ο σημεῖον
省略了主语“大圆”,需将其补为自动词 ἥξει(将通过)和 ὑπερπεσεῖται(将越过)的主语。
- 3καθ’ ὧν φέρεται τὰ Ξ Χ σημεῖα
属格复数关系代词 ὧν 指代先行词 παράλληλοι κύκλοι(平行圆),并由介词 καθʼ(沿着)管辖。主语 τὰ Ξ σημεῖα 使用复数形式,指代运动中的点 Ξ 的多个位置,或泛指具有相同运动的点。
- 3ἡ ΞΨ ἄρα τῆς Χϛ μείζων ἐστὶν ἢ ὁμοία
短语“或相似(ἢ ὁμοία)”表示在几何上相似的圆弧比较中,由于其在天球上的位置,该弧在物理长度上“更大”,或者在角比率上“相似”(具有等效作用)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(9 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 注 1 处
- 2026-11-24 AI校阅 — 译文 6 处
- 2026-09-21 AI校阅 — 原文 2 处
