← 欧几里得

现象(b校订本替代证明)

§4

关于黄道对等弧出没时间的另证

几何上另证:对于黄道带圆上相等且相反的两条弧,其一离开显半球的时间等于另一离开隐半球的时间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

Ἄλλως τὸ αὐτό. Τοῦ τῶν ζῳδίων κύκλου τῶν ἴσων τε καὶ ἀπεναντίον περιφερειῶν1 ἐν ᾧ χρόνῳ ἡ μία ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἡ ἑτέρα τὸ ἀφανές, καὶ πάλιν, ἐν ᾧ χρόνῳ ἡ μία τὸ ἀφανές, καὶ ἡ ἑτέρα τὸ φανερόν. ἔστω ὁρίζων κύκλος ὁ ΑΒΓΔ, καὶ θερινὸς μὲν τροπικὸς ὁ ΒΑ, χειμερινὸς δὲ ὁ ΓΔ, ὁ ζῳδιακὸς δὲ κύκλος θέσιν ἐχέτω ὡς τὴν ΑΕΓΖ, καὶ ἀπειλήφθωσαν ἴσαι τε καὶ ἀπεναντίον περιφέρειαι αἱ ΕΗ, ΖΘ· λέγω, ὅτι, ἐν ᾧ χρόνῳ ἡ ΖΘ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἡ ΕΗ τὸ ἀφανές. ἔστωσαν καθ’ ὧν φέρεται τὰ Θ, Ζ, Ε, Η σημεῖα παράλληλοι κύκλοι οἱ ΚΘΛ, ΜΝΞΖ, ΕΟΠΡ, ΣΗΤ, καὶ μετακεκινήσθω ὁ τῶν ζῳδίων κύκλος καὶ ὅτε μὲν θέσιν ἐχέτω τὴν ΥΛΦ, ὅτε δὲ τὴν ΧΣΨ. καὶ ἐπεὶ αἱ ΖΘ, ΕΗ περιφέρειαι ἴσαι τε καὶ ἀπεναντίον εἰσίν, ἴσοι εἰσὶ καὶ οἱ ΜΝΞ, ΟΠΡ κύκλοι, τῶν δὲ ἴσων τε καὶ παραλλήλων κύκλων τὰ ἐναλλὰξ τμήματα ἴσα ἐστὶν ἀλλήλοις· τὸ ἄρα ὑπὲρ γῆν τοῦ ΜΝΞΖ κύκλου τὸ ΜΝΞ ἴσον ἐστὶ τῷ ὑπὸ γῆν τοῦ ΟΕΡΠ κύκλου τῷ ΟΠΡ. πάλιν ἐπεὶ αἱ ΖΘ, ΕΗ ἴσαι τε καὶ ἀπεναντίον εἰσίν, ἐν ᾧ χρόνῳ ἡ ΖΘ ἀνατέλλει, ἐν τούτῳ ἡ ΕΗ δύνει. ἀλλ’ ὁ μὲν χρόνος, ἐν ᾧ ἡ ΖΘ ἀνατέλλει, τουτέστιν ἡ ΥΛ, ὁ χρόνος ἐστίν, ἐν ᾧ τὸ Υ σημεῖον ἀρξάμενον ἀπὸ τοῦ2 Υ τὴν ΥΞ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ξ παραγίγνεται, ὁ δὲ χρόνος, ἐν ᾧ ἡ ΕΗ δύνει, τουτέστιν ἡ ΧΣ, ὁ χρόνος ἐστίν, ἐν ᾧ τὸ Χ ἀρξάμενον ἀπὸ τοῦ Χ τὴν ΧΟ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ο παραγίγνεται· ὁ ἄρα χρόνος, ἐν ᾧ τὸ Υ ἀρξάμενον ἀπὸ τοῦ Υ τὴν ΥΞ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ξ παραγίγνεται, ἴσος ἐστὶ τῷ χρόνῳ, ἐν ᾧ τὸ Χ ἀρξάμενον ἀπὸ τοῦ Χ τὴν ΧΟ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ο παραγίγνεται. κοινὸς προσκείσθω ὁ χρόνος, ἐν ᾧ τὸ Υ ἀρξάμενον ἀπὸ τοῦ Ξ τὴν ΞΝΜ περιφέρειαν διελθὸν ἐπὶ τὸ Μ παραγίγνεται, ἴσος ὢν τῷ χρόνῳ, ἐν ᾧ τὸ Χ ἀρξάμενον ἀπὸ τοῦ Ο τὴν ΟΠΡ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ρ παραγίγνεται· ὁ ἄρα χρόνος, ἐν ᾧ τὸ Υ ἀρξάμενον ἀπὸ τοῦ Υ τὴν ΥΞΝΜ περιφέρειαν διελθὸν ἐπὶ τὸ Μ παραγίγνεται, ἴσος ἐστὶ τῷ χρόνῳ, ἐν ᾧ τὸ Χ ἀρξάμενον ἀπὸ τοῦ Χ τὴν ΧΟΠΡ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ρ παραγίγνεται. ἀλλ’ ὁ μὲν χρόνος, ἐν ᾧ τὸ Υ ἀρξάμενον ἀπὸ τοῦ Υ τὴν ΥΞΝΜ περιφέρειαν διελθὸν ἐπὶ τὸ Μ παραγίγνεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ ἡ ΥΛ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, τουτέστιν ἡ ΘΖ· ὁ δὲ χρόνος, ἐν ᾧ τὸ Χ ἀρξάμενον ἀπὸ τοῦ Χ τὴν ΧΟΠΡ περιφέρειαν διελθὸν ἐπὶ τὸ Ρ παραγίγνεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ ἡ ΧΣ ἐξαλλάσσει τὸ ἀφανὲς ἡμισφαίριον, τουτέστιν ἡ ΕΗ· ἐν ᾧ ἄρα χρόνῳ ἡ ΘΖ ἐξαλλάσσει τὸ φανερὸν ἡμισφαίριον, ἐν τούτῳ ἡ ΕΗ τὸ ἀφανές.

另证。 在黄道带圆的相等且相反的弧中,其一离开显半球的时间,即是另一离开隐半球的时间;反之,其一离开隐半球的时间,亦是另一离开显半球的时间。 设地平圈为 ΑΒΓΔ,夏至圈为 ΒΑ,冬至圈为 ΓΔ,黄道带圆处于位置 ΑΕΓΖ,且截取相等且相反的弧 ΕΗ、ΖΘ。我说道,在 ΖΘ 离开显半球的时间内,ΕΗ 离开隐半球。 设点 Θ、Ζ、E、Η 运行于其上的平行圆为 ΚΘΛ、ΜΝΞΖ、ΕΟΠΡ、ΣΗΤ。且设黄道带圆被移动,并设它在一时处于位置 ΥΛΦ,在另一时处于位置 ΧΣΨ。且由于弧 ΖΘ、ΕΗ 是相等且相反的,所以圆 ΜΝΞ 与 ΟΠΡ 亦相等,而在相等且平行的圆中,交错的弓形彼此相等;因此,圆 ΜΝΞΖ 在地上的部分 ΜΝΞ 等于圆 ΟΕΡΠ 在地下的部分 ΟΠΡ。再次,由于弧 ΖΘ、ΕΗ 是相等且相反的,在 ΖΘ 上升的时间内,ΕΗ 下沉。然而,ΖΘ 上升的时间,即 ΥΛ [上升的时间],是点 Υ 从 Υ 出发,运行过弧 ΥΞ 且到达 Ξ 的时间。而 ΕΗ 下沉的时间,即 ΧΣ [下沉的时间],是点 Χ 从 Χ 出发,运行过弧 ΧΟ 且到达 Ο 的时间。因此,点 Υ 从 Υ 出发,运行过弧 ΥΞ 且到达 Ξ 的时间,等于点 Χ 从 Χ 出发,运行过弧 ΧΟ 且到达 Ο 的时间。设加上共同的时间,即点 Υ 从 Ξ 出发,运行过弧 ΞΝΜ 且到达 Μ 的时间,此时间等于点 Χ 从 Ο 出发,运行过弧 ΟΠΡ 且到达 Ρ 的时间。因此,点 Υ 从 Υ 出发,运行过弧 ΥΞΝΜ且到达 Μ 的时间,等于点 Χ 从 Χ 出发,运行过弧 ΧΟΠΡ 且到达 Ρ 的时间。然而,点 Υ 从 Υ 出发,运行过弧 ΥΞΝΜ且到达 Μ 的时间,是 ΥΛ 也就是 ΘΖ 离开显半球的时间。而点 Χ 从 Χ 出发,运行过弧 ΧΟΠΡ 且到达 Ρ 的时间,是 ΧΣ也就是 ΕΗ 离开隐半球的时间。因此,在 ΘΖ 离开显半球的时间内,ΕΗ 离开隐半球。

语法注2 条
  1. 4Τοῦ τῶν ζῳδίων κύκλου τῶν ἴσων τε καὶ ἀπεναντίον περιφερειῶν

    置于句首的属格短语。被解释为表示主题或关系的属格(“关于黄道带圆上相等且相反的弧”),置于关系从句 en hōi chronōi 之前,具有引出前提的作用。

  2. 4ἀπὸ τοῦ

    文本中疑似存在抄写脱漏。在几何证明中,ἀπὸ τοῦ 之后通常应接具体的点(如 Υ,即“从点 Υ”)。根据紧随其后的 tēn YX,可以明确其意指从点 Υ 出发,译文中对此进行了补充。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 译文 4 处
urn:cts:greekLit:tlg1799.tlg014.humanitext-grc1:4