- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 8. Menge, Heinrich, editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg014.humanitext-grc1:2#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
通过球面几何学比较黄道上等长弧段在地下落下的时间,证明越靠近夏至圈的弧段落下时间越长,且与赤道等距的弧段在相等的时间内升起和落下。
καὶ ἐπεὶ ἐν σφαίρᾳ μέγιστος ὁ ΑΒΓ ἐφάπτεταί τινος κύκλου τῶν παραλλήλων τοῦ τυΦ καὶ τὸν ΑΒΓ τέμνουσιν οἱ μέγιστοι κύκλοι οἱ ΕΖ, ΑΓ, ὧν ὁ μὲν ΕΖ μέγιστος τῶν παραλλήλων, ὁ δὲ ΑΓ λοξὸς πρὸς τοὺς παραλλήλους, καὶ ἀπειλημμέναι εἰσὶ περιφέρειαι αἱ ΑΗ, ΗΘ, ΘΚ ἐπὶ τῆς τοῦ λοξοῦ κύκλου περιφερείας ἴσαι ἑξῆς ἐπὶ τὰ αὐτὰ μέρη τοῦ μεγίστου τῶν παραλλήλων, καὶ διὰ τῶν Η, Θ σημείων γεγραμμένοι εἰσὶ μέγιστοι κύκλοι οἱ υΗΧ, ΦΘΨ ἐφαπτόμενοι τοῦ τυΦ κύκλου, μείζων ἐστὶν ἡ μὲν ΕΧ περιφέρεια τῆς ΧΨ περιφερείας, ἡ δὲ ΧΨ τῆς ΨΚ· ἐν πλείονι ἄρα χρόνῳ τὸ Χ τὴν ΧΕ1 διαπορεύεται ἤπερ τὸ Ψ τὴν ΨΧ, καὶ τὸ Ψ τὴν ΨΧ ἐν πλείονι χρόνῳ διαπορεύεται ἤπερ τὸ Κ τὴν ΚΨ· ἀλλ’ ὁ μὲν χρόνος, ἐν ᾧ τὸ Χ τὴν ΧΕ διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ τὸ Η τὴν ΗΝ περιφέρειαν διαπορεύεται, τουτέστιν ἐν ᾧ δύνει ἡ ΑΗ περιφέρεια· ὁ δὲ χρόνος, ἐν ᾧ τὸ Ψ τὴν ΨΧ διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ τὸ Θ τὴν ΘΩ διαπορεύεται, τουτέστιν ὁ χρόνος, ἐν ᾧ δύνει ἡ ΘΗ περιφέρεια· ὁ δὲ χρόνος, ἐν ᾧ τὸ Κ τὴν ΚΨ διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ δύνει ἡ ΚΘ περιφέρεια· ἐν πλείονι ἄρα χρόνῳ δύνει ἡ μὲν ΑΗ περιφέρεια τῆς ΗΘ περιφερείας, ἡ δὲ ΗΘ τῆς ΘΚ. λέγω δή, ὅτι ἐν ἴσοις χρόνοις αἱ ἴσον ἀπέχουσαι τοῦ ἰσημερινοῦ δύνουσιν. γενομένου γὰρ δὴ τοῦ Κ σημείου ἐπὶ τὸ Ε σημεῖον, ὁ τῶν ζῳδίων κύκλος θέσιν ἐχέτω τὴν ϛΕλ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ϛΕ περιφέρεια τῇ Ελ περιφερείᾳ καί ἐστι μέγιστος τῶν παραλλήλων ὁ ΕΖ, ἴσος ἄρα ἐστὶν ὁ ϛΘΠ κύκλος τῷ ΡΛΣ κύκλῳ· ἴση ἄρα ἐστὶ καὶ ἡ ΟΕ περιφέρεια τῇ ΕΡ περιφερείᾳ. ἔστι δὲ καὶ ἡ ϛΕ τῇ Ελ· ἴση2 ἄρα καὶ ἡ ἀπὸ τοῦ ϛ ἐπὶ τὸ Ο τῇ ἀπὸ τοῦ Ρ ἐπὶ τὸ λ. καί εἰσιν ἴσοι κύκλοι οἱ ϛΘΠ, ΡΛΣ· ὁμοία ἄρα ἐστὶν ἡ ϛΟ περιφέρεια τῇ Ρλ περιφερείᾳ· ἐν ἴσῳ ἄρα χρόνῳ τὸ λ σημεῖον τὴν λΡ διαπορεύεται καὶ τὸ Ο τὴν Οϛ. ἀλλ’ ὁ μὲν χρόνος, ἐν ᾧ τὸ λ τὴν λΡ διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ δύνει3 ἡ λΕ περιφέρεια, ὁ δὲ χρόνος, ἐν ᾧ τὸ Ο τὴν Οϛ διαπορεύεται, ἴσος ἐστὶ τῷ χρόνῳ, ἐν ᾧ δύνει ἡ Εϛ περιφέρεια· ἐν ἴσῳ ἄρα χρόνῳ δύνουσιν αἱ λΕ, Εϛ περιφέρειαι. ἴση δὲ ἡ μὲν λΕ τῇ ΛΚ, ἡ δὲ Εϛ τῇ ΚΘ· αἱ ΛΚ, ΚΘ ἄρα ἐν ἴσῳ χρόνῳ δύνουσιν. ὁμοίως δὲ δείξομεν, ὅτι καὶ αἱ ΜΚ, ΚΗ ἐν ἴσῳ χρόνῳ δύνουσιν, ὧν αἱ ΛΚ, ΚΘ ἐν ἴσῳ χρόνῳ δύνουσιν· λοιπαὶ ἄρα αἱ ΜΛ, ΘΗ ἐν ἴσῳ χρόνῳ δύνουσιν. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ αἱ ΜΓ, ΑΗ περιφέρειαι ἐν ἴσῳ χρόνῳ δύνουσιν. καὶ ἐπεὶ ἐν πλείονι χρόνῳ δύνει ἡ ΑΗ περιφέρεια ἤπερ ἡ ΗΘ καὶ ἡ ΗΘ ἤπερ ἡ ΘΚ, ἐν πλείονι ἄρα χρόνῳ δύνει ἡ ΓΜ περιφέρεια ἤπερ ἡ ΜΛ, καὶ ἡ ΜΛ ἤπερ ἡ ΛΚ. ἐν πλείστῳ ἄρα χρόνῳ δύνουσιν αἱ ΑΗ, ΜΓ περιφέρειαι, ἐν ἐλάσσονι δὲ αἱ ΗΘ, ΛΜ ἐν ἐλαχίστῳ δὲ αἱ ΘΚ, ΛΚ, ἐν ἴσῳ δὲ αἱ ἴσον ἀπέχουσαι τοῦ ἰσημερινοῦ καὶ δύνουσι καὶ ἀνατέλλουσιν.
且由于在球体中,大圆 ΑΒΓ 切于平行圆中的某一个(即 τυΦ),且大圆 ΕΖ、ΑΓ 与 ΑΒΓ 相交,其中 ΕΖ 是平行圆中最大者,而 ΑΓ 相位平行圆倾斜,且在倾斜圆的圆周上,顺次截取了朝向平行圆中最大者的同一侧的相等弧 ΑΗ、ΗΘ、ΘΚ,并且通过点 Η、Θ,画出了大圆 υΗΧ、ΦΘΨ,切于圆 τυΦ,故弧 ΕΧ 大于弧 ΧΨ,且弧 ΧΨ 大于 ΨΚ。因此,[点] Χ 运行过 ΧΕ 的时间,长于 [点] Ψ [运行过] ΨΧ 的时间;且 [点] Ψ 运行过 ΨΧ 的时间,长于[点] Κ [运行过] ΚΨ 的时间。但是,[点] Χ 运行过 ΧΕ 的时间,即是 [点] Η 运行过弧 ΗΝ 的时间,也就是弧 ΑΗ 落下的时间;而 Ψ 运行过 ΨΧ 的时间,是 Θ 运行过 ΘΩ 的时间,也就是弧 ΘΗ 落下的时间;而 Κ 运行过 Κ[Ψ] 的时间,是弧 ΚΘ 落下的时间。因此,弧 ΑΗ 在较长的时间内落下,长于弧 ΗΘ;而 ΗΘ 长于 ΘΚ。 那么我宣称:与赤道等距的 [弧] 在相等的时间内落下。 因为,当点 Κ 落在点 Ε 上时,设黄道圆的位置为 ϚΕλ。且由于弧 ϚΕ 等于弧 Ελ,并且ΕΖ 是平行圆中最大者,因此圆 ϚΘΠ 等于圆 ΡΛΣ;因此弧 ΟΕ 亦等于弧 ΕΡ。且 [弧] ϚΕ [等于] Ελ;因此从 Ϛ 到 Ο 的 [弧] 亦等于从 Ρ 到 λ 的 [弧]。且圆 ϚΘΠ、ΡΛΣ 相等;因此弧 ϚΟ 与弧 Ρλ 相似。因此,在相等的时间内,点 λ 运行过 λΡ,且 Ο [运行过] ΟϚ。而 λ 运行过 λΡ 的时间,是弧 λΕ 落下的时间,而 Ο 运行过 ΟϚ 的时间,等于弧 ΕϚ 落下的时间;因此,在相等的时间内,弧 λΕ、ΕϚ 落下。而 [弧] λΕ 等于 ΛΚ,且 ΕϚ [等于] ΚΘ;因此 ΛΚ、ΚΘ 在相等的时间内落下。类似地,我们将证明 ΜΚ、ΚΗ 亦在相等的时间内落下,其中 ΛΚ、ΚΘ 在相等的时间内落下;因此剩余的 [弧] ΜΛ、ΘΗ 在相等的时间内落下。类似地,我们将证明弧 ΜΓ、ΑΗ 亦在相等的时间内落下。且由于弧 ΑΗ 在较长的时间内落下,长于 ΗΘ,且 ΗΘ长于 ΘΚ,因此弧 ΓΜ 在较长的时间内落下,长于 ΜΛ,且 ΜΛ 长于 ΛΚ。因此,弧 ΑΗ、ΜΓ 在最长的时间内落下,而 ΗΘ、ΛΜ 在较短的时间内 [落下],ΘΚ、ΛΚ 在最短的时间内 [落下],且与赤道等距的 [弧] 在相等的时间内既落下又升起。
- 2τὸ Χ τὴν ΧΕ
冠词 τὸ 之后脱漏了主语(表示点的字母,此处为 Χ)。同样,随后的“τὸ τὴν ΗΝ”(脱漏了 Η)以及“τὸ Κ τὴν Κ”(脱漏了 ΚΨ 中的 Ψ)也属于数学与天文学文献在传抄过程中常见的典型脱漏(lacuna)。
- 2ἔστι δὲ καὶ ἡ ϛΕ τῇ Ελ· ἴση
形容词 ἴση 之后省略了动词 ἐστί。随后的 ἄρα 引导结论性的主句,以省略连词的形式展开“……是相等的,因此……亦……”的逻辑推理。
- 2ἐν ᾧ δύνει
此处在关系副词(或介词加关系代词) ἐν ᾧ 中脱漏了关系代词与格 ᾧ。承接前文的“ἴσος ἐστὶ τῷ χρόνῳ”(与该时间相等),引导关系从句“在(该时间)内……落下”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 1 处
- 2026-11-24 AI校阅 — 译文 2 处
- 2026-09-21 AI校阅 — 原文 1 处
