- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 8. Menge, Heinrich, editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg014.humanitext-grc1:2#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
本章节针对奥托里科斯《论升没》命题12提供了一个更清晰的替代证明。通过在天球上设定地平圈、至点圈、赤道及黄道半圆,并利用切于常显圈的大圆,几何学地证明了黄道各弧线落下所需时间的长短比较(越靠近至点越长,越靠近赤道越短)。
Ἄλλως τὸ ιβ1΄. Αὕτη δέ ἐστιν ἡ σαφεστέρα ἔκθεσις. ἔστω ἐν κόσμῳ ὁρίζων ὁ ΑΒΓΔ, καὶ θερινὸς μὲν τροπικὸς ἔστω ὁ ΑΔ, χειμερινὸς δὲ τροπικὸς ὁ ΒΓ, ζῳδιακοῦ δὲ ἡμικύκλιον τὸ μετὰ τὸν Καρκίνον ἔστω ὑπὲρ γῆν τὸ ΑΓ, καὶ ἔστω ἀνατολικὰ μὲν μέρη τὰ Δ, Γ, δυτικὰ δὲ τὰ Α, Β, ἰσημερινὸς δὲ κύκλος ἔστω ὁ ΕΖ, καὶ διῃρήσθω τὸ ΑΓ ἡμικύκλιον εἰς τὰ ἐν αὐτῷ ζῴδια κατὰ τὰ Η, Θ, Λ, Μ σημεῖα, καὶ γεγράφθωσαν παράλληλοι κύκλοι οἱ ΝΗΞ, ΟΘΠ, ΡΛΣ, ΤΜΥ, καθ’ ὧν φέρεται τὰ Η, Θ, Λ, Μ σημεῖα· λέγω, ὅτι ἐν πλείστῳ μὲν χρόνῳ δύνουσιν αἱ ΑΗ, ΜΓ περιφέρειαι, ἐν ἐλάσσονι δὲ αἱ ΗΘ, ΛΜ, ἐν ἐλαχίστῳ δὲ αἱ ΘΚ, ΛΚ, ἐν ἴσῳ δὲ χρόνῳ αἱ ἴσον ἀπέχουσαι τοῦ ἰσημερινοῦ. ἔστω μέγιστος τῶν ἀεὶ φανερῶν ὁ τυΦ, καὶ γεγράφθωσαν διὰ τῶν Η, Θ μέγιστοι κύκλοι οἱ υΗΩΧ, ΦΘΨ ἐφαπτόμενοι τοῦ τυΦ κύκλου, ὥστε ἀσύμπτωτα εἶναι τὰ ἀπὸ τῶν υ, Φ ἡμικύκλια2 ὡς ἐπὶ τὰ ΗΧ, ΘΨ μέρη τῷ ἀπὸ τοῦ τ ἡμικυκλίῳ ὡς ἐπὶ τὰ τ, Α μέρη· ὁμοία ἄρα ἐστὶν ἡ μὲν ΗΝ περιφέρεια ἑκατέρᾳ τῶν ΩΟ, ΧΕ, ἡ δὲ ΘΩ τῇ ΨΧ· ἐν ἴσῳ ἄρα χρόνῳ τὸ Η τὴν ΗΝ περιφέρειαν διαπορεύεται3 καὶ τὸ Ω τὴν ΩΟ. ἀλλ’ ὁ χρόνος, ἐν ᾧ τὸ Η τὴν ΗΝ περιφέρειαν διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ δύνει ἡ ΗΑ περιφέρεια· καὶ ὁ χρόνος ἄρα, ἐν ᾧ τὸ Ω τὴν ΩΟ διαπορεύεται, ὁ αὐτός ἐστι τῷ χρόνῳ, ἐν ᾧ δύνει ἡ ΗΑ περιφέρεια. πάλιν ἐπεὶ ὁ χρόνος, ἐν ᾧ τὸ Θ τὴν ΘΟ διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ δύνει ἡ ΘΑ περιφέρεια, ὧν ἀφαιρεῖται4 ὁ χρόνος, ἐν ᾧ τὸ Ω τὴν ΩΟ διαπορεύεται, ὁ αὐτὸς ὢν τῷ χρόνῳ, ἐν ᾧ δύνει ἡ ΗΑ περιφέρεια, λοιπὸς ἄρα ὁ χρόνος, ἐν ᾧ τὸ Θ τὴν ΘΩ διαπορεύεται, ὁ αὐτός ἐστι τῷ χρόνῳ, ἐν ᾧ δύνει ἡ ΗΘ περιφέρεια· ὁμοία δέ ἐστιν ἡ μὲν ΟΩ τῇ ΕΧ, ἡ δὲ ΩΘ τῇ ΧΨ· καὶ ὁ χρόνος ἄρα, ἐν ᾧ τὸ Χ τὴν ΧΕ διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ δύνει ἡ ΗΑ περιφέρεια· ὁ δὲ χρόνος, ἐν ᾧ τὸ Ψ τὴν ΨΧ διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ δύνει ἡ ΘΗ περιφέρεια. διὰ τὰ αὐτὰ δὴ καὶ ὁ χρόνος, ἐν ᾧ τὸ Κ τὴν ΚΨ διαπορεύεται, ὁ χρόνος ἐστίν, ἐν ᾧ δύνει ἡ ΚΘ περιφέρεια.
第12〔命题〕的另一证明。 而这是更清晰的阐述。 设宇宙中的地平线为 ΑΒΓΔ,夏至圈为 ΑΔ,冬至圈为 ΒΓ,并设黄道十二宫在巨蟹座之后且在地面之上的半圆为 ΑΓ,且设东部为 Δ、Γ,西部为 Α、Β,赤道圆为 ΕΖ,且设半圆 ΑΓ 在点 Η、Θ、Λ、Μ 处按照其上的黄道星座进行划分,并设通过点 Η、Θ、Λ、Μ 的平行圆(即点 Η、Θ、Λ、Μ 沿其运行的圆) ΝΗΞ、ΟΘΠ、ΡΛΣ、ΤΜΥ 已被画出。我宣称:弧 ΑΗ、ΜΓ 在最长的时间内落下,而 [弧] ΗΘ、ΛΜ 在较短的时间内 [落下],[弧] ΘΚ、ΛΚ 在最短的时间内 [落下],且与赤道等距的 [弧] 在相等的时间内 [落下]。 设常显圈(恒显圈中最大者)为 τυΦ,并设通过 Η、Θ 的大圆 υΗΩΧ、ΦΘΨ 已被画出且切于圆 τυΦ,从而使得从 υ、Φ 向着 ΗΧ、ΘΨ 方向的半圆,与从 τ 向着 τ、Α 方向的半圆不相交(平行)。因此,弧 ΗΝ 与 ΩΟ、ΧΕ 中的每一个都相似,而 ΘΩ 与 ΨΧ 相似。因此,在相等的时间内,[点] Η 运行过弧 ΗΝ,且 [点] Ω [运行过弧] ΩΟ。而 [点] Η 运行过弧 ΗΝ 的时间,即是弧 ΗΑ 落下的时间;因此,Ω 运行过 ΩΟ 的时间,与弧 ΗΑ 落下的时间相同。再次,因为 Θ 运行过 ΘΟ 的时间,是弧 ΘΑ 落下的时间,从这些时间中减去Ω 运行过 ΩΟ 的时间(该时间与弧 ΗΑ 落下的时间相同),因此剩余的时间,即 Θ 运行过 ΘΩ 的时间,与弧 ΗΘ 落下的时间相同。且弧 ΟΩ 与 ΕΧ 相似,而 ΩΘ 与 ΧΨ 相似;因此,Χ 运行过 ΧΕ 的时间,亦是弧 ΗΑ 落下的时间;而 Ψ 运行过 ΨΧ 的时间,是弧 ΘΗ 落下的时间。因此,由于同样的原因,Κ 运行过 ΚΨ 的时间,亦是弧 ΚΘ 落下的时间。
- 2Ἄλλως τὸ ιβ΄
古希腊数学著作中的常用表达,意为“第十二[命题]的另一种[证明]”。Ἄλλως 是副词,意为“以其他方式”,用于引入前一证明的替代证明。
- 2ὥστε ἀσύμπτωτα εἶναι τὰ ἀπὸ τῶν υ, Φ ἡμικύκλια
连词 ὥστε 表示结果(或目的),后接不定式 εἶναι。ἀσύμπτωτα(“不相交”)是半圆(ἡμικύκλια)的表语形容词,在此指平行,并以与格 τῷ ἀπὸ τοῦ τ ἡμικυκλίῳ 作为其比较对象。
- 2τὸ Η τὴν ΗΝ περιφέρειαν διαπορεύεται
在中性冠词 τὸ 之后,疑似省略或抄写遗漏了作为运动主体的“点”(σημεῖον)或“点 Η”(τὸ Η)。从上下文来看,指“运动的点(Η)通过弧 ΗΝ”。
- 2ὧν ἀφαιρεῖται
关系代词 ὧν(中性复数属格)以前文的时间(“点 Θ 运行过弧 ΘΟ 的时间”)为先行词,作为分离属格受被动语态动词 ἀφαιρεῖται(“被减去”)支配。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(7 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 4 处
- 2026-11-24 AI校阅 — 译文 3 处
