← 欧几里得

反射光学

§8-12

各种镜面中物体高深与宽度的成像取向

本章节几何学地描述了在平面镜、凸面镜和凹面镜中,物体(高度、深度和横向长度)的成像如何根据其相对于反射视线交点的位置而发生变化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

η΄. Τὰ ὕψη καὶ τὰ βάθη ἀπὸ τῶν κυρτῶν ἐνόπτρων ἀνεστραμμένα φαίνεται. ἔστω ὕψος τὸ ΑΕ, ἔνοπτρον δὲ κυρτὸν τὸ ΑΔΓ, ὄψεις δὲ αἱ ΒΔ, ΒΓ ἀνακλώμεναι ἐπὶ τὰ Ε, Θ. δέδεικται,1 ὅτι οὐ συμπεσοῦνται. τὰ δὲ λοιπὰ ὁμοίως τοῖς ἐν τοῖς ἐπιπέδοις. ἔστω πάλιν βάθος τὸ ΑΕ, ἔνοπτρον δὲ κυρτὸν τὸ ΑΓ, ὄμμα δὲ τὸ Β, ὄψεις δὲ ἀνακλώμεναι ἐπὶ τὰ Ε, Θ αἱ ΒΓΕ, ΒΔΘ. τὰ δὲ λοιπὰ καθάπερ ἐν τοῖς ἐπιπέδοις.

​8. 高度和深度在凸面镜中显得倒立。 设高度为 AE,凸面镜为 ADG,反射的视线为朝向 E、Th 的 BD、BG。这已证明它们不会相交。其余与平面镜中的情况相同。 再设深度为 AE,凸面镜为 AC,眼睛为 B,反射的视线为朝向 E、Th 的 BGE、BDTh。其余正如平面镜中的那样。

§9

θ΄. Τὰ πλάγια μήκη ἀπὸ τῶν ἐπιπέδων ἐνόπτρων, ὡς τῇ ἀληθείᾳ ἔχει,2 οὕτω καὶ φαίνεται. ἔστω ὄμμα τὸ Β, μῆκος δὲ πλάγιον τὸ ΔΕ, ἔνοπτρον δὲ τὸ ΑΓ. οὐκοῦν ἀνακλασθεισῶν τῶν ὄψεων φαίνεται τὸ μὲν Δ ἐπὶ τὸ Α, τὸ δὲ Ε ἐπὶ τὸ Γ, καί ἐστιν οὕτω τῇ φαντασίᾳ, καθάπερ καὶ τῇ ἀληθείᾳ ἔχει, τὸ ἔγγιον ἔγγιον, τὸ ἀπώτερον ἀπώτερον.

​9. 横向长度在平面镜中显得如其实际存在的那样。 设眼睛为 B,横向长度为 DE,镜面为 AC。因此,在视线反射后,D 显现在 A 上,而 E显现在 C 上,且在视觉成像中正是如其实际存在的那样:较近的显得较近,较远的显得较远。

§10

ι΄. Τὰ πλάγια μήκη ἀπὸ τῶν κυρτῶν ἐνόπτρων, καθάπερ ἐστὶν ἀληθῶς, καὶ φαίνεται. ἔστω μῆκος τὸ ΕΔ, ὄμμα δὲ τὸ Β, ἔνοπτρον δὲ κυρτὸν τὸ ΑΓ, ὄψεις δὲ ἀνακλώμεναι ἐπὶ τὰ Ε, Δ. τὰ δὲ ἄλλα τὰ αὐτά.

​10. 横向长度在凸面镜中显得正如其实际存在的那样。 设长度为 ED,眼睛为 B,凸面镜为 AC,反射的视线为朝向 E、D。其余均相同。

§11

ια΄. Τὰ ὕψη καὶ τὰ βάθη ἀπὸ τῶν κοίλων ἐνόπτρων, ὅσα μέν3 ἐστιν ἐντὸς τῆς συμπτώσεως τῶν ὄψεων, ἀνεστραμμένα φαίνεται καθάπερ ἐν τοῖς ἐπιπέδοις καὶ κυρτοῖς ἐνόπτροις, ὅσα δέ ἐστιν ἐκτὸς τῆς συμπτώσεως, καθάπερ ἔστιν, καὶ φαίνεται. ἔστω κοῖλον ἔνοπτρον τὸ ΑΓ, ὄμμα δὲ τὸ Β, ὄψεις δὲ ἀνακλώμεναι αἱ ΒΑ, ΒΓ, σύμπτωσις δὲ αὐτῶν ἐπὶ τὸ Ζ, ὕψη δὲ τό τε ΔΕ καὶ τὸ ΚΝ, καὶ τὸ μὲν ΚΝ ἐντὸς τῆς τοῦ Ζ συμπτώσεως,4 τὸ δὲ ΔΕ ἐκτὸς τῆς συμπτώσεως. οὐκοῦν ἐκβληθεισῶν τῶν ὄψεων καθάπερ ἐν τοῖς ἐπιπέδοις καὶ κυρτοῖς ἐνόπτροις φαίνεται τὸ μὲν Κ ἐπὶ τοῦ Μ, τὸ δὲ Ν ἐπὶ τοῦ Λ· ὥστε ἀνεστραμμένα φαίνεται. πάλιν ἐπὶ τοῦ ἐκτὸς τῆς συμπτώσεως ὕψους φαίνεται τὸ μὲν Δ ἐπὶ τοῦ Η, τὸ δὲ Ε ἐπὶ τοῦ Θ, ὡς ἔχει, οὕτως φαίνεται. πάλιν βάθος μὲν τὸ ΔΕ καὶ ΚΘ, ἔνοπτρον δὲ κοῖλον τὸ ΑΓ, ὄμμα δὲ τὸ Β, ὄψεις δὲ ἀνακλώμεναι καὶ συμπίπτουσαι κατὰ τὸ Ζ. οὐκοῦν ἐκβληθεισῶν τῶν ὄψεων ὁμοίως τὰ μὲν Κ, Θ φαίνεται ἀνεστραμμένα, τὸ μὲν Κ κατὰ τὸ Γ, τὸ δὲ Θ κατὰ τὸ Α, καθάπερ ἐν τοῖς ἐπιπέδοις καὶ κυρτοῖς ἐνόπτροις, τὰ δὲ Δ, Ε, καθάπερ καὶ ἔστιν, τὸ μὲν Ε κάτω κατὰ τὸ Α, τὸ δὲ Δ ἄνω κατὰ τὸ Γ.

11. 凹面镜中的高度和深度,凡是在视线交点内部的,都显得倒立,正如在平面和凸面镜中一样;而凡是在交点外部的,则显得正如其实际存在的那样。 设凹面镜为 AC,眼睛为 B,反射的视线为 BA、BC,它们的交点在 Z,高度为 DE 与 KN,且 KN 在 Z 的交点之内,DE 在交点之外。因此,当视线被延长时,正如在平面镜和凸面镜中那样,K 显现在 M 上,而 N 显现在 L 上,所以显得倒立。再次,对于交点之外的高度,D 显现在 H 上,而 E 显现在 Th 上,它们正如其实际存在的那样显现。 再设深度为 DE 和 KTh,凹面镜为 AC,眼睛为 B,且视线经反射并在 Z 处相交。因此,当视线被延长时,同样地,K、Th 显得倒立,K 朝向 C,而 Th 朝向 A,正如在平面和凸面镜中那样;而 D、E 则正如其实际存在的那样,E 处于下方朝向 A,D 处于上方朝向 C。

§12

ιβ΄. Τὰ πλάγια μήκη ἀπὸ τῶν κοίλων ἐνόπτρων, ὅσα μὲν ἐντὸς τῆς συμπτώσεως κεῖται τῶν ὄψεων, καθάπερ ἔστιν, οὕτω καὶ φαίνεται, ὅσα δ᾽ ἐκτός, ἀντεστραμμένα. ἔστω γὰρ μήκη μὲν πλάγια τὰ ΕΔ, ΘΚ, κοῖλον δὲ ἔνοπτρον τὸ ΑΓ, ὄμμα δὲ τὸ Β, ὄψεις δὲ ἀνακλώμεναι καὶ συμπίπτουσαι κατὰ τὸ Η αἱ5 ΒΑΔ, ΒΓΕ, καὶ τὸ μὲν ΘΚ πλάγιον μῆκος ἔστω ἐντὸς τῆς συμπτώσεως τῆς Η, τὸ δὲ ΔΕ ἐκτός. οὐκοῦν τὰ μὲν Θ, Κ κατὰ φύσιν φαίνεται, καθάπερ ἐν τοῖς ἐπιπέδοις καὶ κυρτοῖς ἐνόπτροις, τὰ δὲ Ε, Δ ἀντεστραμμένα· τὸ μὲν γὰρ Δ ἐπὶ τοῦ Α φαίνεται, τὸ δὲ Ε ἐπὶ τοῦ Γ.

​12. 凹面镜中的横向长度,凡是位于视线交点内部的,显得正如其实际存在的那样,而凡是位于外部的,则显得左右颠倒。 设横向长度为 ED、ThK,凹面镜为 AC,眼睛为 B,反射并在H 处相交的视线为 BAD、BGE,且设横向长度 ThK 在交点 H 之内,DE 在其之外。因此,Th、K 显得符合自然,正如在平面和凸面镜中那样,而 E、D 显得左右颠倒;因为 D显现在 A 上,而 E 显现在 C 上。

语法注5 条
  1. 8δέδεικται

    该动词为现在完成时被动语态单数第三人称的无人称用法,意为“……已被证明”。此处指凸面镜中反射光线不相交的性质(已在命题3等中证明),引导 ὅτι 从句。

  2. 9ἔχει

    动词 ἔχω 伴随副词(此处为 ὡς 或 καθάπερ)的不及物用法,表示“处于……状态”。短语 τῇ ἀληθείᾳ ἔχει 意为“实际上处于的状态”。

  3. 11ὅσα μέν

    由中性复数关系代词 ὅσα 引导的关系从句。由于主语是中性复数,主句动词 φαίνεται 采用单数形式。它与随后由 ὅσα δέ 引导的从句相对应。

  4. 11τῆς τοῦ Ζ συμπτώσεως

    双重修饰的属格结构。属格短语 τοῦ Ζ(点Z的)夹在冠词 τῆς 与名词 συμπτώσεως 之间,意为“在点Z处的交点”。

  5. 12κατὰ τὸ Η αἱ

    κατὰ τὸ Η αἱ(在点 H 处,即[视线]……)表示视线 BAD 和 BGE 在交点 H 处相交。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(8 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 注 1 处
  • 2026-11-24 AI校阅 — 译文 1 处
  • 2026-10-18 AI校阅 — 译文 5 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg011.humanitext-grc1:8-12