- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg011.humanitext-grc1:13-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
通过几何证明,阐明了在布置三面平面镜或根据任意多边形设计布置多面平面镜时,如何通过光线的多次反射来观看同一物体。
ιγ΄. Δυνατόν ἐστι διὰ πλειόνων ἐνόπτρων ἐπιπέδων ἰδεῖν τὸ αὐτό. ἔστω, ὃ δεῖ ὀφθῆναι, τὸ Α, ὄμμα δὲ τὸ Β, ἔνοπτρα δὲ τρία τὰ ΓΔ, ΔΕ, ΕΖ. ἤχθω δὴ κάθετος ἀπὸ τοῦ Β ἐπὶ τὸ ΓΔ ἔνοπτρον ἡ ΒΓ, ἴση δὲ ἡ ΒΓ τῇ ΓΣ, καὶ πάλιν ἀπὸ τοῦ Α ἐπὶ τὸ ΕΖ κάθετος ἡ ΑΖ, καὶ τῇ ΑΖ ἴση ἡ ΖΘ, καὶ ἀπὸ τοῦ Θ ἐπὶ τὸ ΔΕ ἔνοπτρον κάθετος ἤχθω ἡ ΘΚ, καὶ ἔστω τῇ ΘΚ ἴση ἡ ΚΛ, καὶ ἀπὸ τοῦ Λ ἐπὶ τὸ Σ ἐπεζεύχθω ἡ ΛΜΞΣ, ἀπὸ δὲ τοῦ Μ ἐπὶ τὸ Θ ἡ ΜΡΘ, ἐπεζεύχθωσαν δὲ καὶ αἱ ΑΡ, ΒΞ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΒΓ τῇ ΓΣ, καὶ ὀρθαὶ αἱ πρὸς τῷ Γ γωνίαι, δύο δὴ αἱ ΒΓ, ΓΦ δυσὶ ταῖς ΣΓ, ΓΦ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ, καὶ γωνία ἡ ὑπὸ ΒΓΦ ὀρθὴ οὖσα γωνίᾳ τῇ ὑπὸ ΣΓΦ ὀρθῇ οὔσῃ ἴση ἐστίν, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται, ὑφ᾽ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν, ἡ μὲν πρὸς τῷ Β γωνία τῇ πρὸς τῷ Σ, ἡ δὲ Ξ γωνία τῇ Τ.1 ἀλλ᾽ ἡ Τ τῇ Ν ἐστιν ἴση· κατὰ κορυφὴν γάρ· ὥστε ἴση ἐστὶ καὶ ἡ Ν γωνία τῇ Ξ. ἡ ἄρα ΒΞ ὄψις ἀνακλασθήσεται ἐπὶ τὸ Μ. πάλιν ἐπεὶ ἴση ἐστὶν ἡ ΘΚ τῇ ΚΛ, καὶ ὀρθαὶ δὲ αἱ πρὸς τῷ Κ, ἴση ἐστὶν ἡ Ο γωνία τῇ Π. ἀνακλᾶται ἄρα ἡ αὐτὴ ὄψις ἡ ΒΞΜ ἐπὶ τὸ Ρ. διὰ τὰ αὐτὰ δὴ καὶ ἐπὶ τὸ Α διὰ τὸ ἴσην εἶναι τὴν ὑπὸ ΖΡΑ γωνίαν τῇ ὑπὸ ΕΡΜ ὁμοίως ταῖς λοιπαῖς ἀποδείξεσιν. ὁρᾷ ἄρα ἡ ἀπὸ τοῦ Β ὄμματος ὄψις τὸ Α διὰ τῶν τριῶν ἐνόπτρων ὄντων ἐπιπέδων τῶν ΓΔ, ΔΕ, ΕΖ.
13. 通过多个平面镜观看同一个物体是可能的。 设要观看的物体为 A,眼睛为 B,三面镜子为 GD、DE、EZ。于是,从 B 向镜面 GD 引垂线 BG,并设 BG 等于 GS。再次,从 A 向镜面 EZ 引垂线 AZ,并设 AZ 等于 ZTh。并且,从 Th 向镜面 DE 引垂线 ThK,并设 ThK 等于 KL。并连接从 L 到 S 的直线 LMXS。又连接从 M 到 Th 的直线 MRTh。此外,也连接 AR、BX。既然 BG 等于 GS,且在 G 处的角是直角,那么两条线 BG、GF分别等于两线 SG、GF,每一条等于对应的一条。并且,作为直角的角 BGF 等于作为直角的角 SGF。并且等边所对的其余各角也将分别等于其余各角。即 B 处的角等于 S 处的角,而角 X 等于 T。但是 T 等于 N(因为它们是对顶角);所以角 N 也等于 X。因此,视线 BX 将反射到 M。再次,因为 ThK 等于 KL,且在K 处的角也是直角,所以角 O 等于 P。因此,同一条视线 BXM 反射到 R,且正是基于相同的原因也反射到 A,因为角 ZRA 等于角 ERM,这与其他证明类似。所以,从眼睛 B 发出的视线通过三面平面镜 GD、DE、EZ 看到 A。
ιδ΄. Ἔστι δὲ καί, δι᾽ ὅσων ἄν τις ἐπιτάξῃ ἐνόπτρων ἐπιπέδων, ἰδεῖν τὸ αὐτό· δεῖ δὲ κατὰ τὸν ἀριθμὸν τῶν ἐνόπτρων πολύγωνον ἰσόπλευρόν τε καὶ ἰσογώνιον συνίστασθαι δυσὶ πλείους ἔχον πλευρὰς τῶν ἐνόπτρων. ἔστω γάρ, ὃ μὲν ὀφθῆναι δεῖ, τὸ Α, ὄμμα δὲ τὸ Β, καὶ ἐπεζεύχθω ἡ ΑΒ, καὶ ἀπὸ τῆς ΑΒ ἀναγεγράφθω πολύγωνον ἰσόπλευρόν τε καὶ ἰσογώνιον δύο πλευρὰς πλείους ἔχον τῶν ἐνόπτρων καὶ ἔστω τὸ ΑΒΔ πολυγώνιον, καὶ εἰλήφθω τὸ κέντρον τοῦ κύκλου τοῦ γραφομένου περὶ τὸ πολύγωνον τὸ Θ, καὶ ἀπ᾽ αὐτοῦ ἐπεζεύχθωσαν αἱ ΘΓ, ΘΕ, ΘΔ, ΘΒ, ΘΑ ἐπὶ τὰς γωνίας, καὶ προσκείσθωσαν ἔνοπτρα ἐπίπεδα πρὸς ὀρθὰς ταῖς ἐπεζευγμέναις. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΖΛ γωνία τῇ ΝΚ· ὀρθὴ γάρ ἐστιν ἑκατέρα·2 ὧν ἡ Ν τῇ Λ ἴση ἐστίν, λοιπὴ ἄρα ἡ Ζ τῇ Κ ἴση ἐστίν. ὥστε ἡ ἀνάκλασις τῆς ΒΓ ὄψεως ἐπὶ τὸ Δ ἔσται· διὰ γὰρ ἴσων γωνιῶν αἱ ἀνακλάσεις γίνονται. ὁμοίως δὲ δειχθήσονται καὶ αἱ πρὸς τοῖς Δ, Ε σημείοις γωνίαι ἴσαι αἱ πρὸς τοῖς ἐνόπτροις. ἡ ἄρα ἀπὸ τοῦ Β ὄμματος ὄψις ἀνακλωμένη καὶ προσπεσοῦσα πρὸς πάντα τὰ ἔνοπτρα ἥξει ἐπὶ τὸ Α.
14. 此外,也可以通过任意指定数量的平面镜来观看同一个物体。为此,必须根据镜子的数量,构造一个边数比镜子多两条的等边且等角的多边形。 因为,设要观看的物体为 A,眼睛为 B,并连接 AB。并在 AB 上描绘一个边数比镜子多两条的等边且等角的多边形,设其为多边形 ABD... 并取该多边形外接圆圆心为 Th。并从该点向各角连接 ThG、ThE、ThD、ThB、ThA。并与这些连接线垂直地放置平面镜。既然角 Z, L 等于角 N, K,因为每一个都是直角;其中 N 等于 L,因此余下的 Z 等于 K。从而视线 BG 将反射到 D;因为反射是通过相等的角进行的。类似地,在点 D、E 处相对于镜面的角也将被证明是相等的。所以,从眼睛 B 发出的视线在反射并落到所有镜面上之后,将到达 A。
- 13ἡ δὲ Ξ γωνία τῇ Τ
基于三角形全等(两边及其夹角相等),这指的是其余的对应角(角 GFB)等于角 GFS(在图中标记为 T 的角),此处省略了作为主语的角名称。
- 14ἡ ΖΛ γωνία τῇ ΝΚ· ὀρθὴ γάρ ἐστιν ἑκατέρα
在这里,ΖΛ 和 ΝΚ 表示被合在一起对待的相邻两角之组合(或和),由于“镜面与连接顶点至中心的线垂直放置”的构造,其中每一个都被证明是直角(ὀρθὴ γάρ ἐστιν ἑκατέρα)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 译文 2 处
