- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg011.humanitext-grc1:6-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
第6章几何证明了在凹面镜中,当眼睛置于中心和圆周之间时,反射视线有时相交有时不相交,且其交点始终发生在镜子内部。第7章解释了为什么在平面镜中高度和深度显得倒立,这是因为物体的上/下或深/浅部分通过视线的直线延长被颠倒投影。
ϛ΄. Ἐν τοῖς κοίλοις ἐνόπτροις ἐὰν ἀνὰ μέσον τοῦ κέντρου καὶ τῆς περιφερείας θῇς τὸ ὄμμα, ὁτὲ μὲν συμπεσοῦνται αἱ ὄψεις ἀνακλώμεναι, ὁτὲ δὲ οὐ συμπεσοῦνται. ἔστω ἔνοπτρον κοῖλον τὸ ΑΓ, κέντρον δὲ αὐτοῦ τὸ Δ, ὄμμα δὲ κείσθω τὸ Β μεταξὺ τοῦ κέντρου καὶ τῆς περιφερείας, ὄψεις δὲ αἱ ΒΑ, ΒΓ ἀνακλώμεναι ἐπὶ τὰ Η, Ζ, καὶ ἐκβεβλήσθωσαν αἱ ὄψεις ἕως τοῦ ἐνόπτρου αἱ ΑΘ, ΓΚ. ἡ ΑΘ δὴ τῆς ΓΚ1 ἢ μείζων ἐστὶν ἢ ἴση ἢ ἐλάσσων. εἰ μὲν οὖν ἴση ἐστὶν ἡ ΑΘ ὄψις τῇ ΓΚ ὄψει, ἴση ἐστὶ καὶ ἡ ΑΓΘ περιφέρεια τῇ ΓΘΚ περιφερείᾳ. ὥστε καὶ ἡ Μ γωνία τῇ Ξ· αἱ γὰρ τῶν ἴσων περιφερειῶν γωνίαι ἴσαι εἰσὶν ἀλλήλαις. καὶ αἱ Μ, Λ γωνίαι ἄρα ταῖς Ν, Ξ εἰσιν ἴσαι διὰ τὴν ἀνάκλασιν. καὶ λοιπὴ ἄρα ἡ Ο τῇ Π ἴση ἐστίν. μείζων ἄρα ἡ Ρ τῆς Ο. ἐπεὶ γὰρ ἡ Ρ γωνία τῆς Π μείζων ἐστὶ διὰ τὸ ἐκτὸς εἶναι, ἡ δὲ Π τῇ Ο ἴση, καὶ ἡ Ρ ἄρα τῆς Ο μείζων ἐστίν. κοινὴ προσκείσθω ἡ ὑπὸ ΟΡΖ. συμπεσοῦνται ἄρα αἱ ΓΖ, ΑΗ ὡς ἐπὶ τὰ Η, Ζ. τὸ δ᾽ αὐτὸ ἔσται, κἂν μείζων ἡ ΑΘ ὄψις τῆς ΓΚ· μείζονες γὰρ ἔσονται αἱ Λ, Μ γωνίαι τῶν Ν, Ξ, ἡ δὲ Π τῆς Ο μείζων ἔσται καὶ ἡ Ρ τῆς Ο. ἐὰν δὲ ἡ ΑΘ εὐθεῖα ἐλάσσων ᾖ τῆς ΓΚ, διὰ τὰ αὐτὰ μείζων ἔσται ἡ Ο γωνία τῆς Π. ἔστι δὲ καὶ ἡ Ρ τῆς Π μείζων.2 οὐδὲν ἄρα κωλύει ἴσην εἶναι τὴν Ρ τῇ Ο ἢ ἐλάσσονα τῆς Ο, καὶ μὴ συμπίπτειν τὴν ΑΗ τῇ ΓΖ. φανερὸν δέ, ὅτι, κἄν τε μείζων ᾖ ἡ ΑΘ περιφέρεια τῆς ΓΚ, ἐάν τε ἴση, ἡ σύμπτωσις τῶν ἀνακλάσεων οὔτε ἐπὶ τῆς περιφερείας τοῦ κύκλου οὔτε ἐκτὸς οὐ μὴ γίνηται,3 ἀλλ᾽ ἐντὸς μόνον.
6. 在凹面镜中,如果将眼睛置于中心和周之间,反射的视线有时会相交,有时则不相交。 设凹面镜为 AC,其中心为D,且设眼睛 B 置于中心和周之间,反射的视线为朝向 H、Z 的 BA、BC,并将视线延长至镜面为 ATH、GK。确实,ATH 或是大于、等于、或是小于 GK。如果视线 ATH 等于视线 GK,则圆周 ACTH 也等于圆周 CGTK。因此,角度 M 也等于 X;因为等圆周上的角彼此相等。因此,由于反射,角度 M、L 也等于 N、X。因而剩余的 O 也等于 P。因此 R 大于 O。因为角度 R 由于是外角而大于 P,而 P 等于 O,所以 R 也大于 O。设加入公共角ORZ。因此,GZ、AH 将在 H、Z 的方向相交。即使视线 ATH 大于 GK,同样的事实也成立;因为角度 L、M 将大于 N、X,且 P 将大于 O,R 也将大于 O。但如果直线 ATH 小于 GK,由于同样的原因,角度 O 将大于 P。而角度 R 也大于 P。因此,没有任何东西阻止 R 等于 O 或小于 O,以及 AH 与 GZ 不相交。显然,无论圆周 ATH 是大于还是等于 GK,反射线的交点决不会发生在圆周上或圆周外,而仅发生在内部。
ζ΄. Τὰ ὕψη καὶ τὰ βάθη ἀπὸ τῶν ἐπιπέδων ἐνόπτρων ἀνεστραμμένα φαίνεται. ἔστω ὕψος μὲν τὸ ΑΕ, ἔνοπτρον δὲ ἐπίπεδον τὸ ΑΛ, ὄμμα δὲ τὸ Β, ὄψεις δὲ αἱ ΒΓ, ΒΔ ἀνακλώμεναι ἐπὶ τὰ Ε, Κ. οὐκοῦν φαίνεται ἐκβληθεισῶν τῶν ὄψεων ἐπ᾽ εὐθείας τὸ μὲν Ε τὸ ἄνω ἐπὶ τοῦ Θ κάτω ὄντος, τὸ δὲ Κ κάτω ὂν ἐπὶ τοῦ Ζ τοῦ ἄνω ὄντος. ὥστε ἀνεστραμμένα ἐστὶ τῇ φαντασίᾳ. ἔστω πάλιν βάθος μὲν τὸ ΕΑ, ἔνοπτρον δὲ ἐπίπεδον τὸ ΑΓ, ὄμμα δὲ τὸ Δ, ὄψεις δὲ αἱ ΔΓ, ΔΒ ἀνακλώμεναι ἐπὶ τὰ Ε, Ζ. ὁμοίως τῶν ὄψεων ἐκβληθεισῶν ἐπὶ τὰ Θ, Κ φανεῖται τὸ μὲν Ε κάτω ὂν ἐπὶ τοῦ Θ ἄνω ὄντος, τὸ δὲ Ζ ἄνω ὂν ἐπὶ τοῦ Κ κάτω ὄντος.
7. 高度和深度在平面镜中显得倒立。 设高度为 AE,平面镜为 AL,眼睛为 B,反射的视为朝向 E、K 的 BC、BD。因此,当视线直线延长时,位于上方的 E 显现在位于下方的 T 上,而位于下方的 K 显现在位于上方的 Z 上。因此它们在视觉成像中是倒立的。 再设深度为 EA,平面镜为 AC,眼睛为 D,反射的视为朝向 E、Z 的 DC、DB。同样地,当视线延长至 T、K 时,位于下方的 E 将显现在位于上方的 T 上,而位于上方的 Z 将显现在位于下方的 K 上。
- 6τῆς ΓΚ
比较属格,表示比较级 μείζων(较大)和 ἐλάσσων(较小)的比较对象。
- 6ἔστι δὲ καὶ ἡ Ρ τῆς Π μείζων
定冠词 ἡ 后面缺失了作主语的名词。根据上下文,需要补全前文讨论的角 R(Ρ),即“ἡ [Ρ]”(角 R),译为“并且[角 R]也大于 P”。
- 6οὐ μὴ γίνηται
否定小词 οὐ μή 与虚拟语气(现在时第三人称单数 γίνηται)结合,表示强烈的否定。表达了强烈的未来否定,“决不会发生”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 注 1 处
- 2026-11-24 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
