← 欧几里得

反射光学

§3-5

镜面反射视线的方向与交相情况

本章证明了以不等角入射的视线的反射规律,论证了在平面镜和凸面镜中反射的视线既不相交也不平行,并根据眼睛的位置讨论了凹面镜中反射视线的相交情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

γ΄. Πρὸς ὁποῖον ἂν τῶν ἐνόπτρων προσπίπτουσα ὄψις ἀνίσους ποιῇ γωνίας, οὔτε δι᾽ ἑαυτῆς ἀνακλασθήσεται οὔτε ἐπὶ τῆς ἐλάσσονος γωνίας.1 ἔστω ἐπίπεδον ἔνοπτρον τὸ ΑΚΓ, ὄψις δὲ ἡ ΒΚ προσπιπτέτω μείζονα ποιοῦσα γωνίαν τὴν Ζ τῆς Θ, Λ. λέγω, ὅτι ἡ ΒΚ ἀνακλωμένη οὔτε αὐτὴ δι᾽ ἑαυτῆς ἀνακλασθήσεται οὔτε ἐπὶ τὴν Θ, Λ γωνίαν. εἰ μὲν γὰρ ἥξει· ἐπὶ τὸ Β, ἔσται ἡ Ζ γωνία τῇ Θ, Λ ἴση· ὅπερ ἄτοπον· ὑπόκειται γὰρ μείζων. εἰ δὲ διὰ τοῦ Δ, ἴση ἔσται ἡ Ζ γωνία τῇ Θ· ἔστι δὲ μείζων. ἡ ἄρα ΒΚ ἀνακλασθήσεται ἐπὶ τὴν μείζονα γωνίαν τὴν Ζ· δυνατὸν γὰρ ἀπὸ τῆς μείζονος τῇ ἐλάσσονι ἴσην ἀφαιρεθῆναι. ἔστι δὲ ἡ αὐτὴ ἀπόδειξις ἐπὶ τῶν κυρτῶν καὶ κοίλων.

3. 无论视线入射到何种镜子上并产生不相等的角度,它都既不沿自身反射,也不向较小角的一侧反射。 设平面镜为 AKG,且设视线 BK入射并产生角度 Z 大于 Θ、Λ。我说,反射的 BK 既不沿自身反射,也不向角度 Θ、Λ 的一侧反射。因为如果它回到 B,角度 Z 将等于 Θ、Λ;这是荒谬的;因为已假定它较大。但如果它通过 D,则角度 Z 将等于 Θ;但它较大。因此,BK 将向较大角 Z 的一侧反射;因为可以从较大者中减去一个与较小者相等的部分。同样的证明也适用于凸面镜和凹面镜。

§4

δ΄. Αἱ ὄψεις ἐπὶ τῶν ἐπιπέδων ἐνόπτρων καὶ κυρτῶν ἀνακλώμεναι οὔτε συμπεσοῦνται ἀλλήλαις οὔτε παράλληλοι ἔσονται. ἔστω ἐπίπεδον ἔνοπτρον τὸ ΑΓ, ὄμμα δὲ τὸ Β, ὄψεις δὲ ἀνακλώμεναι αἱ ΒΓΔ, ΒΑΕ. λέγω, ὅτι αἱ ΓΔ, ΑΕ οὔτε παράλληλοί εἰσιν οὔτε συμπεσοῦνται ἐπὶ τὰ Δ, Ε. ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ Ζ γωνία τῇ Θ, ἡ δὲ Κ τῇ Μ, μείζων δὲ ἡ Ζ τῆς Κ διὰ τὸ ἐκτὸς εἶναι2 ἐν τῷ ΒΑΓ τριγώνῳ, μείζων ἂν εἴη καὶ ἡ Θ τῆς Μ. οὐκ ἄρα παράλληλος ἡ ΓΔ τῇ ΑΕ ἐστιν, οὐδὲ συμπίπτουσιν ἐπὶ τὰ Ε, Δ. ἔστω πάλιν κυρτὸν ἔνοπτρον τὸ ΑΖΓ, ὄμμα δὲ τὸ Β, ὄψεις δὲ ἀνακλώμεναι αἱ ΒΖΔ, ΒΗΕ. λέγω, ὅτι αἱ ΖΔ, ΕΗ οὔτε παράλληλοί εἰσιν οὔτε συμπεσοῦνται ἐπὶ τὰ Ε, Δ. ἐπεζεύχθω γὰρ ἡ ΗΖ εὐθεῖα καὶ ἐκβεβλήσθω ἐφ᾽ ἑκάτερα. ἐπεὶ ἴση ἐστὶν ἡ Κ, Θ τῇ Λ διὰ τὸ ἐν ἴσαις ἀνακλᾶσθαι γωνίαις, εἴη ἂν μείζων ἡ Λ, Μ τῆς Κ. ἡ δὲ Κ τῆς Ν, Ξ ἐστι μείζων, ἡ δὲ Ν, Ξ τῆς Ο, Π μείζων· αὐτὴ γὰρ ἡ Ξ ἴση ἐστὶ τῇ Ο, Π· μείζων ἄρα ἡ Λ, Μ τῆς Ο, Π. πολλῷ ἄρα ἡ Λ, Μ τῆς Ο μείζων ἐστίν. οὐκ ἄρα συμπεσοῦνται αἱ ΖΔ, ΗΕ εὐθεῖαι οὐδὲ παράλληλοί εἰσιν.

​4. 视线在平面镜和凸面镜上反射时,既不相交,也不平行。 设平面镜为 AC,眼睛为 B,反射的视为 BCD、BAE。我说,GD、AE 既不平行,也不会在D、E 的方向相交。因为由于角度 Z 等于 Θ,且 K 等于 M,又因为 Z 是三角形 BAG 的外角而大于 K,所以 Θ 也将大于 M。因此,GD 与 AE 不平行,也不会在 E、D 的方向相交。 再设凸面镜为 AZG,眼睛为 B,反射的视线为 BZD、BHE。我说,ZD、EH 既不平行,也不会在 E、D 的方向相交。因为设连接直线 HZ 并向两侧延长。由于以相等角度反射,K、Θ 等于 Λ,所以 Λ、M 将大于 K。而 K 大于 N、Ξ,且 N、Ξ 大于 O、Π(因为 Ξ 自身等于 O、Π);因此,Λ、M 大于 O、Π。所以 Λ、M 远大于 O。因此,直线 ZD、HE 既不相交,也不平行。

§5

ε΄. Ἐν τοῖς κοίλοις ἐνόπτροις ἐὰν ἢ ἐπὶ τὸ κέντρον ἢ ἐπὶ τῆς περιφερείας ἢ ἐκτὸς τῆς περιφερείας θῇς τὸ ὄμμα, τουτέστι μεταξὺ τοῦ κέντρου καὶ τῆς περιφερείας, αἱ ὄψεις ἀνακλώμεναι συμπεσοῦνται. ἔστω κοῖλον ἔνοπτρον τὸ ΑΓΔ, κέντρον δὲ τῆς σφαίρας τὸ Β, καὶ κείσθω τὸ ὄμμα ἐπὶ τοῦ Β, καὶ προσπιπτέτωσαν ἀπὸ τοῦ Β ὄψεις πρὸς τὴν περιφέρειαν αἱ ΒΑ, ΒΓ, ΒΔ. ἴσαι ἄρα εἰσὶν αἱ πρὸς τοῖς σημείοις τοῖς Α, Δ, Γ γωνίαι· ἡμικυκλίου γάρ εἰσιν. αἱ ἄρα ὄψεις ἀνακλώμεναι δι᾽ ἑαυτῶν ἀνακλασθήσονται αἱ ΒΑ, ΒΓ, ΒΔ· τοῦτο γὰρ δέδεικται. ὥστε συμπεσοῦνται κατὰ τὸ Β. ἔστω πάλιν κοῖλον ἔνοπτρον τὸ ΑΓΒ, ὄμμα δὲ τὸ Β, κείσθω δὲ ἐπὶ τῆς περιφερείας αὐτοῦ, καὶ ἀπὸ τοῦ Β προσπιπτέτωσαν ὄψεις αἱ ΒΓ, ΒΑ ἀνακλώμεναι ἐπὶ τὰ Δ, Ε σημεῖα. ἐπεὶ μεῖζον τὸ ΑΓΒ τμῆμα τοῦ ΒΓ τμήματος, μείζων ἡ Ζ γωνία τῆς Θ γωνίας.3 καὶ ἡ Η ἄρα τῆς Κ μείζων. αἱ ἄρα Ζ, Η τῶν Θ, Κ μείζους εἰσίν. λοιπὴ ἄρα ἡ Λ τῆς Μ ἐλάσσων· πολλῷ μᾶλλον ἄρα τῆς Ν. συμπεσοῦνται ἄρα αἱ ΓΔ, ΑΕ κατὰ τὸ Ξ. ὁμοίως δειχθήσεται, κἂν ἐκτὸς τῆς περιφερείας πίπτῃ τὸ ὄμμα, ὡς ἐπὶ τοῦ ἑξῆς θεωρήματος.

​5. 在凹面镜中,如果将眼睛置于中心上、或周上、或周的外侧(即中心与周之间),反射的视线都将相交。 设凹面镜为 AGD,球的中心为 B,且将眼睛置于 B,并从 B 向周入射视线 BA、BG、BD。因此在点 A、D、G 处的角度相等;因为它们是半圆的角。因此反射的视线BA、BG、BD 将沿自身反射;因为这已被证明。所以它们将在 B 点相交。 再设凹面镜为 AGB,眼睛为 B,且置于其周上,并从 B 入射视线 BG、BA,且反射到点 D、E。由于圆弧 AGB 大于圆弧 BG,角度 Z 大于角度 Θ。因此,角度 H 也大于 K。因此,角度 Z、H 大于 Θ、K。因此,剩余的 Λ 小于 M;所以远小于 N。因此,GD、AE 将在 X 点相交。如果眼睛位于周的外侧,也将同样予以证明,如在下一定理中。

语法注3 条
  1. 3οὔτε ἐπὶ τῆς ἐλάσσονος γωνίας

    介词 ἐπί 接属格表示运动或反射的方向(“朝向……的一侧”)。这里指的是较小角所在的物理位置方向,而非单纯的角度大小比较。

  2. 4διὰ τὸ ἐκτὸς εἶναι

    在介词 διά(“由于”)之后,冠词与不定式结构 τὸ ἐκτὸς εἶναι(“处于外侧”,即作为外角)起到解释原因的作用。

  3. 5μείζων ἡ Ζ γωνία τῆς Θ γωνίας

    手稿中在 τῆς γωνίας 之后脱失了表示具体角度的字母(极有可能是 Θ)。根据上下文,对应的角 Z 被断定为大于 Θ。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(7 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 注 1 处
  • 2026-11-24 AI校阅 — 译文 6 处
urn:cts:greekLit:tlg1799.tlg011.humanitext-grc1:3-5