← 欧几里得

反射光学

§pr-2

镜面反射的定义与反射角的相关命题

关于平面镜、凸面镜和凹面镜反射定律(入射角等于反射角)的几何学定义,以及展示垂直入射时光线原路返回的前两个命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§pr

Ὄψιν εἶναι εὐθεῖαν,1 ἧς τὰ μέσα πάντα τοῖς ἄκροις ἐπιπροσθεῖ. Τὰ ὁρώμενα ἅπαντα καθ᾽ εὐθείας ὁρᾶσθαι. Ἐνόπτρου τεθέντος ἐν ἐπιπέδῳ καὶ θεωρουμένου τινὸς ὕψους, ὃ πρὸς ὀρθάς ἐστι τῷ ἐπιπέδῳ, γίγνονται ἀνάλογον,2 ὡς ἡ μεταξὺ τοῦ ἐνόπτρου καὶ τοῦ θεωροῦντος εὐθεῖα πρὸς τὴν μεταξὺ τοῦ ἐνόπτρου καὶ τοῦ πρὸς ὀρθὰς ὕψους, οὕτω τὸ τοῦ θεωροῦντος ὕψος πρὸς τὸ πρὸς ὀρθὰς τῷ ἐπιπέδῳ ὕψος. Ἐν τοῖς ἐπιπέδοις ἐνόπτροις τοῦ τόπου καταληφθέντος, ἐφ᾽ ὃν ἡ κάθετος πίπτει ἀπὸ τοῦ ὁρωμένου, οὐκέτι ὁρᾶται τὸ ὁρώμενον. Καὶ ἐν τοῖς κυρτοῖς ἐνόπτροις καταληφθέντος τοῦ τόπου, δι᾽ οὗ ἀπὸ τοῦ ὁρωμένου εἰς τὸ κέντρον ἄγεται τῆς σφαίρας, οὐκέτι ὁρᾶται τὸ ὁρώμενον. τὸ δ᾽ αὐτὸ καὶ ἐν τοῖς κοίλοις συμβαίνει. Ἐὰν εἰς ἀγγεῖον ἐμβληθῇ τι καὶ λάβῃ ἀπόστημα ὡς μηκέτι ὁρᾶσθαι, τοῦ αὐτοῦ ἀποστήματος ὄντος ἐὰν ὕδωρ ἐγχυθῇ, ὀφθήσεται τὸ ἐμβληθέν.

视线是直线,其所有中间部分都遮挡其两端。 所有被看之物皆沿直线被看。 当镜子置于平面上,且观察到某垂直于该平面的高度时,会产生比例:镜子与观察者之间的直线对镜子与垂直高度之间的直线之比,等于观察者的高度对垂直于平面的高度之比。 在平面镜中,如果从被看之物落下的垂线所在的位置被遮挡,则被看之物不再被看见。 在凸面镜中,如果从被看之物引向球心之线所经过的位置被遮挡,则被看之物不再被看见。同样的事情也发生在凹面镜中。 如果某物被投入容器中,且其距离达到不再被看见的程度,在距离保持相同的情况下,如果倒入水,则投入之物将被看见。

§1

α΄. Ἀπὸ τῶν ἐπιπέδων ἐνόπτρων καὶ κυρτῶν καὶ κοίλων αἱ ὄψεις ἐν ἴσαις γωνίαις ἀνακλῶνται. ἔστω ὄμμα τὸ Β, ἔνοπτρον ἐπίπεδον τὸ ΑΓ, ὄψις δ᾽ ἀπὸ τοῦ ὄμματος φερέσθω ἡ ΒΚ καὶ ἀνακεκλάσθω ἐπὶ τὸ Δ. φημὶ δὴ τὴν Ε γωνίαν ἴσην εἶναι τῇ Ζ. ἤχθωσαν κάθετοι ἐπὶ τὸ ἔνοπτρον αἱ ΒΓ, ΔΑ. οὐκοῦν ἐστιν, ὡς ἡ ΒΓ πρὸς ΓΚ, ἡ ΔΑ πρὸς ΑΚ· τοῦτο γὰρ ἐν τοῖς ὅροις ὑπέκειτο· ὅμοιον ἄρα τὸ ΒΓΚ τρίγωνον τῷ ΔΑΚ τριγώνῳ. ἴση ἄρα ἡ Ε γωνία3 τῇ Ζ γωνίᾳ· τὰ γὰρ ὅμοια τρίγωνα ἰσογώνιά ἐστιν. ἔστω δὴ κυρτὸν ἔνοπτρον τὸ ΑΚΓ, ὄψις δὲ ἡ ΒΚ ἀνακλωμένη ἐπὶ τὸ Δ. λέγω, ὅτι ἴση ἐστὶν ἡ Ε, Θ γωνία τῇ Ζ, Λ. παρέθηκα ἐπίπεδον ἔνοπτρον τὸ ΝΜ· ἴση ἄρα ἐστὶν ἡ Ε γωνία τῇ Ζ. ἀλλὰ καὶ ἡ Θ τῇ Λ· ἐφάπτεται γὰρ ἡ ΜΝ. ὅλη ἄρα ἡ Ε, Θ ὅλῃ τῇ Λ, Ζ ἐστιν ἴση. ἔστω δὴ πάλιν κοῖλον ἔνοπτρον τὸ ΑΚΓ, ὄψις δὲ ἡ ΒΚ ἀνακλωμένη ἐπὶ τὸ Δ. λέγω, ὅτι ἡ Ε γωνία ἴση ἐστὶ τῇ Ζ. παρατεθέντος γὰρ ἐπιπέδου ἐνόπτρου ἴση γίγνεται ἡ Θ, Ε γωνία τῇ Ζ, Λ· ἴση δὲ καὶ ἡ Θ τῇ Λ· λοιπὴ ἄρα ἡ Ε τῇ Ζ ἴση ἔσται.

1. 视线在平面镜、凸面镜和凹面镜上以相等的角度反射。 设眼睛为 B,平面镜为 AC。设来自眼睛的视线 BK 射出并反射到 D。我且说角度 E 等于 Z。设向镜子引垂线 BC、DA。因此有:BC 对 CK 之比等于 DA 对 AK 之比;因为这在定义中已被假定。因此,三角形 BCK 相似于三角形 DAK。因此,角度 E 等于角度 Z;因为相似三角形是等角的。 设凸面镜为 AKG,视线 BK 反射到 D。我说,角度 E、Θ 等于 Z、Λ。贴着放置平面镜NM;因此,角度 E 等于 Z。但 Θ 也等于 Λ;因为 MN 是切线。因此,整体的 E、Θ 等于整体的 Λ、Z。 再设凹面镜为 AKG,视线BK 反射到 D。我说,角度 E 等于 Z。因为当贴着放置平面镜时,角度 Θ、E 变得等于 Z、Λ;而 Θ 也等于 Λ;因此,剩余的 E 将等于 Z。

§2

β΄. Πρὸς ὁποῖον ἂν τῶν ἐνόπτρων προσπέσῃ ὄψις ἴσας ποιοῦσα γωνίας, αὐτὴ δι᾽ ἑαυτῆς ἀνακλασθήσεται. ἔστω ἔνοπτρον ἐπίπεδον τὸ ΑΓ, ὄμμα δὲ τὸ Β, ὄψις δὲ ἡ ΒΚ προσπεπτωκέτω ἴσας ποιοῦσα γωνίας τὴν Ε, Ζ τῇ Θ. λέγω, ὅτι ἀνακλωμένη ἡ ΒΚ ἐφ᾽ ἑαυτῆς ἥξει, τουτέστιν ἐπὶ τὸ Β. μὴ γάρ, ἀλλ᾽ εἰ δυνατόν, ἡκέτω ἐπὶ τὸ Δ. καὶ ἐπειδὴ αἱ ὄψεις ἐν ἴσαις ἀνακλῶνται γωνίαις, ἴση ἐστὶν ἡ Ε γωνία τῇ Θ. ἐδείχθη δὲ καὶ ἡ Ε, Ζ γωνία τῇ Θ ἴση. καὶ ἡ Ε, Ζ ἄρα γωνία τῇ Ε γωνίᾳ ἔσται ἴση, ἡ μείζων τῇ ἐλάσσονι· ὅπερ ἐστὶν ἀδύνατον. ἡ ἄρα ΒΚ δι᾽ αὑτῆς ἀνακλασθήσεται. ἡ δ᾽ αὐτὴ ἀπόδειξις ἁρμόσειεν ἂν ἐπὶ τῶν κυρτῶν καὶ τῶν κοίλων ἐνόπτρων.

2. 无论视线入射到何种镜子上并产生相等的角度,它都将沿自身反射。 设平面镜为 AC,眼睛为 B,设视线 BK 入射并产生相等的角度,即 E、Z 与 Θ 相等。我说,反射的 BK 将回到其自身,即回到 B。若不然,如果可能,设它回到 D。由于视线以相等的角度反射,角度 E 等于 Θ,而角度 E、Z 也已被证明等于 Θ。因此,角度 E、Z 也将等于角度 E,即较大者等于较小者;这是不可能的。因此,BK 将沿自身反射。同样的证明也将适用于凸面镜和凹面镜。

语法注3 条
  1. prὌψιν εἶναι εὐθεῖαν

    宾格与不定式结构在没有主句的情况下独立使用,作为独立不定式用以陈述几何学的定义或公理。

  2. prγίγνονται ἀνάλογον

    复数主动词 γίγνονται 与单数中性形容词 ἀνάλογον 连用作为表语,表示“比例关系成立”。随后的 ὡς ... οὕτω(“正如……那样”)连接了该比例的具体项。

  3. 1ἡ Ε, Θ γωνία

    两个字母 Ε 和 Θ 用逗号并置,共用单数定冠词 ἡ 和名词 γωνία。这指的是将两个相邻角相加而成的复合角(“角E与角Θ的和”),并将其作为单一的几何对象。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(10 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 译文 8 处
  • 2026-09-22 AI校阅 — 原文 2 处
urn:cts:greekLit:tlg1799.tlg011.humanitext-grc1:pr-2