- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg011.humanitext-grc1:15-18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
作者解释了即使组合使用凸面镜、凹面镜及混合镜,也与平面镜一样可以观看同一个物体(第15章),并随后几何证明了在平面镜(第16章)、凸面镜(第17章)和凹面镜(第18章)中,物体的虚像分别位于哪条直线上。
ιε΄. Ἔστι δὲ καὶ διὰ κυρτῶν ἐνόπτρων καὶ διὰ κοίλων ἰδεῖν τὸ αὐτό. ἔστω γάρ, ὃ δεῖ ἰδεῖν, τὸ Α, ὄμμα δὲ τὸ Β, καὶ ὁμοίως ἀναγεγράφθω πολύγωνον ἰσόπλευρόν τε καὶ ἰσογώνιον τὸ ΑΒΓΔΕ, καὶ πρὸς τοῖς Γ, Δ, Ε σημείοις ἔστω ἔνοπτρα ἐπίπεδα, ἀφ᾽ ὧν ὁρᾶται τὸ Α, καθάπερ δέδεικται, καὶ προσκείσθω τούτοις1 κοῖλα ἢ κυρτὰ ἔνοπτρα κατὰ τὰς ἁφὰς τῶν ὄψεων. οὐκοῦν ἴση ἐστὶν ἡ μὲν Ζ τῇ Θ, ἡ δὲ Κ τῇ Λ· ὅλη ἄρα ἡ ΚΖ ἴση ἐστὶ τῇ ΘΛ. ἀνακλασθήσεται ἄρα ἡ ὄψις ἀπὸ τοῦ κυρτοῦ ἐνόπτρου τοῦ Γ ἐπὶ τὸ Δ καὶ ἀπὸ τοῦ Δ ἐπὶ τὸ Ε καὶ ἀπὸ τοῦ Ε ἐπὶ τὸ Α. φανερὸν οὖν, ὅτι καὶ κυρτῶν ἢ κοίλων ὄντων ἁπάντων καὶ ἀναμεμιγμένων ἔστιν ἰδεῖν τὸ αὐτό.
15. 此外,通过凸面镜和凹面镜观看同一个物体也是可能的。 因为,设要观看的物体为 A,眼睛为 B,并同样地描绘一个等边且等角的多边形 ABGDE,并在点 G、D、E 处放置平面镜,从这些镜面可以看到 A(正如已经证明的那样),并将凹面镜或凸面镜在视线的接触点处与这些平面镜相切地放置。于是,角 Z 等于 Th,角 K 等于 L。因此,整个角 KZ 等于角 ThL。所以,视线将从 G 处的凸面镜反射到 D,再从 D 到 E,并且从 E 到 A。由此可见,即使镜子全部是凸面镜或凹面镜,或者是它们混合在一起,也同样可以观看到同一个物体。
ις΄. Ἐν τοῖς ἐπιπέδοις ἐνόπτροις ἕκαστον τῶν ὁρωμένων κατὰ τὴν ἀπὸ τοῦ ὁρωμένου κάθετον ὁρᾶται. ἔστω ἔνοπτρον ἐπίπεδον τὸ ΓΔ, ὄμμα δὲ τὸ Β, ὁρώμενον δὲ τὸ Α, καὶ ἔστω κάθετος ἡ ἀπὸ τοῦ ὁρωμένου ἐπὶ τὸ ἔνοπτρον ἡ ΑΓ. οὐκοῦν ἐπεὶ ὑπέκειτο ἐν τοῖς φαινομένοις, ὅτι καταληφθέντος τοῦ τόπου2 τοῦ Γ οὐχ ὁρᾶται τὸ Α, τὸ Α ἄρα ὀφθήσεται ἐπ᾽ εὐθείας τῇ ΑΓ. ἀλλὰ δὴ καὶ ἐπ᾽ εὐθείας τῇ ΒΔ ὄψει· κατὰ τὸ Ε ἄρα· ὑπέκειτο γὰρ ἡμῖν τὸ εὐθύ, οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθεῖ·3 ὥστε εὐθεῖα ἔσται ἡ ΑΕ καὶ ἡ ΒΕ.
16. 在平面镜中,所看到的每个物体,都是沿着从该物体所引的垂线而被看到的。 设平面镜为 GD,眼睛为 B,所看到的物体为 A,并设从该物体向镜面所引的垂线为 AG。既然在假定(现象)中已经设定,当点G 被遮挡时 A 就看不见,因此 A 将在与 AG 成一直线的线上被看到。但它确实也在与视线 BD 成一直线的线上。因而,是在点 E 处。因为我们已经假定,“直线是其中间遮挡两端者”;因此 AE 和 BE 将是直线。
ιζ΄. Ἐν τοῖς κυρτοῖς ἐνόπτροις ἕκαστον τῶν ὁρωμένων κατὰ τὴν ἀπὸ τοῦ ὁρωμένου εἰς τὸ κέντρον τῆς σφαίρας ἀγομένην εὐθεῖαν ὁρᾶται. ἔστω κυρτὸν ἔνοπτρον τὸ ΓΔ, ὄμμα δὲ τὸ Β, ὄψις δὲ ἡ ΒΔ ἀνακλωμένη ἐπὶ τὸ Α, καὶ ὁράσθω τὸ Α, κέντρον δὲ τῆς σφαίρας ἔστω τὸ Ζ, καὶ ἐπεζεύχθω ἡ ΑΖ, καὶ ἐκβεβλήσθω ἡ ΒΔ ὄψις ἐπὶ τὸ Ε. οὐκοῦν ἐπεὶ ὑπέκειτο ἐν τοῖς φαινομένοις, ὅτι καταληφθέντος τοῦ Γ τὸ Α οὐχ ὁρᾶται, ὀφθήσεται ἄρα ἐπ᾽ εὐθείας τῇ ΑΓ κατὰ τὴν σύμβασιν τῆς ΒΔ ὄψεως καὶ [ἀπὸ] τῆς ΑΓ ἐπὶ τοῦ Ε, καθάπερ ἐπὶ τοῖς ἐπιπέδοις.
17. 在凸面镜中,所看到的每个物体,都是沿着从该物体引向球心的直线而被看到的。 设凸面镜为 GD,眼睛为 B,视线 BD 反射至所看到的物体 A,并设 A 被看到。又设球心为 Z。并连接 AZ,且将视线 BD 延长至 E。于是,既然在假定中已经设定,当点G 被遮挡时 A 无法被看到,因此,如同在平面镜中一样,A 将在视线 BD 与[从]AG 在 E 点的交点处,在与 AG 成一直线的线上被看到。
ιη΄. Ἐν τοῖς κοίλοις ἐνόπτροις ἕκαστον τῶν ὁρωμένων κατὰ τὴν ἀπὸ τοῦ ὁρωμένου εἰς τὸ κέντρον τῆς σφαίρας ἀγομένην εὐθεῖαν ὁρᾶται. ἔστω κοῖλον ἔνοπτρον τὸ ΓΔ, ὄψις δὲ ἀνακλωμένη ἡ ΒΓ ἐπὶ τὸ Α ὁρώμενον, τῆς δὲ σφαίρας κέντρον ἔστω τὸ Ε, καὶ ἀπὸ τοῦ Α ἐπὶ τὸ Ε ἐπεζεύχθω εὐθεῖα καὶ ἐκβεβλήσθω. οὐκοῦν ἐπεὶ ὑπέκειτο ἐν τοῖς φαινομένοις, ὅτι καταληφθέντος τοῦ τόπου τοῦ Δ τὸ Α οὐχ ὁρᾶται, ὥστε φαίνεται ἐπ᾽ εὐθείας τῇ ΑΕ, ὀφθήσεται ἄρα κατὰ τὴν συμβολὴν τῆς ΑΔ εὐθείας καὶ τῆς ΒΓ ὄψεως κατὰ τὸ Ζ.
18. 在凹面镜中,所看到的每个物体,都是沿着从该物体引向球心的直线而被看到的。 设凹面镜为 GD,反射至所看到的物体 A 的视线为 BG,并设球心为 E。并连接从 A 到 E 的直线,且将其延长。于是,既然在假定中已经设定,当点 D 处被遮挡时 A 无法被看到,从而它在与 AE 成一直线的线上显现,因此,它将在直线 AD 与视线 BG 在 Z 点的交点处被看到。
- 15τούτοις
与格 τούτοις 指代前文的平面镜(ἔνοπτρα ἐπίπεδα),表示将凹面镜或凸面镜与它们相切放置(προσκείσθω)。
- 16καταληφθέντος τοῦ τόπου
καταληφθέντος 是 καταλαμβάνω(遮盖、占据)的被动分词,与其逻辑主语 τοῦ τόπου 构成属格独立结构,描述镜面上的反射点(此处为 G)被遮挡、光线被阻断的情形。
- 16οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθεῖ
关系代词 οὗ(中性属格)的先行词是 τὸ εὐθύ(直线),该从句用于给出直线的定义。τοῖς ἄκροις 是与格,作为动词 ἐπιπροσθεῖ(遮挡、阻碍)的宾语。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 译文 1 处
