- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:9.prop.33-9.prop.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
规定了具有奇数之半的数(偶倍奇数)及其他偶数的分类,并证明了连续成比例数列(等比数列)中各项差值的比率等式。
ἐὰν ἀριθμὸς τὸν ἥμισυν ἔχῃ περισσόν, ἀρτιάκις περισσός ἐστι μόνον. ἀριθμὸς γὰρ ὁ Α τὸν ἥμισυν ἐχέτω περισσόν· λέγω, ὅτι ὁ Α ἀρτιάκις περισσός ἐστι μόνον. ὅτι μὲν οὖν ἀρτιάκις περισσός ἐστιν, φανερόν· ὁ γὰρ ἥμισυς αὐτοῦ περισσὸς ὢν μετρεῖ αὐτὸν ἀρτιάκις. λέγω δή, ὅτι καὶ μόνον. εἰ γὰρ ἔσται ὁ Α καὶ ἀρτιάκις ἄρτιος, μετρηθήσεται ὑπὸ ἀρτίου κατὰ ἄρτιον ἀριθμόν· ὥστε καὶ ὁ ἥμισυς αὐτοῦ μετρηθήσεται ὑπὸ ἀρτίου ἀριθμοῦ περισσὸς ὤν·1 ὅπερ ἐστὶν ἄτοπον. ὁ Α ἄρα ἀρτιάκις περισσός ἐστι μόνον· ὅπερ ἔδει δεῖξαι.
如果一个数具有奇数的二分之一,则它仅是偶倍奇数。 因为,设数 Α 具有奇数的二分之一;我声称,Α 仅是偶倍奇数。 显然,它是偶倍奇数;因为其二分之一作为奇数,以偶数倍整除它。我声称,它且仅是如此。因为,如果 Α 也是偶倍偶数,它将被一个偶数以偶数倍整除;因此它的二分之一也将被一个偶数整除,虽然它是奇数;这是荒谬的。因此 Α 仅是偶倍奇数;这即是所要求证的。
ἐὰν ἀριθμὸς μήτε τῶν ἀπὸ δυάδος διπλασιαζομένων ᾖ μήτε τὸν ἥμισυν ἔχῃ περισσόν, ἀρτιάκις τε ἄρτιός ἐστι καὶ ἀρτιάκις περισσός. ἀριθμὸς γὰρ ὁ Α μήτε τῶν ἀπὸ δυάδος διπλασιαζομένων ἔστω μήτε τὸν ἥμισυν ἐχέτω περισσόν· λέγω, ὅτι ὁ Α ἀρτιάκις τέ ἐστιν ἄρτιος καὶ ἀρτιάκις περισσός. ὅτι μὲν οὖν ὁ Α ἀρτιάκις ἐστὶν ἄρτιος, φανερόν· τὸν γὰρ ἥμισυν οὐκ ἔχει περισσόν. λέγω δή, ὅτι καὶ ἀρτιάκις περισσός ἐστιν. ἐὰν γὰρ τὸν Α τέμνωμεν δίχα καὶ τὸν ἥμισυν αὐτοῦ δίχα καὶ τοῦτο ἀεὶ ποιῶμεν, καταντήσομεν εἴς τινα ἀριθμὸν περισσόν, ὃς μετρήσει τὸν Α κατὰ ἄρτιον ἀριθμόν. εἰ γὰρ οὔ,2 καταντήσομεν εἰς δυάδα, καὶ ἔσται ὁ Α τῶν ἀπὸ δυάδος διπλασιαζομένων· ὅπερ οὐχ ὑπόκειται. ὥστε ὁ Α ἀρτιάκις περισσός ἐστιν. ἐδείχθη δὲ καὶ ἀρτιάκις ἄρτιος. ὁ Α ἄρα ἀρτιάκις τε ἄρτιός ἐστι καὶ ἀρτιάκις περισσός· ὅπερ ἔδει δεῖξαι.
如果一个数既不是从二开始成倍增加的数之一,也不具有奇数的二分之一,则它既是偶倍偶数又是偶倍奇数。 因为,设数 Α 既不是从二开始成倍增加的数之一,也不具有奇数的二分之一;我声称,Α 既是偶倍偶数又是偶倍奇数。 显然,Α 是偶倍偶数;因为它不具有奇数的二分之一。我声称,它也是偶倍奇数。因为,如果我们平分 Α,并平分其二分之一,且一直这样做,我们将达到某个奇数,它将以偶数倍整除 Α。因为,如果不是这样,我们将达到二,而 Α 将是从二成倍增加的数之一;但这与假设不符。所以 Α 是偶倍奇数。且它也被证明是偶倍偶数。因此 Α 既是偶倍偶数又是偶倍奇数;这即是所要求证的。
ἐὰν ὦσιν ὁσοιδηποτοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον, ἀφαιρεθῶσι δὲ ἀπό τε τοῦ δευτέρου καὶ τοῦ ἐσχάτου ἴσοι τῷ πρώτῳ, ἔσται ὡς ἡ τοῦ δευτέρου ὑπεροχὴ πρὸς τὸν πρῶτον, οὕτως ἡ τοῦ ἐσχάτου ὑπεροχὴ πρὸς τοὺς πρὸ ἑαυτοῦ πάντας. ἔστωσαν ὁποσοιδηποτοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ Α, ΒΓ, Δ, ΕΖ ἀρχόμενοι ἀπὸ ἐλαχίστου τοῦ Α, καὶ ἀφῃρήσθω ἀπὸ τοῦ ΒΓ καὶ τοῦ ΕΖ τῷ Α ἴσος ἑκάτερος τῶν ΒΗ, ΖΘ· λέγω, ὅτι ἐστὶν ὡς ὁ ΗΓ πρὸς τὸν Α, οὕτως ὁ ΕΘ πρὸς τοὺς Α, ΒΓ, Δ. κείσθω γὰρ τῷ μὲν ΒΓ ἴσος ὁ ΖΚ, τῷ δὲ Δ ἴσος ὁ ΖΛ. καὶ ἐπεὶ ὁ ΖΚ τῷ ΒΓ ἴσος ἐστίν, ὧν ὁ ΖΘ τῷ ΒΗ ἴσος ἐστίν, λοιπὸς ἄρα ὁ ΘΚ λοιπῷ τῷ ΗΓ ἐστιν ἴσος. καὶ ἐπεί ἐστιν ὡς ὁ ΕΖ πρὸς τὸν Δ, οὕτως ὁ Δ πρὸς τὸν ΒΓ καὶ ὁ ΒΓ πρὸς τὸν Α, ἴσος δὲ ὁ μὲν Δ τῷ ΖΛ, ὁ δὲ ΒΓ τῷ ΖΚ, ὁ δὲ Α τῷ ΖΘ, ἔστιν ἄρα ὡς ὁ ΕΖ πρὸς τὸν ΖΛ, οὕτως ὁ ΛΖ πρὸς τὸν ΖΚ καὶ ὁ ΖΚ πρὸς τὸν ΖΘ. διελόντι,3 ὡς ὁ ΕΛ πρὸς τὸν ΛΖ, οὕτως ὁ ΛΚ πρὸς τὸν ΖΚ καὶ ὁ ΚΘ πρὸς τὸν ΖΘ. ἔστιν ἄρα καὶ ὡς εἷς τῶν ἡγουμένων πρὸς ἕνα τῶν ἑπομένων, οὕτως ἅπαντες οἱ ἡγούμενοι πρὸς ἅπαντας τοὺς ἑπομένους·4 ἔστιν ἄρα ὡς ὁ ΚΘ πρὸς τὸν ΖΘ, οὕτως οἱ ΕΛ, ΛΚ, ΚΘ πρὸς τοὺς ΛΖ, ΖΚ, ΘΖ. ἴσος δὲ ὁ μὲν ΚΘ τῷ ΓΗ, ὁ δὲ ΖΘ τῷ Α, οἱ δὲ ΛΖ, ΖΚ, ΘΖ τοῖς Δ, ΒΓ, Α· ἔστιν ἄρα ὡς ὁ ΓΗ πρὸς τὸν Α, οὕτως ὁ ΕΘ πρὸς τοὺς Δ, ΒΓ, Α. ἔστιν ἄρα ὡς ἡ τοῦ δευτέρου ὑπεροχὴ πρὸς τὸν πρῶτον, οὕτως ἡ τοῦ ἐσχάτου ὑπεροχὴ πρὸς τοὺς πρὸ ἑαυτοῦ πάντας· ὅπερ ἔδει δεῖξαι.
如果有任意多个连续成比例的数,且从第二项和末项中减去与第一项相等的数,那么,第二项的超过与第一项的比,将如末项的超过与在它之前的所有项的比。 设任意多个连续成比例的数为 Α、ΒΓ、Δ、ΕΖ,从最小的 Α 开始,并设从 ΒΓ 和 ΕΖ 中的每一个中减去与 Α 相等的 ΒΗ、ΖΘ;我声称,ΗΓ 与 Α 的比,正如 ΕΘ 与 Α、ΒΓ、Δ的比。 因为,设与 ΒΓ 相等的是 ΖΚ,与 Δ 相等的是 ΖΛ。而既然 ΖΚ 等于 ΒΓ,其中 ΖΘ 等于 ΒΗ,因此余数 ΘΚ 等于余数 ΗΓ。而既然 ΕΖ 与 Δ 的比,正如 Δ 与ΒΓ、以及 ΒΓ 与 Α 的比,而 Δ 等于 ΖΛ,ΒΓ 等于 ΖΚ,且 Α 等于 ΖΘ,因此,ΕΖ 与 ΖΛ 的比,正如 ΛΖ 与 ΖΚ 以及 ΖΚ 与 ΖΘ 的比。由分比,则 ΕΛ 与 ΛΖ 的比,正如 ΛΚ 与 ΖΚ、以及 ΚΘ 与 ΖΘ 的比。因此,这也正如前项中的一项与后项中的一项的比,就是所有前项与所有后项的比;因此,ΚΘ 与 ΖΘ 的比,正如 ΕΛ、ΛΚ、ΚΘ 与 ΛΖ、ΖΚ、ΘΖ 的比。而 ΚΘ 等于 ΓΗ,ΖΘ 等于 Α,且 ΛΖ、ΖΚ、ΘΖ 分别等于 Δ、ΒΓ、Α;因此,ΓΗ 与 Α 的比,正如 ΕΘ 与 Δ、ΒΓ、Α的比。因此,第二项的超过与第一项的比,正如末项的超过与在它之前的所有项的比;这即是所要求证的。
- 9.prop.33περισσὸς ὤν
用作让步分词,意为“虽然它是奇数”。这导致了一个奇数能被偶数(ὑπὸ ἀρτίου ἀριθμοῦ)整除的荒谬结论(ἄτοπον)。
- 9.prop.34εἰ γὰρ οὔ
意为“因为如果不这样”的表达,等同于 εἰ δὲ μή,用于在条件句中强调否定。这里表示“因为如果(通过不断平分)不能达到一个奇数”。
- 9.prop.35διελόντι
与格绝对结构(或表示条件的与格),在数学语境中是一个技术性术语,表示进行“分比”(比的分离)的操作,这一操作定义在第5卷定义15中。
- 9.prop.35ὡς εἷς τῶν ἡγουμένων πρὸς ἕνα τῶν ἑπομένων, οὕτως ἅπαντες οἱ ἡγούμενοι πρὸς ἅπαντας τοὺς ἑπομένους
前项(ἡγούμενος)与后项(ἑπόμενος)的关系。这里应用了第5卷命题12的性质:在等比数列中,一个前项与一个后项的比,等于所有前项之和与所有后项之和的比。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
