← 欧几里得

几何原本

§9.prop.27-9.prop.32

奇数与偶数的乘除性质及偶倍偶数

本章节探讨了数论的性质,包括奇数与偶数的减法及乘法性质(命题27-29)、奇数整除偶数时的性质(命题30)、奇数与某数互素时与其二倍数的关系(命题31),以及证明从二开始连续成倍增加的等比数列中的数仅为“偶倍偶数”(命题32)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.prop.27

ἐὰν ἀπὸ περισσοῦ ἀριθμοῦ ἄρτιος ἀφαιρεθῇ, ὁ λοιπὸς περισσὸς ἔσται. ἀπὸ γὰρ περισσοῦ τοῦ ΑΒ ἄρτιος ἀφῃρήσθω ὁ ΒΓ· λέγω, ὅτι ὁ λοιπὸς ὁ ΓΑ περισσός ἐστιν. ἀφῃρήσθω μονὰς ἡ ΑΔ· ὁ ΔΒ ἄρα ἄρτιός ἐστιν. ἔστι δὲ καὶ ὁ ΒΓ ἄρτιος· καὶ λοιπὸς ἄρα ὁ ΓΔ ἄρτιός ἐστιν. περισσὸς ἄρα ὁ ΓΑ· ὅπερ ἔδει δεῖξαι.

如果从奇数中减去偶数,则余数将是奇数。 因为,设从奇数 ΑΒ 中减去偶数 ΒΓ;我声称,余数 ΓΑ 是奇数。 设减去单位 ΑΔ;因此 ΔΒ 是偶数。但是 ΒΓ 也是偶数;因此余数 ΓΔ 也是偶数。因此 ΓΑ 是奇数;这即是所要求证的。

§9.prop.28

ἐὰν περισσὸς ἀριθμὸς ἄρτιον πολλαπλασιάσας ποιῇ τινα, ὁ γενόμενος ἄρτιος ἔσται. περισσὸς γὰρ ἀριθμὸς ὁ Α ἄρτιον τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω· λέγω, ὅτι ὁ Γ ἄρτιός ἐστιν. ʼἐπεὶ γὰρ ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ὁ Γ ἄρα σύγκειται ἐκ τοσούτων ἴσων τῷ Β, ὅσαι εἰσὶν ἐν τῷ Α μονάδες. καί ἐστιν ὁ Β ἄρτιος· ὁ Γ ἄρα σύγκειται ἐξ ἀρτίων. ἐὰν δὲ ἄρτιοι ἀριθμοὶ ὁποσοιοῦν συντεθῶσιν, ὁ ὅλος ἄρτιός ἐστιν. ἄρτιος ἄρα ἐστὶν ὁ Γ· ὅπερ ἔδει δεῖξαι.

如果奇数乘以偶数得到某个数,则所得到的数将是偶数。 因为,设奇数 Α 乘以偶数 Β 得到 Γ;我声称,Γ 是偶数。 因为,既然 Α 乘以 Β 得到了 Γ,因此 Γ 是由与 Β 相等且个数等于 Α 中的单位数相同的数组成的。而 Β 是偶数;因此 Γ 是由偶数组成的。如果任意多个偶数相加,则其整体为偶数。因此 Γ 是偶数;这即是所要求证的。

§9.prop.29

ἐὰν περισσὸς ἀριθμὸς περισσὸν ἀριθμὸν πολλαπλασιάσας ποιῇ τινα, ὁ γενόμενος περισσὸς ἔσται. περισσὸς γὰρ ἀριθμὸς ὁ Α περισσὸν τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω· λέγω, ὅτι ὁ Γ περισσός ἐστιν. ἐπεὶ γὰρ ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ὁ Γ ἄρα σύγκειται ἐκ τοσούτων ἴσων τῷ Β, ὅσαι εἰσὶν ἐν τῷ Α μονάδες. καί ἐστιν ἑκάτερος τῶν Α, Β περισσός· ὁ Γ ἄρα σύγκειται ἐκ περισσῶν ἀριθμῶν, ὧν τὸ πλῆθος περισσόν ἐστιν. ὥστε ὁ Γ περισσός ἐστιν· ὅπερ ἔδει δεῖξαι.

如果奇数乘以奇数得到某个数,则所得到的数将是奇数。 因为,设奇数 Α 乘以奇数 Β得到 Γ;我声称,Γ 是奇数。 因为,既然 Α 乘以 Β 得到了 Γ,因此 Γ 是由与 Β 相等且个数等于 Α 中的单位数相同的数组成的。而 Α、Β 中的每一个都是奇数;因此 Γ 是由个数为奇数的奇数组成的。所以 Γ 是奇数;这即是所要求证的。

§9.prop.30

ἐὰν περισσὸς ἀριθμὸς ἄρτιον ἀριθμὸν μετρῇ, καὶ τὸν ἥμισυν αὐτοῦ μετρήσει. περισσὸς γὰρ ἀριθμὸς ὁ Α ἄρτιον τὸν Β μετρείτω· λέγω, ὅτι καὶ τὸν ἥμισυν αὐτοῦ μετρήσει. ἐπεὶ γὰρ ὁ Α τὸν Β μετρεῖ, μετρείτω αὐτὸν κατὰ τὸν Γ·1 λέγω, ὅτι ὁ Γ οὐκ ἔστι περισσός. εἰ γὰρ δυνατόν, ἔστω. καὶ ἐπεὶ ὁ Α τὸν Β μετρεῖ κατὰ τὸν Γ, ὁ Α ἄρα τὸν Γ πολλαπλασιάσας τὸν Β πεποίηκεν. ὁ Β ἄρα σύγκειται ἐκ περισσῶν ἀριθμῶν, ὧν τὸ πλῆθος περισσόν ἐστιν. ὁ Β ἄρα περισσός ἐστιν· ὅπερ ἄτοπον· ὑπόκειται γὰρ ἄρτιος. οὐκ ἄρα ὁ Γ περισσός ἐστιν· ἄρτιος ἄρα ἐστὶν ὁ Γ. ὥστε ὁ Α τὸν Β μετρεῖ ἀρτιάκις. διὰ δὴ τοῦτο καὶ τὸν ἥμισυν αὐτοῦ μετρήσει· ὅπερ ἔδει δεῖξαι.

如果奇数整除偶数,则它也将整除该偶数的二分之一。 因为,设奇数 Α 整除偶数 Β;我声称,它也将整除该偶数的二分之一。 因为,既然 Α 整除 Β,设它以倍数 Γ 整除之;我声称,Γ 不是奇数。因为,如果可能,设它是。而既然 Α 以倍数 Γ 整除 Β,因此 Α 乘以 Γ 得到了 Β。因此 Β 是由个数为奇数的奇数组成的。因此 Β 是奇数;这是荒谬的,因为假设它是偶数。因此 Γ 不是奇数;因此 Γ 是偶数。所以 Α 以偶数倍整除 Β。正是由于这个原因,它也将整除其二分之一;这即是所要求证的。

§9.prop.31

ἐὰν περισσὸς ἀριθμὸς πρός τινα ἀριθμὸν πρῶτος ᾖ, καὶ πρὸς τὸν διπλασίονα αὐτοῦ πρῶτος ἔσται. περισσὸς γὰρ ἀριθμὸς ὁ Α πρός τινα ἀριθμὸν τὸν Β πρῶτος ἔστω, τοῦ δὲ Β διπλασίων ἔστω ὁ Γ· λέγω, ὅτι ὁ Α πρὸς τὸν Γ πρῶτός ἐστιν. εἰ γὰρ μή εἰσιν πρῶτοι, μετρήσει τις αὐτοὺς ἀριθμός. μετρείτω, καὶ ἔστω ὁ Δ. καί ἐστιν ὁ Α περισσός· περισσὸς ἄρα καὶ ὁ Δ. καὶ ἐπεὶ ὁ Δ περισσὸς ὢν τὸν Γ μετρεῖ, καί ἐστιν ὁ Γ ἄρτιος, καὶ τὸν ἥμισυν ἄρα τοῦ Γ μετρήσει. τοῦ δὲ Γ ἥμισύ ἐστιν ὁ Β· ὁ Δ ἄρα τὸν Β μετρεῖ. μετρεῖ δὲ καὶ τὸν Α. ὁ Δ ἄρα τοὺς Α, Β μετρεῖ πρώτους ὄντας πρὸς ἀλλήλους· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ὁ Α πρὸς τὸν Γ πρῶτος οὔκ ἐστιν.2 οἱ Α, Γ ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν· ὅπερ ἔδει δεῖξαι.

如果一个奇数与某个数互素,则它与该数的二倍也将互素。 因为,设奇数 Α 与某个数 Β 互素,且设 Γ 是 Β 的二倍;我声称,Α 与 Γ 互素。 因为,如果它们不互素,则将有某个数整除它们。设整除它们,并设它是 Δ。而 Α 是奇数;因此 Δ 也是奇数。而既然 Δ在是奇数的情况下整除 Γ,且 Γ 是偶数,因此它也将整除 Γ 的二分之一。而 Β 是 Γ 的二分之一;因此 Δ 整除 Β。且它也整除 Α。因此 Δ 整除互素的 Α、Β;这是不可能的。因此,并不是 Α 与 Γ 不是互素。因此 Α、Γ 彼此互素;这即是所要求证的。

§9.prop.32

τῶν ἀπὸ δυάδος διπλασιαζομένων ἀριθμῶν ἕκαστος ἀρτιάκις ἄρτιός ἐστι μόνον.3 ἀπὸ γὰρ δυάδος τῆς Α δεδιπλασιάσθωσαν ὁσοιδηποτοῦν ἀριθμοὶ οἱ Β, Γ, Δ· λέγω, ὅτι οἱ Β, Γ, Δ ἀρτιάκις ἄρτιοί εἰσι μόνον. ὅτι μὲν οὖν ἕκαστος ἀρτιάκις ἄρτιός ἐστιν, φανερόν· ἀπὸ γὰρ δυάδος ἐστὶ διπλασιασθείς. λέγω, ὅτι καὶ μόνον. ἐκκείσθω γὰρ μονάς. ἐπεὶ οὖν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογόν εἰσιν, ὁ δὲ μετὰ τὴν μονάδα ὁ Α πρῶτός ἐστιν,4 ὁ μέγιστος τῶν Α, Β, Γ, Δ ὁ Δ ὑπʼ οὐδενὸς ἄλλου μετρηθήσεται παρὲξ τῶν Α, Β, Γ. καί ἐστιν ἕκαστος τῶν Α, Β, Γ ἄρτιος· ὁ Δ ἄρα ἀρτιάκις ἄρτιός ἐστι μόνον. ὁμοίως δὴ δείξομεν, ὅτι ἑκάτερος τῶν Β, Γ ἀρτιάκις ἄρτιός ἐστι μόνον· ὅπερ ἔδει δεῖξαι.

从二开始成倍增加的数中的每一个都仅是偶倍偶数。 因为,设从二(即 Α)开始成倍增加任意多个数 Β、Γ、Δ;我声称,Β、Γ、Δ 仅是偶倍偶数。 显然,其中的每一个都是偶倍偶数;因为它是从二成倍增加得到的。我声称,它且仅是如此。因为,设给出一个单位。既然从单位开始任意多个数是连续成比例的,而紧随单位之后的 Α 是素数,那么 Α、Β、Γ、Δ 中的最大者 Δ 将不被除 Α、Β、Γ 以外的任何其他数整除。而且 Α、Β、Γ 中的每一个都是偶数;因此 Δ 仅是偶倍偶数。用同样的方法我们也将证明,Β、Γ 中的每一个也仅是偶倍偶数;这即是所要求证的。

语法注4 条
  1. 9.prop.30κατὰ τὸν Γ

    介词 κατά 加上宾格,意为“按照”或“以……的倍数”。此处表示“Α以倍数 Γ 整除 Β”(即商为 Γ)。

  2. 9.prop.31οὐκ ἄρα ὁ Α πρὸς τὸν Γ πρῶτος οὔκ ἐστιν

    使用 οὐκ ἄρα 和 οὔκ ἐστιν 的双重否定结构。在反证法中,由于前述“设 Α 与 Γ 不互素”的假设导致了矛盾,因此得出“并非 Α 与 Γ 不互素”,从而确立了肯定的结论(即它们互素)。

  3. 9.prop.32ἀρτιάκις ἄρτιός ἐστι μόνον

    术语 ἀρτιάκις ἄρτιος(偶倍偶数,或偶偶数)在定义上是指能被偶数整除偶数次、且完全没有奇数约数的数(即 2 的幂次 $2^n$)。加上 μόνον(仅、只)强调了它绝不含有任何奇数约数。

  4. 9.prop.32ὁ δὲ μετὰ τὴν μονάδα ὁ Α πρῶτός ἐστιν

    意为“而在单位(1)之后的 Α 是素数”。在等比数列中,如果紧随单位之后的首项(即公比)是素数,那么该数列中任意项的约数只能是其前面的各项(即 9.13 命题等),这构成了此处推导的逻辑与几何学前提。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:9.prop.27-9.prop.32