- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:9.prop.36#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节开始证明,若从1开始、公比为2的等比数列之和为素数,则该和与最后一项的积是一个完全数。利用等比数列与比例的性质,建立其所有约数之间的等量关系。
ἐὰν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἐκτεθῶσιν ἐν τῇ διπλασίονι ἀναλογίᾳ, ἕως οὗ1 ὁ σύμπας συντεθεὶς πρῶτος γένηται, καὶ ὁ σύμπας ἐπὶ τὸν ἔσχατον πολλαπλασιασθεὶς ποιῇ τινα, ὁ γενόμενος τέλειος ἔσται. ἀπὸ γὰρ μονάδος ἐκκείσθωσαν ὁσοιδηποτοῦν ἀριθμοὶ ἐν τῇ διπλασίονι ἀναλογίᾳ, ἕως οὗ ὁ σύμπας συντεθεὶς πρῶτος γένηται, οἱ Α, Β, Γ, Δ,2 καὶ τῷ σύμπαντι ἴσος ἔστω ὁ Ε, καὶ ὁ Ε τὸν Δ πολλαπλασιάσας τὸν ΖΗ ποιείτω. λέγω, ὅτι ὁ ΖΗ τέλειός ἐστιν. ὅσοι γάρ εἰσιν οἱ Α, Β, Γ, Δ τῷ πλήθει, τοσοῦτοι ἀπὸ τοῦ Ε εἰλήφθωσαν ἐν τῇ διπλασίονι ἀναλογίᾳ οἱ Ε, ΘΚ, Λ, Μ· διʼ ἴσου3 ἄρα ἐστὶν ὡς ὁ Α πρὸς τὸν Δ, οὕτως ὁ Ε πρὸς τὸν Μ. ὁ ἄρα ἐκ τῶν Ε, Δ ἴσος ἐστὶ τῷ ἐκ τῶν Α, Μ. καί ἐστιν ὁ ἐκ τῶν Ε, Δ ὁ ΖΗ· καὶ ὁ ἐκ τῶν Α, Μ ἄρα ἐστὶν ὁ ΖΗ. ὁ Α ἄρα τὸν Μ πολλαπλασιάσας τὸν ΖΗ πεποίηκεν· ὁ Μ ἄρα τὸν ΖΗ μετρεῖ κατὰ τὰς ἐν τῷ Α μονάδας.4 καί ἐστι δυὰς ὁ Α· διπλάσιος ἄρα ἐστὶν ὁ ΖΗ τοῦ Μ. εἰσὶ δὲ καὶ οἱ Μ, Λ, ΘΚ, Ε ἑξῆς διπλάσιοι ἀλλήλων· οἱ Ε, ΘΚ, Λ, Μ, ΖΗ ἄρα ἑξῆς ἀνάλογόν εἰσιν ἐν τῇ διπλασίονι ἀναλογίᾳ. ἀφῃρήσθω δὴ ἀπὸ τοῦ δευτέρου τοῦ ΘΚ καὶ τοῦ ἐσχάτου τοῦ ΖΗ τῷ πρώτῳ τῷ Ε ἴσος ἑκάτερος τῶν ΘΝ, ΖΞ· ἔστιν ἄρα ὡς ἡ τοῦ δευτέρου ἀριθμοῦ ὑπεροχὴ πρὸς τὸν πρῶτον, οὕτως ἡ τοῦ ἐσχάτου ὑπεροχὴ πρὸς τοὺς πρὸ ἑαυτοῦ πάντας. ἔστιν ἄρα ὡς ὁ ΝΚ πρὸς τὸν Ε, οὕτως ὁ ΞΗ πρὸς τοὺς Μ, Λ, ΚΘ, Ε. καί ἐστιν ὁ ΝΚ ἴσος τῷ Ε· καὶ ὁ ΞΗ ἄρα ἴσος ἐστὶ τοῖς Μ, Λ, ΘΚ, Ε. ἔστι δὲ καὶ ὁ ΖΞ τῷ Ε ἴσος, ὁ δὲ Ε τοῖς Α, Β, Γ, Δ καὶ τῇ μονάδι. ὅλος ἄρα ὁ ΖΗ ἴσος ἐστὶ τοῖς τε Ε, ΘΚ, Λ, Μ καὶ τοῖς Α, Β, Γ, Δ καὶ τῇ μονάδι· καὶ μετρεῖται ὑπʼ αὐτῶν. λέγω, ὅτι καὶ ὁ ΖΗ ὑπʼ οὐδενὸς ἄλλου μετρηθήσεται παρὲξ τῶν Α, Β, Γ, Δ, Ε, ΘΚ, Λ, Μ καὶ τῆς μονάδος. εἰ γὰρ δυνατόν, μετρείτω τις τὸν ΖΗ ὁ Ο, καὶ ὁ Ο μηδενὶ τῶν Α, Β, Γ, Δ, Ε, ΘΚ, Λ, Μ ἔστω ὁ αὐτός. καὶ ὁσάκις ὁ Ο τὸν ΖΗ μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Π· ὁ Π ἄρα τὸν Ο πολλαπλασιάσας τὸν ΖΗ πεποίηκεν.
如果从单位(一)开始,任意多个数连续以二倍的比例排列,直到它们全部相加之和成为素数,并且此和乘以末项产生某个数,那么所产生的数将是完全数。因为,设从单位开始,任意多个数 Α、Β、Γ、Δ 以二倍的比例排列,直到它们相加之和成为素数,并设 Ε 等于此和,且让 Ε 乘以 Δ 产生 ΖΗ。我声称,ΖΗ 是完全数。因为,以 Α、Β、Γ、Δ 的个数,从 Ε 开始,取相同个数的数以二倍的比例排列,设为 Ε、ΘΚ、Λ、Μ;因此,由等比,正如 Α 与 Δ 的比,正如 Ε 与 Μ 的比。因此 Ε 与 Δ 的积等于 Α 与 Μ 的积。而 Ε 与 Δ 的积是 ΖΗ;因此 Α 与 Μ 的积也是 ΖΗ。因此 Α 乘以 Μ 产生了 ΖΗ;因此 Μ 以 Α 中的单位数整除 ΖΗ。而 Α 是二;因此ΖΗ 是 Μ 的两倍。然而 Μ、Λ、ΘΚ、Ε 也依次互为两倍;因此 Ε、ΘΚ、Λ、Μ、ΖΗ 是在二倍比例中连续成比例的。现在,设从第二项 ΘΚ 和末项 ΖΗ 中,分别减去与第一项 Ε 相等的 ΘΝ、ΖΞ;因此,正如第二个数的超过与第一个数的比,正如末项的超过与在它之前的所有项的比。因此,正如 ΝΚ 与 Ε 的比,正如 ΞΗ 与 Μ、Λ、ΚΘ、Ε 的比。而 ΝΚ 等于 Ε;因此 ΞΗ 也等于 Μ、Λ、ΘΚ、Ε。并且 ΖΞ 也等于Ε,而 Ε 等于 Α、Β、Γ、Δ 以及单位(一)。因此全体 ΖΗ 等于 Ε、ΘΚ、Λ、Μ 以及 Α、Β、Γ、Δ 和单位(一);且它被它们整除。我声称,除了 Α、Β、Γ、Δ、Ε、ΘΚ、Λ、Μ 和单位(一)之外,ΖΗ 不会被任何其他数整除。因为,如果可能,让某个数 Ο 整除 ΖΗ,且设 Ο 不与 Α、Β、Γ、Δ、Ε、ΘΚ、Λ、Μ 中的任何一个相同。且设 Ο 整除 ΖΗ 的次数与 Π 中的单位数相同;因此 Π 乘以 Ο 产生了 ΖΗ。
- 9.prop.36ἕως οὗ
伴随中性属格关系代词 οὗ 的连词性表达,意为“直到……”。
- 9.prop.36ὁ ἐκ τῶν Ε, Δ
字面意为“由 Ε、Δ 所产生的(图形)”,源自平面几何中“由两边包围的矩形(面积)”的比喻,在算术中表示两数之“积”。
- 9.prop.36διʼ ἴσου
比例论中的专业术语,意为“等比(ex aequali)”(《几何原本》第五卷界说17)。指在一系列连续比例中,首项与末项的比相等。
- 9.prop.36κατὰ τὰς ἐν τῷ Α μονάδας
介词 κατά 接宾格,表示“根据、按照……的数量”。“按照 Α 中的单位数”是算术表达,规定了一个数整除或乘以另一个数的倍数。
