← 欧几里得

几何原本

§9.prop.20-9.prop.26

素数无限性与奇偶数加减性质

命题20证明了素数有无穷多个,命题21至26论证了关于奇数和偶数加减法的奇偶性基本规律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.prop.20

οἱ πρῶτοι ἀριθμοὶ πλείους εἰσὶ παντὸς τοῦ προτεθέντος πλήθους πρώτων ἀριθμῶν. ἔστωσαν οἱ προτεθέντες πρῶτοι ἀριθμοὶ οἱ Α, Β, Γ· λέγω, ὅτι τῶν Α, Β, Γ πλείους εἰσὶ πρῶτοι ἀριθμοί. εἰλήφθω γὰρ ὁ ὑπὸ τῶν Α, Β, Γ ἐλάχιστος μετρούμενος1 καὶ ἔστω ὁ ΔΕ, καὶ προσκείσθω τῷ ΔΕ μονὰς ἡ ΔΖ. ὁ δὴ ΕΖ ἤτοι πρῶτός ἐστιν ἢ οὔ. ἔστω πρότερον πρῶτος· εὑρημένοι ἄρα εἰσὶ πρῶτοι ἀριθμοὶ οἱ Α, Β, Γ, ΕΖ πλείους τῶν Α, Β, Γ. ἀλλὰ δὴ μὴ ἔστω ὁ ΕΖ πρῶτος· ὑπὸ πρώτου ἄρα τινὸς ἀριθμοῦ μετρεῖται. μετρείσθω ὑπὸ πρώτου τοῦ Η· λέγω, ὅτι ὁ Η οὐδενὶ τῶν Α, Β, Γ ἐστιν ὁ αὐτός. εἰ γὰρ δυνατόν, ἔστω. οἱ δὲ Α, Β, Γ τὸν ΔΕ μετροῦσιν· καὶ ὁ Η ἄρα τὸν ΔΕ μετρήσει. μετρεῖ δὲ καὶ τὸν ΕΖ· καὶ λοιπὴν τὴν ΔΖ μονάδα μετρήσει ὁ Η ἀριθμὸς ὤν·2 ὅπερ ἄτοπον. οὐκ ἄρα ὁ Η ἑνὶ τῶν Α, Β, Γ ἐστιν ὁ αὐτός. καὶ ὑπόκειται πρῶτος. εὑρημένοι ἄρα εἰσὶ πρῶτοι ἀριθμοὶ πλείους τοῦ προτεθέντος πλήθους τῶν Α, Β, Γ οἱ Α, Β, Γ, Η· ὅπερ ἔδει δεῖξαι.

素数多于任何给定的素数个数。 设给定的素数为 Α、Β、Γ;我声称,存在比 Α、Β、Γ 更多的素数。 因为,设取了被 Α、Β、Γ 整除的最小数,并设它为 ΔΕ,且设在 ΔΕ 上加上单位 ΔΖ。那么 ΕΖ 或者是个素数,或者不是。首先,设它是素数;因此,找到了比 Α、Β、Γ 更多的素数 Α、Β、Γ、ΕΖ。 但是确实,设 ΕΖ 不是素数;因此它被某个素数整除。设它被素数 Η 整除;我声称,Η 与 Α、Β、Γ 中的任何一个都不相同。因为,如果可能,设它相同。但是 Α、Β、Γ 整除 ΔΕ;因此 Η 也将整除 ΔΕ。而且它也整除 ΕΖ;因此,作为数的 Η 也将整除剩下的单位 ΔΖ;这是荒谬的。因此,Η 与 Α、Β、Γ 中的任何一个都不相同。且它被假定为素数。因此,找到了比给定的 Α、Β、Γ 个数更多的素数 Α、Β、Γ、Η;这即是所要求证的。

§9.prop.21

ἐὰν ἄρτιοι ἀριθμοὶ ὁποσοιοῦν συντεθῶσιν, ὁ ὅλος ἄρτιός ἐστιν. Συγκείσθωσαν γὰρ ἄρτιοι ἀριθμοὶ ὁποσοιοῦν οἱ ΑΒ, ΒΓ, ΓΔ, ΔΕ· λέγω, ὅτι ὅλος ὁ ΑΕ ἄρτιός ἐστιν. ἐπεὶ γὰρ ἕκαστος τῶν ΑΒ, ΒΓ, ΓΔ, ΔΕ ἄρτιός ἐστιν, ἔχει μέρος ἥμισυ· ὥστε καὶ ὅλος ὁ ΑΕ ἔχει μέρος ἥμισυ. ἄρτιος δὲ ἀριθμός ἐστιν ὁ δίχα διαιρούμενος· ἄρτιος ἄρα ἐστὶν ὁ ΑΕ· ὅπερ ἔδει δεῖξαι.

如果任意多个偶数相加,则其整体为偶数。 因为,设任意多个偶数 ΑΒ、ΒΓ、ΓΔ、ΔΕ 相加;我声称,整体 ΑΕ 是偶数。 因为,既然 ΑΒ、ΒΓ、ΓΔ、ΔΕ 中的每一个都是偶数,它就有一个二分之一的部分;所以整体 ΑΕ 也有一个二分之一的部分。而偶数就是能被平分的数;因此 ΑΕ 是偶数;这即是所要求证的。

§9.prop.22

ἐὰν περισσοὶ ἀριθμοὶ ὁποσοιοῦν συντεθῶσιν, τὸ δὲ πλῆθος αὐτῶν ἄρτιον ᾖ, ὁ ὅλος ἄρτιος ἔσται. Συγκείσθωσαν γὰρ περισσοὶ ἀριθμοὶ ὁσοιδηποτοῦν ἄρτιοι τὸ πλῆθος οἱ ΑΒ, ΒΓ, ΓΔ, ΔΕ· λέγω, ὅτι ὅλος ὁ ΑΕ ἄρτιός ἐστιν. ἐπεὶ γὰρ ἕκαστος τῶν ΑΒ, ΒΓ, ΓΔ, ΔΕ περιττός ἐστιν, ἀφαιρεθείσης μονάδος ἀφʼ ἑκάστου ἕκαστος τῶν λοιπῶν ἄρτιος ἔσται· ὥστε καὶ ὁ συγκείμενος ἐξ αὐτῶν ἄρτιος ἔσται. ἔστι δὲ καὶ τὸ πλῆθος τῶν μονάδων ἄρτιον. καὶ ὅλος ἄρα ὁ ΑΕ ἄρτιός ἐστιν· ὅπερ ἔδει δεῖξαι.

如果任意多个奇数相加,且它们的个数是偶数,则整体将是偶数。 因为,设个数为偶数的任意多个奇数 ΑΒ、ΒΓ、ΓΔ、ΔΕ 相加;我声称,整体 ΑΕ 是偶数。 因为,既然 ΑΒ、ΒΓ、ΓΔ、ΔΕ 中的每一个都是奇数,如果从每一个中减去一个单位,则剩下的每一个都将是偶数;所以由它们组成的数也将是偶数。但是单位的个数也是偶数。因此整体 ΑΕ 也是偶数;这即是所要求证的。

§9.prop.23

ἐὰν περισσοὶ ἀριθμοὶ ὁποσοιοῦν συντεθῶσιν, τὸ δὲ πλῆθος αὐτῶν περισσὸν ᾖ, καὶ ὁ ὅλος περισσὸς ἔσται. Συγκείσθωσαν γὰρ ὁποσοιοῦν περισσοὶ ἀριθμοί, ὧν τὸ πλῆθος περισσὸν ἔστω, οἱ ΑΒ, ΒΓ, ΓΔ· λέγω, ὅτι καὶ ὅλος ὁ ΑΔ περισσός ἐστιν. ἀφῃρήσθω ἀπὸ τοῦ ΓΔ μονὰς ἡ ΔΕ· λοιπὸς ἄρα ὁ ΓΕ ἄρτιός ἐστιν. ἔστι δὲ καὶ ὁ ΓΑ ἄρτιος·3 καὶ ὅλος ἄρα ὁ ΑΕ ἄρτιός ἐστιν. καί ἐστι μονὰς ἡ ΔΕ. περισσὸς ἄρα ἐστὶν ὁ ΑΔ· ὅπερ ἔδει δεῖξαι.

如果任意多个奇数相加,且它们的个数是奇数,则整体也将是奇数。 因为,设任意多个奇数相加,且它们的个数是奇数,设它们为 ΑΒ、ΒΓ、ΓΔ;我声称,整体 ΑΔ 也是奇数。 设从 ΓΔ 中减去单位 ΔΕ;因此剩下的 ΓΕ 是偶数。但是 ΓΑ 也是偶数;因此整体 ΑΕ 也是偶数。而 ΔΕ 是单位;因此 ΑΔ 是奇数;这即是所要求证的。

§9.prop.24

ἐὰν ἀπὸ ἀρτίου ἀριθμοῦ ἄρτιος ἀφαιρεθῇ, ὁ λοιπὸς ἄρτιος ἔσται. ἀπὸ γὰρ ἀρτίου τοῦ ΑΒ ἄρτιος ἀφῃρήσθω ὁ ΒΓ· λέγω, ὅτι ὁ λοιπὸς ὁ ΓΑ ἄρτιός ἐστιν. ἐπεὶ γὰρ ὁ ΑΒ ἄρτιός ἐστιν, ἔχει μέρος ἥμισυ. διὰ τὰ αὐτὰ δὴ καὶ ὁ ΒΓ ἔχει μέρος ἥμισυ· ὥστε καὶ λοιπὸς ἄρτιος ἐστὶν ὁ ΑΓ· ὅπερ ἔδει δεῖξαι.

如果从偶数中减去偶数,则余数将是偶数。 因为,设从偶数 ΑΒ 中减去偶数 ΒΓ;我声称,余数 ΓΑ 是偶数。 因为,既然 ΑΒ 是偶数,它就有一个二分之一的部分。由于同样的原因,ΒΓ 也有一个二分之一的部分;所以余数 ΑΓ 也是偶数;这即是所要求证的。

§9.prop.25

ἐὰν ἀπὸ ἀρτίου ἀριθμοῦ περισσὸς ἀφαιρεθῇ, ὁ λοιπὸς περισσὸς ἔσται. ἀπὸ γὰρ ἀρτίου τοῦ ΑΒ περισσὸς ἀφῃρήσθω ὁ ΒΓ· λέγω, ὅτι ὁ λοιπὸς ὁ ΓΑ περισσός ἐστιν. ἀφῃρήσθω γὰρ ἀπὸ τοῦ ΒΓ μονὰς ἡ ΓΔ· ὁ ΔΒ ἄρα ἄρτιός ἐστιν. ἔστι δὲ καὶ ὁ ΑΒ ἄρτιος· καὶ λοιπὸς ἄρα ὁ ΑΔ ἄρτιός ἐστιν. καί ἐστι μονὰς ἡ ΓΔ· ὁ ΓΑ ἄρα περισσός ἐστιν· ὅπερ ἔδει δεῖξαι.

如果从偶数中减去奇数,则余数将是奇数。 因为,设从偶数 ΑΒ 中减去奇数 ΒΓ;我声称,余数 ΓΑ 是奇数。 因为,设从 ΒΓ 中减去单位 ΓΔ;因此 ΔΒ 是偶数。但是 ΑΒ 也是偶数;因此余数 ΑΔ 也是偶数。而 ΓΔ 是单位;因此 ΓΑ 是奇数;这即是所要求证的。

§9.prop.26

ἐὰν ἀπὸ περισσοῦ ἀριθμοῦ περισσὸς ἀφαιρεθῇ, ὁ λοιπὸς ἄρτιος ἔσται. ἀπὸ γὰρ περισσοῦ τοῦ ΑΒ περισσὸς ἀφῃρήσθω ὁ ΒΓ· λέγω, ὅτι ὁ λοιπὸς ὁ ΓΑ ἄρτιός ἐστιν. ἐπεὶ γὰρ ὁ ΑΒ περισσός ἐστιν, ἀφῃρήσθω μονὰς ἡ ΒΔ· λοιπὸς ἄρα ὁ ΑΔ ἄρτιός ἐστιν. διὰ τὰ αὐτὰ δὴ καὶ ὁ ΓΔ ἄρτιός ἐστιν· ὥστε καὶ λοιπὸς ὁ ΓΑ ἄρτιός ἐστιν· ὅπερ ἔδει δεῖξαι.

如果从奇数中减去奇数,则余数将是偶数。 因为,设从奇数 ΑΒ 中减去奇数 ΒΓ;我声称,余数 ΓΑ 是偶数。 因为,既然 ΑΒ 是奇数,设减去单位 ΒΔ;因此余数 ΑΔ 是偶数。由于同样的原因,ΓΔ 也是偶数;所以余数 ΓΑ 也是偶数;这即是所要求证的。

语法注3 条
  1. prop.20ὁ ὑπὸ τῶν Α, Β, Γ ἐλάχιστος μετρούμενος

    此分词短语中省略了名词“数”(ἀριθμός),意为“被 Α、Β、Γ 整除(度量)的最小[数]”,相当于现代的“最小公倍数”。介词短语 ὑπό 加上属格表示被动现在分词 μετρούμενος(被度量、被整除)的施动者。

  2. prop.20λοιπὴν τὴν ΔΖ μονάδα μετρήσει ὁ Η ἀριθμὸς ὤν

    该句意为“作为数的 Η 将整除剩余的单位 ΔZ”。分词 ὤν 表示让步或原因(“虽然是数”或“因为是数”)。在古希腊数学定义中,单位(1)不被称为“数”(“数”是由单位组成的,从2开始的整数)。因此,“作为数(即不小于2的整数)的 Η”去整除“单位(1)”是不可能的,这构成了荒谬(ἄτοπον)的依据。

  3. prop.23ἔστι δὲ καὶ ὁ ΓΑ ἄρτιος

    “而 ΓΑ 也是偶数”这一句。基于几何线段模型(Α-Β-Γ-Δ),ΓΑ(或 ΑΓ)代表奇数 ΑΒ 与 ΒΓ 的和。此处暗中应用了前一命题22的定理(“偶数个奇数相加,其和为偶数”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:9.prop.20-9.prop.26