← 欧几里得

几何原本

§8.prop.3

同比连比例最小数列之两端互素

证明在给定比中呈连比例的最小数数列里,其两端的项必然互素,证明通过与前一命题所建构的唯一最小数列进行逐项对应来完成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.prop.3

ἐὰν ὦσιν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον ἐλάχιστοι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς,1 οἱ ἄκροι αὐτῶν πρῶτοι πρὸς ἀλλήλους εἰσίν. ἔστωσαν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον ἐλάχιστοι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς οἱ Α, Β, Γ, Δ· λέγω, ὅτι οἱ ἄκροι αὐτῶν οἱ Α, Δ πρῶτοι πρὸς ἀλλήλους εἰσίν. εἰλήφθωσαν γὰρ δύο μὲν ἀριθμοὶ ἐλάχιστοι ἐν τῷ τῶν Α, Β, Γ, Δ λόγῳ2 οἱ Ε, Ζ, τρεῖς δὲ οἱ Η, Θ, Κ, καὶ ἑξῆς ἑνὶ πλείους, ἕως τὸ λαμβανόμενον πλῆθος ἴσον γένηται τῷ πλήθει τῶν Α, Β, Γ, Δ. εἰλήφθωσαν καὶ ἔστωσαν οἱ Λ, Μ, Ν, Ξ. καὶ ἐπεὶ οἱ Ε, Ζ ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς, πρῶτοι πρὸς ἀλλήλους εἰσίν. καὶ ἐπεὶ ἑκάτερος τῶν Ε, Ζ ἑαυτὸν μὲν πολλαπλασιάσας ἑκάτερον τῶν Η, Κ πεποίηκεν, ἑκάτερον δὲ τῶν Η, Κ πολλαπλασιάσας ἑκάτερον τῶν Λ, Ξ πεποίηκεν, καὶ οἱ Η, Κ ἄρα καὶ οἱ Λ, Ξ πρῶτοι πρὸς ἀλλήλους εἰσίν. καὶ ἐπεὶ οἱ Α, Β, Γ, Δ ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς, εἰσὶ δὲ καὶ οἱ Λ, Μ, Ν, Ξ ἐλάχιστοι ἐν τῷ αὐτῷ λόγῳ ὄντες τοῖς Α, Β, Γ, Δ, καί ἐστιν ἴσον τὸ πλῆθος τῶν Α, Β, Γ, Δ τῷ πλήθει τῶν Λ, Μ, Ν, Ξ, ἕκαστος ἄρα τῶν Α, Β, Γ, Δ ἑκάστῳ τῶν Λ, Μ, Ν, Ξ ἴσος ἐστίν·3 ἴσος ἄρα ἐστὶν ὁ μὲν Α τῷ Λ, ὁ δὲ Δ τῷ Ξ. καί εἰσιν οἱ Λ, Ξ πρῶτοι πρὸς ἀλλήλους. καὶ οἱ Α, Δ ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν· ὅπερ ἔδει δεῖξαι.

如果任意多个连比例数,在拥有与它们相同比的数中是最小的,那么它们的端项互素。 设 Α、Β、Γ、Δ 为任意多个连比例数,且在拥有与它们相同比的数中是最小的;我声称,它们的端项 Α、Δ 互素。 因为,在 Α、Β、Γ、Δ 的比中,设取两个最小的数Ε、Ζ;以及三个数 Η、Θ、Κ,并依次递增一个,直到所取数量等于 Α、Β、Γ、Δ 的数量。设它们已被取,并设它们为 Λ、Μ、Ν、Ξ。 因为 Ε、Ζ 在拥有与它们相同比的数中是最小的,所以它们互素。又因为 Ε、Ζ 各自乘分别得到了 Η、Κ,并且分别乘以 Η、Κ 得到了 Λ、Ξ,所以 Η、Κ 以及 Λ、Ξ 互素。又因为 Α、Β、Γ、Δ 在拥有与它们相同比的数中是最小的,而 Λ、Μ、Ν、Ξ 也是最小的,且与Α、Β、Γ、Δ 拥有相同的比,且 Α、Β、Γ、Δ 的数量等于 Λ、Μ、Ν、Ξ 的数量,所以 Α、Β、Γ、Δ 各自等于 Λ、Μ、Ν、Ξ 各自;因此 Α 等于 Λ,而 Δ 等于 Ξ。且 Λ、Ξ 互素。所以 Α、Δ 也互素;这就是所要证明的。

语法注3 条
  1. 8.prop.3τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς

    τῶν ... ἐχόντων 是部分属格(partitive genitive),修饰具有最高级意义的形容词 ἐλάχιστοι,表示进行比较的母集合(“在……之中最小的”)。αὐτοῖς 是与格,与 τὸν αὐτὸν λόγον 连用,表示“与它们相同的比”。

  2. 8.prop.3εἰλήφθωσαν γὰρ δύο μὲν ἀριθμοὶ ἐλάχιστοι ἐν τῷ τῶν Α, Β, Γ, Δ λόγῳ ...

    这是一个以第三人称被动命令式动词 εἰλήφθωσαν 开头的长句。它共同支配了 δύο μὲν ...、τρεῖς δὲ ... 以及 καὶ ἑξῆς ... 多个主语。由 ἕως 引导的条件从句指明了操作的终止条件,即不断根据前述命题的方法构造更多项的连比例最小数,直到项数与给定数(本例中为4项)的数量相等。

  3. 8.prop.3ἕκαστος ἄρα τῶν Α, Β, Γ, Δ ἑκάστῳ τῶν Λ, Μ, Ν, Ξ ἴσος ἐστίν

    基于具有相同比的“最小数”序列的唯一性(参见第7卷命题21),指出了具有相同比且项数相同的两组最小数序列 Α、Β、Γ、Δ 与 Λ、Μ、Ν、Ξ 的对应项必须一一相等。由此导出了端项之间的相等关系 Α = Λ 和 Δ = Ξ。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 2 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.3