- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.4#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
求在任意给定的用最小数表示的比中连续比例的最小数。本段通过最小公倍数构造出这一组数(Θ、Η、Κ、Λ),并用反证法证明它们是最小的。
λόγων δοθέντων1 ὁποσωνοῦν ἐν ἐλαχίστοις ἀριθμοῖς ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον ἐλαχίστους ἐν τοῖς δοθεῖσι λόγοις. ἔστωσαν οἱ δοθέντες λόγοι ἐν ἐλαχίστοις ἀριθμοῖς ὅ τε τοῦ Α πρὸς τὸν Β καὶ ὁ τοῦ Γ πρὸς τὸν Δ καὶ ἔτι ὁ τοῦ Ε πρὸς τὸν Ζ· δεῖ δὴ ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον ἐλαχίστους ἔν τε τῷ τοῦ Α πρὸς τὸν Β λόγῳ καὶ ἐν τῷ τοῦ Γ πρὸς τὸν Δ καὶ ἔτι ἐν τῷ τοῦ Ε πρὸς τὸν Ζ. εἰλήφθω γὰρ ὁ ὑπὸ τῶν Β, Γ ἐλάχιστος μετρούμενος ἀριθμὸς2 ὁ Η. καὶ ὁσάκις μὲν ὁ Β τὸν Η μετρεῖ, τοσαυτάκις3 καὶ ὁ Α τὸν Θ μετρείτω, ὁσάκις δὲ ὁ Γ τὸν Η μετρεῖ, τοσαυτάκις καὶ ὁ Δ τὸν Κ μετρείτω. ὁ δὲ Ε τὸν Κ ἤτοι μετρεῖ ἢ οὐ μετρεῖ. μετρείτω πρότερον.4 καὶ ὁσάκις ὁ Ε τὸν Κ μετρεῖ, τοσαυτάκις καὶ ὁ Ζ τὸν Λ μετρείτω. καὶ ἐπεὶ ἰσάκις ὁ Α τὸν Θ μετρεῖ καὶ ὁ Β τὸν Η, ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Θ πρὸς τὸν Η. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς ὁ Γ πρὸς τὸν Δ, οὕτως ὁ Η πρὸς τὸν Κ, καὶ ἔτι ὡς ὁ Ε πρὸς τὸν Ζ, οὕτως ὁ Κ πρὸς τὸν Λ· οἱ Θ, Η, Κ, Λ ἄρα ἑξῆς ἀνάλογόν εἰσιν ἔν τε τῷ τοῦ Α πρὸς τὸν Β καὶ ἐν τῷ τοῦ Γ πρὸς τὸν Δ καὶ ἔτι ἐν τῷ τοῦ Ε πρὸς τὸν Ζ λόγῳ. λέγω δή, ὅτι καὶ ἐλάχιστοι. εἰ γὰρ μή εἰσιν οἱ Θ, Η, Κ, Λ ἑξῆς ἀνάλογον ἐλάχιστοι ἔν τε τοῖς τοῦ Α πρὸς τὸν Β καὶ τοῦ Γ πρὸς τὸν Δ καὶ ἐν τῷ τοῦ Ε πρὸς τὸν Ζ λόγοις, ἔστωσαν οἱ Ν, Ξ, Μ, Ο. καὶ ἐπεί ἐστιν ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Ν πρὸς τὸν Ξ, οἱ δὲ Α, Β ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις ὅ τε μείζων τὸν μείζονα καὶ ὁ ἐλάσσων τὸν ἐλάσσονα, τουτέστιν ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον,5 ὁ Β ἄρα τὸν Ξ μετρεῖ. διὰ τὰ αὐτὰ δὴ καὶ ὁ Γ τὸν Ξ μετρεῖ· οἱ Β, Γ ἄρα τὸν Ξ μετροῦσιν· καὶ ὁ ἐλάχιστος ἄρα ὑπὸ τῶν Β, Γ μετρούμενος τὸν Ξ μετρήσει. ἐλάχιστος δὲ ὑπὸ τῶν Β, Γ μετρεῖται ὁ Η· ὁ Η ἄρα τὸν Ξ μετρεῖ ὁ μείζων τὸν ἐλάσσονα·6 ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἔσονταί τινες τῶν Θ, Η, Κ, Λ ἐλάσσονες ἀριθμοὶ ἑξῆς ἔν τε τῷ τοῦ Α πρὸς τὸν Β καὶ τῷ τοῦ Γ πρὸς τὸν Δ καὶ ἔτι τῷ τοῦ Ε πρὸς τὸν Ζ λόγῳ.
当给出任意多个用最小数表示的比时,求在这些给定比中连续比例的最小数。设给出的用最小数表示的比为Α 对 Β、Γ 对 Δ,以及 Ε 对 Ζ 的比;那么,必须求得在 Α 对 Β 的比、Γ 对 Δ 的比、以及 Ε 对 Ζ 的比中连续比例的最小数。因为,设取被 Β、Γ 测度的最小数 Η。并且,Β 测度 Η 多少次,就让 Α 也测度 Θ 多少次;而 Γ 测度 Η 多少次,就让 Δ 也测度 Κ 多少次。而 Ε 或者测度 Κ,或者不测度。设先测度它。并且,Ε 测度 Κ 多少次,就让 Ζ 也测度 Λ 多少次。并且因为 Α 测度 Θ 的次数与 Β 测度 Η 的次数相同,所以,Α 对 Β 就像 Θ 对 Η。确实由于同样的原因,Γ 对 Δ 就像 Η 对 Κ,并且进一步,Ε 对 Ζ 就像 Κ 对 Λ;从而 Θ、Η、Κ、Λ 在 Α 对 Β 的比、Γ 对 Δ 的比,以及 Ε 对 Ζ 的比中是连续比例的。我确实声称,它们也是最小的。因为,如果 Θ、Η、Κ、Λ 不是在 Α 对 Β 的比、Γ 对 Δ 的比,以及 Ε 对 Ζ 的比中连续比例的最小数,设它们为 Ν、Ξ、Μ、Ο。而且因为 Α 对Β 就像 Ν 对 Ξ,而 Α、Β 是最小的数,且最小的数以相同的次数测度与它们具有相同比的数,即较大的测度较大的,较小的测度较小的,也就是前项测度前项,后项测度后项,因此 Β 测度 Ξ。确实由于同样的原因,Γ 也测度 Ξ;因此 Β、Γ 测度 Ξ;从而被 Β、Γ 测度的最小数也将测度 Ξ。但被 Β、Γ 测度的最小数是 Η;因此 Η 测度 Ξ,即较大的测度较小的;这是不可能的。因此,不会有任何比 Θ、Η、Κ、Λ 更小的数,在 Α 对 Β 的比、Γ 对 Δ 的比,以及 Ε 对 Ζ 的比中连续比例。
- 8.prop.4λόγων δοθέντων
属格绝对结构(独立属格),表示“当给出任意多个比时”的前提条件。
- 8.prop.4ὁ ὑπὸ τῶν Β, Γ ἐλάχιστος μετρούμενος ἀριθμὸς
一种数学公式化表达,意为“被 Β、Γ 测度(整除)的最小数”,即现代所说的“Β 与 Γ 的最小公倍数”。使用被动分词 μετρούμενος 伴随前置词 ὑπό。
- 8.prop.4ὁσάκις... τοσαυτάκις
关系副词,意为“多少次……就多少次”,用于定义等比关系。与第三人称命令式 μετρείτω(让其测度)连用,设定了作图上 Α:Β = Θ:Η 的条件。
- 8.prop.4μετρείτω πρότερον
意为“设首先测度”。使用第三人称单数命令式,在数学证明中引入第一种情况(假设)。
- 8.prop.4ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον
比例论中的术语:ἡγούμενος 表示前项(antecedent),ἑπόμενος 表示后项(consequent)。宾格 τὸν ἡγούμενον 和 τὸν ἑπόμενον 是动词 μετροῦσι 的宾语。
- 8.prop.4ὁ μείζων τὸν ἐλάσσονα
无动词的同位语表达,简练地描述了“较大者[测度]较小者(这一矛盾)”。在此语境中,指已引入的 Η(较大者)测度 Ξ(较小者)。
