- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
展示了在给定比中求任意指定个数的连比例最小数的构造方法(以四个数为例),证明了其最小性,并推导出其端项在三个数时为平方数、四个数时为立方数的推论。
ἀριθμοὺς εὑρεῖν1 ἑξῆς ἀνάλογον ἐλαχίστους, ὅσους ἂν ἐπιτάξῃ τις, ἐν τῷ δοθέντι λόγῳ. ἔστω ὁ δοθεὶς λόγος ἐν ἐλαχίστοις ἀριθμοῖς ὁ τοῦ Α πρὸς τὸν Β· δεῖ δὴ ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον ἐλαχίστους, ὅσους ἄν τις ἐπιτάξῃ, ἐν τῷ τοῦ Α πρὸς τὸν Β λόγῳ. Ἐπιτετάχθωσαν δὴ τέσσαρες, καὶ ὁ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Γ ποιείτω, τὸν δὲ Β πολλαπλασιάσας τὸν Δ ποιείτω, καὶ ἔτι ὁ Β ἑαυτὸν πολλαπλασιάσας τὸν Ε ποιείτω, καὶ ἔτι ὁ Α τοὺς Γ, Δ, Ε πολλαπλασιάσας τοὺς Ζ, Η, Θ ποιείτω, ὁ δὲ Β τὸν Ε πολλαπλασιάσας τὸν Κ ποιείτω. καὶ ἐπεὶ ὁ Α ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Γ πεποίηκεν, τὸν δὲ Β πολλαπλασιάσας τὸν Δ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, ὁ Γ πρὸς τὸν Δ.2 πάλιν, ἐπεὶ ὁ μὲν Α τὸν Β πολλαπλασιάσας τὸν Δ πεποίηκεν, ὁ δὲ Β ἑαυτὸν πολλαπλασιάσας τὸν Ε πεποίηκεν, ἑκάτερος ἄρα τῶν Α, Β τὸν Β πολλαπλασιάσας ἑκάτερον τῶν Δ, Ε πεποίηκεν.3 ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Δ πρὸς τὸν Ε. ἀλλʼ ὡς ὁ Α πρὸς τὸν Β, ὁ Γ πρὸς τὸν Δ· καὶ ὡς ἄρα ὁ Γ πρὸς τὸν Δ, ὁ Δ πρὸς τὸν Ε. καὶ ἐπεὶ ὁ Α τοὺς Γ, Δ πολλαπλασιάσας τοὺς Ζ, Η πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Γ πρὸς τὸν Δ, ὁ Ζ πρὸς τὸν Η. ὡς δὲ ὁ Γ πρὸς τὸν Δ, οὕτως ἦν ὁ Α πρὸς τὸν Β· καὶ ὡς ἄρα ὁ Α πρὸς τὸν Β, ὁ Ζ πρὸς τὸν Η. πάλιν, ἐπεὶ ὁ Α τοὺς Δ, Ε πολλαπλασιάσας τοὺς Η, Θ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Δ πρὸς τὸν Ε, ὁ Η πρὸς τὸν Θ. ἀλλʼ ὡς ὁ Δ πρὸς τὸν Ε, ὁ Α πρὸς τὸν Β. καὶ ὡς ἄρα ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Η πρὸς τὸν Θ. καὶ ἐπεὶ οἱ Α, Β τὸν Ε πολλαπλασιάσαντες τοὺς Θ, Κ πεποιήκασιν, ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Θ πρὸς τὸν Κ. ἀλλʼ ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὅ τε Ζ πρὸς τὸν Η καὶ ὁ Η πρὸς τὸν Θ. καὶ ὡς ἄρα ὁ Ζ πρὸς τὸν Η, οὕτως ὅ τε Η πρὸς τὸν Θ καὶ ὁ Θ πρὸς τὸν Κ· οἱ Γ, Δ, Ε ἄρα καὶ οἱ Ζ, Η, Θ, Κ ἀνάλογόν εἰσιν ἐν τῷ τοῦ Α πρὸς τὸν Β λόγῳ. λέγω δή, ὅτι καὶ ἐλάχιστοι. ἐπεὶ γὰρ οἱ Α, Β ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς, οἱ δὲ ἐλάχιστοι τῶν τὸν αὐτὸν λόγον ἐχόντων πρῶτοι πρὸς ἀλλήλους εἰσίν, οἱ Α, Β ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν. καὶ ἑκάτερος μὲν τῶν Α, Β ἑαυτὸν πολλαπλασιάσας ἑκάτερον τῶν Γ, Ε πεποίηκεν, ἑκάτερον δὲ τῶν Γ, Ε πολλαπλασιάσας ἑκάτερον τῶν Ζ, Κ πεποίηκεν· οἱ Γ, Ε ἄρα καὶ οἱ Ζ, Κ πρῶτοι πρὸς ἀλλήλους εἰσίν. ἐὰν δὲ ὦσιν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον, οἱ δὲ ἄκροι αὐτῶν πρῶτοι πρὸς ἀλλήλους ὦσιν, ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς. οἱ Γ, Δ, Ε ἄρα καὶ οἱ Ζ, Η, Θ, Κ ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Α, Β· ὅπερ ἔδει δεῖξαι. Πόρισμα ἐκ δὴ τούτου φανερόν, ὅτι ἐὰν τρεῖς ἀριθμοὶ ἑξῆς ἀνάλογον ἐλάχιστοι ὦσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς, οἱ ἄκροι αὐτῶν τετράγωνοί εἰσιν, ἐὰν δὲ τέσσαρες, κύβοι.
求在给定的比中,连续比例且为最小的数,其个数为任意指定的。 设给定的比在最小数中为 A 对 B 的比;那么就必须在 A 对 B 的比中,找到任意指定个数的、连续比例且为最小的数。 现在设指定了四个数。并且设 A 自乘得到 Γ,乘以 B 得到 Δ;再设 B 自乘得到 E;再设 A 乘以 Γ、Δ、E 得到Z、H、Θ;最后设 B 乘以 E 得到 K。 因为 A 自乘得到了 Γ,乘以 B 得到了 Δ,所以,A 对 B 的比等于 Γ 对 Δ 的比。再者,因为 A 乘以 B 得到了 Δ,且 B 自乘得到了 E,所以 A、B 各自乘以 B,分别得到了 Δ、E。因此,A 对 B 的比等于 Δ 对 E 的比。但是 A 对 B 的比等于 Γ 对 Δ 的比;所以,Γ 对 Δ 的比也等于 Δ 对 E 的比。又因为 A 乘以 Γ、Δ 得到了 Z、H,所以,Γ 对 Δ 的比等于 Z 对 H 的比。而 Γ 对 Δ 的比,原等于 A 对 B 的比;所以,A 对 B 的比也等于 Z 对 H 的比。再者,因为 A 乘以 Δ、E得到了 H、Θ,所以,Δ 对 E 的比等于 H 对 Θ 的比。但是 Δ 对 E 的比,原等于 A 对 B 的比。所以,A 对 B 的比也等于 H 对 Θ 的比。又因为 A、B 乘以 E 得到了 Θ、K,所以,A 对 B 的比也等于 Θ 对 K 的比。但是,A 对 B 的比等于 Z 对 H 的比,以及 H 对 Θ 的比。所以,Z 对 H 的比也等于 H 对 Θ 的比,且等于 Θ 对 K 的比。所以,Γ、Δ、E 与 Z、H、Θ、K 是以 A 对 B 的比呈连比例的。现在我声称,它们也是最小的。因为 A、B 在拥有与它们相同比的数中是最小的,而在拥有相同比的数中最小的是互素的,所以,A、B 互素。而且,A、B 各自乘分别得到了 Γ、E,并且分别乘以 Γ、E 得到了 Z、K;因此,Γ、E 与 Z、K 互素。但是,如果有任意多个连比例数,且它们的端项互素,那么在拥有与它们相同比的数中,它们是最小的。所以,Γ、Δ、E与 Z、H、Θ、K 是在拥有与 A、B 相同比的数中最小的;这就是所要证明的。 推论 由此显然可知,如果三个连比例数在拥有与它们相同比的数中是最小的,那么它们的端项是平方数,如果是四个,则是立方数。
- 8.prop.2ἀριθμοὺς εὑρεῖν
命题陈述中的不定式 εὑρεῖν(求、找到)作为独立不定式使用,用以表示任务或指令,这在古希腊数学文本中是典型用法。
- 8.prop.2ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, ὁ Γ πρὸς τὸν Δ
表示比例相等的公式化句式。在 ὡς 从句的后半部分省略了关联副词 οὕτως,直接给出了 ὁ Γ 以下的比例关系。动词 ἔστιν 在此呈非人称用法,表示比例成立。
- 8.prop.2ἑκάτερος ἄρα τῶν Α, Β τὸν Β πολλαπλασιάσας ἑκάτερον τῶν Δ, Ε πεποίηκεν
单数主语 ἑκάτερος(每一个)带属格 τῶν Α, Β(A、B的),将两项不同的乘法操作(A 乘以 B 以及 B 自乘)在以单数宾语 ἑκάτερον τῶν Δ, Ε 构成的并列句式中进行了极为精炼的概括。
