← 欧几里得

几何原本

§8.prop.1

端项互素的连比例数的最小性

证明在任意多个连比例数中,若其端项互素,则它们在所有拥有相同比的数组中是最小的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.prop.1

ἐὰν ὦσιν ὁσοιδηποτοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον, οἱ δὲ ἄκροι αὐτῶν πρῶτοι πρὸς ἀλλήλους ὦσιν, ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς. ἔστωσαν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ Α, Β, Γ, Δ, οἱ δὲ ἄκροι αὐτῶν οἱ Α, Δ πρῶτοι πρὸς ἀλλήλους ἔστωσαν· λέγω, ὅτι οἱ Α, Β, Γ, Δ ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς. εἰ γὰρ μή, ἔστωσαν ἐλάττονες τῶν Α, Β, Γ, Δ οἱ Ε, Ζ, Η, Θ ἐν τῷ αὐτῷ λόγῳ ὄντες αὐτοῖς. καὶ ἐπεὶ οἱ Α, Β, Γ, Δ ἐν τῷ αὐτῷ λόγῳ εἰσὶ τοῖς Ε, Ζ, Η, Θ, καί ἐστιν ἴσον τὸ πλῆθος τῷ πλήθει, διʼ ἴσου1 ἄρα ἐστὶν ὡς ὁ Α πρὸς τὸν Δ, ὁ Ε πρὸς τὸν Θ. οἱ δὲ Α, Δ πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι ἀριθμοὶ μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις ὅ τε μείζων τὸν μείζονα καὶ ὁ ἐλάσσων τὸν ἐλάσσονα, τουτέστιν ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον. μετρεῖ ἄρα ὁ Α τὸν Ε ὁ μείζων τὸν ἐλάσσονα·2 ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα οἱ Ε, Ζ, Η, Θ ἐλάσσονες ὄντες τῶν Α, Β, Γ, Δ ἐν τῷ αὐτῷ λόγῳ εἰσὶν αὐτοῖς. οἱ Α, Β, Γ, Δ ἄρα ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς· ὅπερ ἔδει δεῖξαι.

如果有任意多个连比例数,且它们的端项互素,那么在拥有与它们相同比的数中,它们是最小的。 设 A、B、Γ、Δ 为任意多个连比例数,且它们的端项 A、Δ 互素;我声称,在拥有与 A、B、Γ、Δ 相同比的数中,它们是最小的。 因为如果不是,设比 A、B、Γ、Δ 小的数 E、Z、H、Θ 与它们有相同的比。既然A、B、Γ、Δ 与 E、Z、H、Θ 有相同的比,且两组的数量相等,所以,由等比,A 对 Δ 的比等于 E 对 Θ 的比。但是 A、Δ 互素,而互素的数也是最小的,且最小的数度量那些拥有相同比的数相同的次数,较大的度量较大的,较小的度量较小的,也就是说,前项度量前项,后项度量后项。因此,较大的 A 度量较小的 E;这是不可能的。所以,E、Z、H、Θ 作为比 A、B、Γ、Δ 小的数,不能与它们拥有相同的比。所以,A、B、Γ、Δ 是拥有与它们相同比的数中最小的;这就是所要证明的。

语法注2 条
  1. 8.prop.1διʼ ἴσου

    意为“由等比(ex aequali)”的副词性短语。在两组比(此处为 $A, B, Γ, Δ$ 与 $E, Z, H, Θ$)中,用于推导跨越中间项后两端项之比相等($A : Δ = E : Θ$)的关系。

  2. 8.prop.1ὁ μείζων τὸν ἐλάσσονα

    分别与主语 ὁ Α(较大者)和宾语 τὸν Ε(较小者)保持格一致的同位语表达。在自然数的语境中,它强调了“较大的数度量较小的数”这一逻辑矛盾。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-11-15 AI校阅 — 原文 2 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.1