← 欧几里得

几何原本

§7.prop.37-7.prop.39

数与其同名部分的关系及求含给定部分的最小数

命题37和38证明了数与其“同名部分”(分数)之间的互易关系,命题39展示了如何求得拥有给定几个部分的最小数。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.prop.37

ἐὰν ἀριθμὸς ὑπό τινος ἀριθμοῦ μετρῆται, ὁ μετρούμενος ὁμώνυμον μέρος ἕξει τῷ μετροῦντι. ἀριθμὸς γὰρ ὁ Α ὑπό τινος ἀριθμοῦ τοῦ Β μετρείσθω· λέγω, ὅτι ὁ Α ὁμώνυμον μέρος ἔχει τῷ Β. ὁσάκις γὰρ ὁ Β τὸν Α μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Γ.1 ἐπεὶ ὁ Β τὸν Α μετρεῖ κατὰ τὰς ἐν τῷ Γ μονάδας, μετρεῖ δὲ καὶ ἡ Δ μονὰς τὸν Γ ἀριθμὸν κατὰ τὰς ἐν αὐτῷ μονάδας, ἰσάκις ἄρα ἡ Δ μονὰς τὸν Γ ἀριθμὸν μετρεῖ καὶ ὁ Β τὸν Α. ἐναλλὰξ ἄρα ἰσάκις ἡ Δ μονὰς τὸν Β ἀριθμὸν μετρεῖ καὶ ὁ Γ τὸν Α· ὃ ἄρα μέρος ἐστὶν ἡ Δ μονὰς τοῦ Β ἀριθμοῦ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ὁ Γ τοῦ Α.2 ἡ δὲ Δ μονὰς τοῦ Β ἀριθμοῦ μέρος ἐστὶν ὁμώνυμον αὐτῷ· καὶ ὁ Γ ἄρα τοῦ Α μέρος ἐστὶν ὁμώνυμον τῷ Β. ὥστε ὁ Α μέρος ἔχει τὸν Γ ὁμώνυμον ὄντα τῷ Β· ὅπερ ἔδει δεῖξαι.

如果一个数被某个数度量,那么被度量的数将有一个与度量它的数同名的部分。 因为设某个数 A 被某个数 B 度量;我声称,A 有一个与 B 同名的部分。 因为设 B 度量 A 的次数,就是 Γ 中的单位数。既然 B 按照 Γ 中的单位数度量 A,而单位 Δ 也按照 Γ 自身的单位数度量数 Γ,所以,单位 Δ 度量数 Γ 的次数与 B 度量 A 的次数相同。因此,互换地,单位 Δ 度量数 B的次数与 Γ 度量 A 的次数相同。因此,单位 Δ 是数 B 的什么部分,Γ 也就是 A 的相同部分。但是单位 Δ 是数 B 的与它同名的部分;因此 Γ 也是 A 的与 B 同名的部分。所以 A 拥有与 B 同名的部分 Γ;这就是所要证明的。

§7.prop.38

ἐὰν ἀριθμὸς μέρος ἔχῃ ὁτιοῦν, ὑπὸ ὁμωνύμου ἀριθμοῦ μετρηθήσεται τῷ μέρει. ἀριθμὸς γὰρ ὁ Α μέρος ἐχέτω ὁτιοῦν τὸν Β, καὶ τῷ Β μέρει ὁμώνυμος ἔστω ὁ Γ· λέγω, ὅτι ὁ Γ τὸν Α μετρεῖ. ἐπεὶ γὰρ ὁ Β τοῦ Α μέρος ἐστὶν ὁμώνυμον τῷ Γ, ἔστι δὲ καὶ ἡ Δ μονὰς τοῦ Γ μέρος ὁμώνυμον αὐτῷ, ὃ ἄρα μέρος ἐστὶν ἡ Δ μονὰς τοῦ Γ ἀριθμοῦ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ὁ Β τοῦ Α· ἰσάκις ἄρα ἡ Δ μονὰς τὸν Γ ἀριθμὸν μετρεῖ καὶ ὁ Β τὸν Α. ἐναλλὰξ ἄρα ἰσάκις ἡ Δ μονὰς τὸν Β ἀριθμὸν μετρεῖ καὶ ὁ Γ τὸν Α. ὁ Γ ἄρα τὸν Α μετρεῖ· ὅπερ ἔδει δεῖξαι.

如果一个数拥有任何部分,它将被与该部分同名的数度量。 因为设数 A 拥有任何部分 B,且设 Γ 是与部分 B 同名的数;我声称,Γ度量 A。 因为既然 B 是 A 的与 Γ 同名的部分,且单位 Δ 也是 Γ 的与它同名的部分,所以,单位 Δ 是数 Γ 的什么部分,B 也就是 A 的相同部分;因此单位 Δ 度量数 Γ 的次数与B 度量 A 的次数相同。因此,互换地,单位 Δ 度量数 B 的次数与 Γ 度量 A 的次数相同。因此 Γ 度量 A;这就是所要证明的。

§7.prop.39

ἀριθμὸν εὑρεῖν, ὃς ἐλάχιστος ὢν ἕξει τὰ δοθέντα μέρη. ἔστω τὰ δοθέντα μέρη τὰ Α, Β, Γ· δεῖ δὴ ἀριθμὸν εὑρεῖν, ὃς ἐλάχιστος ὢν ἕξει τὰ Α, Β, Γ μέρη. ἔστωσαν γὰρ τοῖς Α, Β, Γ μέρεσιν ὁμώνυμοι ἀριθμοὶ οἱ Δ, Ε, Ζ,3 καὶ εἰλήφθω ὑπὸ τῶν Δ, Ε, Ζ ἐλάχιστος μετρούμενος ἀριθμὸς ὁ Η. ὁ Η ἄρα ὁμώνυμα μέρη ἔχει τοῖς Δ, Ε, Ζ. τοῖς δὲ Δ, Ε, Ζ ὁμώνυμα μέρη ἐστὶ τὰ Α, Β, Γ· ὁ Η ἄρα ἔχει τὰ Α, Β, Γ μέρη. λέγω δή, ὅτι καὶ ἐλάχιστος ὤν.4 εἰ γὰρ μή, ἔσται τις τοῦ Η ἐλάσσων ἀριθμός, ὃς ἕξει τὰ Α, Β, Γ μέρη. ἔστω ὁ Θ. ἐπεὶ ὁ Θ ἔχει τὰ Α, Β, Γ μέρη, ὁ Θ ἄρα ὑπὸ ὁμωνύμων ἀριθμῶν μετρηθήσεται τοῖς Α, Β, Γ μέρεσιν. τοῖς δὲ Α, Β, Γ μέρεσιν ὁμώνυμοι ἀριθμοί εἰσιν οἱ Δ, Ε, Ζ· ὁ Θ ἄρα ὑπὸ τῶν Δ, Ε, Ζ μετρεῖται. καί ἐστιν ἐλάσσων τοῦ Η· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἔσται τις τοῦ Η ἐλάσσων ἀριθμός, ὃς ἕξει τὰ Α, Β, Γ μέρη· ὅπερ ἔδει δεῖξαι.

求一个数,它是拥有给定的几个部分的最小的数。 设给定的几个部分为 A、B、Γ;这就需要求一个数,它是拥有 A、B、Γ 几个部分的最小的数。 因为设与部分 A、B、Γ同名的数分别为 Δ、E、Z,并且设 H 为由 Δ、E、Z 度量的最小的数。 因此 H 拥有与Δ、E、Z 同名的部分。但是与 Δ、E、Z 同名的部分是 A、B、Γ;所以 H 拥有 A、B、Γ 几个部分。我且声称,它也是最小的。因为,如果不是,将存在某个比 H 小的数,它拥有 A、B、Γ 几个部分。设它是 Θ。既然 Θ 拥有 A、B、Γ 几个部分,所以 Θ 将被与部分 A、B、Γ 同名的数度量。但是与部分 A、B、Γ 同名的数是 Δ、E、Z;所以 Θ 被 Δ、E、Z 度量。而且它比 H 小;这是不可能的。所以,不存在任何比 H 小的数,它拥有 A、B、Γ几个部分;这就是所要证明的。

语法注4 条
  1. 7.prop.37ὁσάκις γὰρ ὁ Β τὸν Α μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Γ

    使用关系词 ὁσάκις... τοσαῦται...(……多少次,就有多少个……)的关联句式。这意味着“设B度量A的次数就是Γ中的单位数”,由此定义了数Γ为商(A/B)。

  2. 7.prop.37ὃ ἄρα μέρος ἐστὶν ἡ Δ μονὰς τοῦ Β ἀριθμοῦ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ὁ Γ τοῦ Α

    使用关系代词 ὃ ... τὸ αὐτό ...(……是什么部分,……也就是相同的部分)的关联句。它表达了一种比例关系(1 : B = Γ : A),即“单位Δ是数B的几分之几,Γ也就是A的几分之几”。

  3. 7.prop.39ἔστωσαν γὰρ τοῖς Α, Β, Γ μέρεσιν ὁμώνυμοι ἀριθμοὶ οἱ Δ, Ε, Ζ

    形容词 ὁμώνυμοι(同名的)支配与格(τοῖς Α, Β, Γ μέρεσιν),意为“与部分A、B、Γ同名的数Δ、E、Z”。

  4. 7.prop.39λέγω δή, ὅτι καὶ ἐλάχιστος ὤν

    在 ὅτι 从句中省略了存在动词 ἐστίν,分词 ὤν(作为……)修饰主句的主语(H),意为“我声称[H]也是最小的”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:7.prop.37-7.prop.39