- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:7.prop.35-7.prop.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
命题35证明了若两个数度量某数,则它们的最小公倍数也度量该数。命题36展示了如何通过分情况讨论来求给定三个数的最小公倍数。
ἐὰν δύο ἀριθμοὶ ἀριθμόν τινα μετρῶσιν, καὶ ὁ ἐλάχιστος ὑπʼ αὐτῶν μετρούμενος τὸν αὐτὸν μετρήσει. δύο γὰρ ἀριθμοὶ οἱ Α, Β ἀριθμόν τινα τὸν ΓΔ μετρείτωσαν, ἐλάχιστον δὲ τὸν Ε· λέγω, ὅτι καὶ ὁ Ε τὸν ΓΔ μετρεῖ. εἰ γὰρ οὐ μετρεῖ ὁ Ε τὸν ΓΔ, ὁ Ε τὸν ΔΖ μετρῶν λειπέτω ἑαυτοῦ ἐλάσσονα τὸν ΓΖ.1 καὶ ἐπεὶ οἱ Α, Β τὸν Ε μετροῦσιν, ὁ δὲ Ε τὸν ΔΖ μετρεῖ, καὶ οἱ Α, Β ἄρα τὸν ΔΖ μετρήσουσιν. μετροῦσι δὲ καὶ ὅλον τὸν ΓΔ· καὶ λοιπὸν ἄρα τὸν ΓΖ μετρήσουσιν ἐλάσσονα ὄντα τοῦ Ε· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα οὐ μετρεῖ ὁ Ε τὸν ΓΔ· μετρεῖ ἄρα· ὅπερ ἔδει δεῖξαι.
如果两个数度量某个数,那么由它们度量的最小的数也将度量同一个数。因为设两个数 A、B 度量某个数 ΓΔ,且设 E 是最小的;我声称,E 也度量 ΓΔ。因为如果 E 不度量 ΓΔ,设 E 在度量 ΔZ 时,留下比自身小的 ΓZ。且既然 A、B 度量 E,而 E 度量 ΔZ,所以 A、B 也将度量 ΔZ。但是它们也度量整体 ΓΔ;因此,它们也将度量余下的 ΓZ(它是比 E 小的数);这是不可能的。所以,不是 E 不度量 ΓΔ;因此它度量它;这就是所要证明的。
τριῶν ἀριθμῶν δοθέντων εὑρεῖν, ὃν ἐλάχιστον μετροῦσιν ἀριθμόν. ἔστωσαν οἱ δοθέντες τρεῖς ἀριθμοὶ οἱ Α, Β, Γ· δεῖ δὴ εὑρεῖν, ὃν ἐλάχιστον μετροῦσιν ἀριθμόν. εἰλήφθω γὰρ ὑπὸ δύο τῶν Α, Β ἐλάχιστος μετρούμενος ὁ Δ.2 ὁ δὴ Γ τὸν Δ ἤτοι μετρεῖ ἢ οὐ μετρεῖ. μετρείτω πρότερον. μετροῦσι δὲ καὶ οἱ Α, Β τὸν Δ· οἱ Α, Β, Γ ἄρα τὸν Δ μετροῦσιν. λέγω δή, ὅτι καὶ ἐλάχιστον. εἰ γὰρ μή, μετρήσουσιν ἀριθμὸν οἱ Α, Β, Γ ἐλάσσονα ὄντα τοῦ Δ. μετρείτωσαν τὸν Ε. ἐπεὶ οἱ Α, Β, Γ τὸν Ε μετροῦσιν, καὶ οἱ Α, Β ἄρα τὸν Ε μετροῦσιν. καὶ ὁ ἐλάχιστος ἄρα ὑπὸ τῶν Α, Β μετρούμενος μετρήσει. ἐλάχιστος δὲ ὑπὸ τῶν Α, Β μετρούμενός ἐστιν ὁ Δ· ὁ Δ ἄρα τὸν Ε μετρήσει ὁ μείζων τὸν ἐλάσσονα·3 ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα οἱ Α, Β, Γ μετρήσουσί τινα ἀριθμὸν ἐλάσσονα ὄντα τοῦ Δ· οἱ Α, Β, Γ ἄρα ἐλάχιστον τὸν Δ μετροῦσιν. μὴ μετρείτω δὴ πάλιν ὁ Γ τὸν Δ, καὶ εἰλήφθω ὑπὸ τῶν Γ, Δ ἐλάχιστος μετρούμενος ἀριθμὸς ὁ Ε. ἐπεὶ οἱ Α, Β τὸν Δ μετροῦσιν, ὁ δὲ Δ τὸν Ε μετρεῖ, καὶ οἱ Α, Β ἄρα τὸν Ε μετροῦσιν. μετρεῖ δὲ καὶ ὁ Γ οἱ Α, Β, Γ ἄρα τὸν Ε μετροῦσιν. λέγω δή, ὅτι καὶ ἐλάχιστον. εἰ γὰρ μή, μετρήσουσί τινα οἱ Α, Β, Γ ἐλάσσονα ὄντα τοῦ Ε. μετρείτωσαν τὸν Ζ. ἐπεὶ οἱ Α, Β, Γ τὸν Ζ μετροῦσιν, καὶ οἱ Α, Β ἄρα τὸν Ζ μετροῦσιν· καὶ ὁ ἐλάχιστος ἄρα ὑπὸ τῶν Α, Β μετρούμενος τὸν Ζ μετρήσει. ἐλάχιστος δὲ ὑπὸ τῶν Α, Β μετρούμενός ἐστιν ὁ Δ· ὁ Δ ἄρα τὸν Ζ μετρεῖ. μετρεῖ δὲ καὶ ὁ Γ τὸν Ζ· οἱ Δ, Γ ἄρα τὸν Ζ μετροῦσιν· ὥστε καὶ ὁ ἐλάχιστος ὑπὸ τῶν Δ, Γ μετρούμενος τὸν Ζ μετρήσει. ὁ δὲ ἐλάχιστος ὑπὸ τῶν Γ, Δ μετρούμενός ἐστιν ὁ Ε· ὁ Ε ἄρα τὸν Ζ μετρεῖ ὁ μείζων τὸν ἐλάσσονα· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα οἱ Α, Β, Γ μετρήσουσί τινα ἀριθμὸν ἐλάσσονα ὄντα τοῦ Ε. ὁ Ε ἄρα ἐλάχιστος ὢν ὑπὸ τῶν Α, Β, Γ μετρεῖται· ὅπερ ἔδει δεῖξαι.
给定三个数,求它们度量的最小的数。设给定的三个数为 A、B、Γ;这就需要求它们度量的最小的数。因为设 Δ 为由两个数 A、B 度量的最小的数。那么 Γ 或者度量 Δ 或者不度量它。先设它度量。但是 A、B 也度量 Δ;所以 A、B、Γ 度量 Δ。我且声称,它也是最小的。因为,如果不是,A、B、Γ 将度量某个比Δ 小的数。设它们度量 E。既然 A、B、Γ 度量 E,所以 A、B 也度量 E。因此由 A、B 度量的最小的数也将度量它。但是由 A、B 度量的最小的数是 Δ;所以 Δ 将度量 E,较大者度量较小者;这是不可能的。所以,A、B、Γ 不度量任何比 Δ 小的数;所以 A、B、Γ 度量最小的 Δ。再次,设 Γ 不度量 Δ,且设 E 为由 Γ、Δ 度量的最小的数。既然 A、B 度量 Δ,且 Δ 度量 E,所以 A、B也度量 E。但是 Γ 也度量它;所以 A、B、Γ 度量 E。我且声称,它也是最小的。因为,如果不是,A、B、Γ 将度量某个比 E 小的数。设它们度量 Z。既然 A、B、Γ 度量 Z,所以 A、B 也度量 Z;因此由A、B 度量的最小的数也将度量 Z。但是由 A、B 度量的最小的数是 Δ;所以 Δ 度量 Z。但是 Γ 也度量 Z;所以 Δ、Γ 度量 Z;从而由 Δ、Γ 度量的最小的数也将度量 Z。但是由Γ、Δ 度量的最小的数是 E;所以 E 度量 Z,较大者度量较小者;这是不可能的。所以,A、B、Γ 不度量任何比 E 小的数。所以 E 是由 A、B、Γ 度量的最小的数;这就是所要证明的。
- 7.prop.35ὁ Ε τὸν ΔΖ μετρῶν λειπέτω ἑαυτοῦ ἐλάσσονα τὸν ΓΖ
这用几何度量的方式表达了现代除法原理(ΓΔ 除以 E,商为 q,余数为 r)。此处通过第三人称单数命令语气 λειπέτω 假设:E 度量(即为其因数)ΔZ,同时留下比 E 自身还小的余数 ΓZ。属格 ἑαυτοῦ 是受比较级 ἐλάσσονα 支配的比较属格,指代前述的 E。
- 7.prop.36εἰλήφθω γὰρ ὑπὸ δύο τῶν Α, Β ἐλάχιστος μετρούμενος ὁ Δ
前置词 ὑπό 搭配属格,表示被动分词 μετρούμενος 的施动者(进行度量的数)。意为“由 A、B 这两个数度量的最小数”,相当于现代的“最小公倍数”。完成时被动命令语气 εἰλήφθω 是作图或选取几何对象时的标准用语,意为“设取……”。
- 7.prop.36ὁ μείζων τὸν ἐλάσσονα
这是一个省略了动词 μετρεῖ(度量)的同格表达。主格与宾格的直接并置突出了“较大者[度量]较小者”这一不合理性(矛盾)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
