- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:7.prop.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明了如何求给定的两个数的最小公倍数,分别讨论了它们彼此互素(其乘积即为最小公倍数)和彼此不互素两种情况。
δύο ἀριθμῶν δοθέντων εὑρεῖν, ὃν ἐλάχιστον μετροῦσιν ἀριθμόν. ἔστωσαν οἱ δοθέντες δύο ἀριθμοὶ οἱ Α, Β· δεῖ δὴ εὑρεῖν, ὃν ἐλάχιστον μετροῦσιν ἀριθμόν. οἱ Α, Β γὰρ ἤτοι πρῶτοι πρὸς ἀλλήλους εἰσὶν ἢ οὔ. ἔστωσαν πρότερον οἱ Α, Β πρῶτοι πρὸς ἀλλήλους, καὶ ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω·1 καὶ ὁ Β ἄρα τὸν Α πολλαπλασιάσας τὸν Γ πεποίηκεν. οἱ Α, Β ἄρα τὸν Γ μετροῦσιν. λέγω δή, ὅτι καὶ ἐλάχιστον. εἰ γὰρ μή, μετρήσουσί τινα ἀριθμὸν οἱ Α, Β ἐλάσσονα ὄντα τοῦ Γ. μετρείτωσαν τὸν Δ. καὶ ὁσάκις ὁ Α τὸν Δ μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Ε,2 ὁσάκις δὲ ὁ Β τὸν Δ μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Ζ· ὁ μὲν Α ἄρα τὸν Ε πολλαπλασιάσας τὸν Δ πεποίηκεν, ὁ δὲ Β τὸν Ζ πολλαπλασιάσας τὸν Δ πεποίηκεν· ἴσος ἄρα ἐστὶν ὁ ἐκ τῶν Α, Ε τῷ ἐκ τῶν Β, Ζ. ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Ζ πρὸς τὸν Ε. οἱ δὲ Α, Β πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις ὅ τε μείζων τὸν μείζονα καὶ ὁ ἐλάσσων τὸν ἐλάσσονα·3 ὁ Β ἄρα τὸν Ε μετρεῖ, ὡς ἑπόμενος ἑπόμενον.4 καὶ ἐπεὶ ὁ Α τοὺς Β, Ε πολλαπλασιάσας τοὺς Γ, Δ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Β πρὸς τὸν Ε, οὕτως ὁ Γ πρὸς τὸν Δ. μετρεῖ δὲ ὁ Β τὸν Ε· μετρεῖ ἄρα καὶ ὁ Γ τὸν Δ ὁ μείζων τὸν ἐλάσσονα· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα οἱ Α, Β μετροῦσί τινα ἀριθμὸν ἐλάσσονα ὄντα τοῦ Γ. ὁ Γ ἄρα ἐλάχιστος ὢν ὑπὸ τῶν Α, Β μετρεῖται. μὴ ἔστωσαν δὴ οἱ Α, Β πρῶτοι πρὸς ἀλλήλους, καὶ εἰλήφθωσαν ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Α, Β οἱ Ζ, Ε· ἴσος ἄρα ἐστὶν ὁ ἐκ τῶν Α, Ε τῷ ἐκ τῶν Β, Ζ. καὶ ὁ Α τὸν Ε πολλαπλασιάσας τὸν Γ ποιείτω· καὶ ὁ Β ἄρα τὸν Ζ πολλαπλασιάσας τὸν Γ πεποίηκεν· οἱ Α, Β ἄρα τὸν Γ μετροῦσιν. λέγω δή, ὅτι καὶ ἐλάχιστον. εἰ γὰρ μή, μετρήσουσί τινα ἀριθμὸν οἱ Α, Β ἐλάσσονα ὄντα τοῦ Γ. μετρείτωσαν τὸν Δ. καὶ ὁσάκις μὲν ὁ Α τὸν Δ μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Η, ὁσάκις δὲ ὁ Β τὸν Δ μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Θ. ὁ μὲν Α ἄρα τὸν Η πολλαπλασιάσας τὸν Δ πεποίηκεν, ὁ δὲ Β τὸν Θ πολλαπλασιάσας τὸν Δ πεποίηκεν. ἴσος ἄρα ἐστὶν ὁ ἐκ τῶν Α, Η τῷ ἐκ τῶν Β, Θ· ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Θ πρὸς τὸν Η. ὡς δὲ ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Ζ πρὸς τὸν Ε· καὶ ὡς ἄρα ὁ Ζ πρὸς τὸν Ε, οὕτως ὁ Θ πρὸς τὸν Η. οἱ δὲ Ζ, Ε ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις ὅ τε μείζων τὸν μείζονα καὶ ὁ ἐλάσσων τὸν ἐλάσσονα· ὁ Ε ἄρα τὸν Η μετρεῖ. καὶ ἐπεὶ ὁ Α τοὺς Ε, Η πολλαπλασιάσας τοὺς Γ, Δ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Ε πρὸς τὸν Η, οὕτως ὁ Γ πρὸς τὸν Δ. ὁ δὲ Ε τὸν Η μετρεῖ· καὶ ὁ Γ ἄρα τὸν Δ μετρεῖ ὁ μείζων τὸν ἐλάσσονα· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα οἱ Α, Β μετρήσουσί τινα ἀριθμὸν ἐλάσσονα ὄντα τοῦ Γ. ὁ Γ ἄρα ἐλάχιστος ὢν ὑπὸ τῶν Α, Β μετρεῖται· ὅπερ ἔδει δεῖξαι.
给定两个数,求它们度量的最小的数。 设给定的两个数为 A、B;这就需要求它们度量的最小的数。因为 A、B 或者彼此互素,或者不。先设 A、B 彼此互素,且设 A 乘以 B 得到 Γ;因此,B 乘以 A 也得到了 Γ。所以 A、B 度量 Γ。我且声称,它也是最小的。因为,如果不是,A、B 将度量某个比 Γ 小的数。设它们度量 Δ。 且设在 E 中有与 A 度量 Δ 的次数相同多的单位,而在 Z 中有与 B 度量 Δ 的次数相同多的单位;因此,A 乘以 E 得到了 Δ,而 B 乘以 Z得到了 Δ。所以由 A、E 产生的积等于由 B、Z 产生的积。所以,正如 A 对 B,Z 也对 E。 但是 A、B 互素,而互素的数也是最小的,而最小的数同样次数地度量与它们具有相同比的数,较大者度量较大者,较小者度量较小者;所以 B 度量 E,作为后件度量后件。 且既然 A 乘以 B、E 得到了 Γ、Δ,所以,正如 B 对 E,Γ 也对 Δ。但是 B 度量 E;所以 Γ 也度量 Δ,较大者度量较小者;这是不可能的。所以,A、B 不度量任何比 Γ 小的数。所以 Γ 是由 A、B 度量的最小的数。 接下去,设 A、B 彼此不互素,且设与 A、B 具有相同比的数中最小的数为 Z、E;所以由 A、E 产生的积等于由 B、Z 产生的积。 且设 A 乘以 E 得到 Γ;因此,B 乘以 Z 也得到了 Γ;所以 A、B 度量 Γ。我且声称,它也是最小的。因为,如果不是,A、B 将度量某个比 Γ 小的数。设它们度量 Δ。 且设在 H 中有与 A 度量 Δ 的次数相同多的单位,而在 Θ 中有与 B 度量 Δ 的次数相同多的单位。因此,A 乘以 H 得到了 Δ,而 B 乘以 Θ 得到了 Δ。所以由 A、H 产生的积等于由 B、Θ 产生的积;所以,正如 A 对 B,Θ 也对 H。 但是,正如 A 对 B,Z 也对 E;因此,正如 Z 对 E,Θ 也对 H。但是 Z、E 是最小的,而最小的数同样次数地度量与它们具有相同比的数,较大者度量较大者,较小者度量较小者;所以 E 度量 H。 且既然 A 乘以 E、H 得到了 Γ、Δ,所以,正如 E 对 H,Γ 也对 Δ。但是 E 度量 H;所以 Γ 也度量 Δ,较大者度量较小者;这是不可能的。所以,A、B不度量任何比 Γ 小的数。所以 Γ 是由 A、B 度量的最小的数;这就是所要证明的。
- 7.prop.34ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω
主动不定过去分词 πολλαπλασιάσας 作为状语修饰主句的命令式动词 ποιείτω(“令……制作”),用以表示相乘这一手段或方式。
- 7.prop.34ὁ ἐκ τῶν Α, Ε
“由 A、E 产生(的数)”,即 A 与 E 的乘积。这种原本用于几何的表达,在算术卷中被借用来表示相乘之积。
- 7.prop.34ὅ τε μείζων τὸν μείζονα καὶ ὁ ἐλάσσων τὸν ἐλάσσονα
动词 μετροῦσι(“度量”)在后半句中被省略,构成省略句式:“较大者(度量)较大者,较小者(度量)较小者”。
- 7.prop.34ὡς ἑπόμενος ἑπόμενον
“作为后件(度量)后件”。指的是比例中前件与后件的关系,这里指比例关系中对应位置的后件(即 B 与 E)互相对应度量。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 3 处
