- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
展示如何作一个与已知直线图形相似,且与另一个已知直线图形等面积的同一个图形。此作图通过利用比例中项来同时满足形状和面积的条件。
τῷ δοθέντι εὐθυγράμμῳ ὅμοιον καὶ ἄλλῳ τῷ δοθέντι ἴσον τὸ αὐτὸ συστήσασθαι.1 ἔστω τὸ μὲν δοθὲν εὐθύγραμμον, ᾧ δεῖ ὅμοιον συστήσασθαι, τὸ ΑΒΓ, ᾧ δὲ δεῖ ἴσον, τὸ Δ· δεῖ δὴ τῷ μὲν ΑΒΓ ὅμοιον, τῷ δὲ Δ ἴσον τὸ αὐτὸ συστήσασθαι. παραβεβλήσθω γὰρ παρὰ μὲν τὴν ΒΓ τῷ ΑΒΓ τριγώνῳ ἴσον παραλληλόγραμμον τὸ ΒΕ, παρὰ δὲ τὴν ΓΕ τῷ Δ ἴσον παραλληλόγραμμον τὸ ΓΜ ἐν γωνίᾳ τῇ ὑπὸ ΖΓΕ, ἥ ἐστιν ἴση τῇ ὑπὸ ΓΒΛ. ἐπʼ εὐθείας ἄρα ἐστὶν ἡ μὲν ΒΓ τῇ ΓΖ, ἡ δὲ ΛΕ τῇ ΕΜ. καὶ εἰλήφθω τῶν ΒΓ, ΓΖ μέση ἀνάλογον ἡ ΗΘ, καὶ ἀναγεγράφθω ἀπὸ τῆς ΗΘ τῷ ΑΒΓ ὅμοιόν τε καὶ ὁμοίως κείμενον τὸ ΚΗΘ. καὶ ἐπεί ἐστιν ὡς ἡ ΒΓ πρὸς τὴν ΗΘ, οὕτως ἡ ΗΘ πρὸς τὴν ΓΖ, ἐὰν δὲ τρεῖς εὐθεῖαι ἀνάλογον ὦσιν, ἔστιν ὡς ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτως τὸ ἀπὸ τῆς πρώτης εἶδος πρὸς τὸ ἀπὸ τῆς δευτέρας2 τὸ ὅμοιον καὶ ὁμοίως ἀναγραφόμενον, ἔστιν ἄρα ὡς ἡ ΒΓ πρὸς τὴν ΓΖ, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΚΗΘ τρίγωνον. ἀλλὰ καὶ ὡς ἡ ΒΓ πρὸς τὴν ΓΖ, οὕτως τὸ ΒΕ παραλληλόγραμμον πρὸς τὸ ΕΖ παραλληλόγραμμον. καὶ ὡς ἄρα τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΚΗΘ τρίγωνον, οὕτως τὸ ΒΕ παραλληλόγραμμον πρὸς τὸ ΕΖ παραλληλόγραμμον· ἐναλλὰξ ἄρα ὡς τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΒΕ παραλληλόγραμμον, οὕτως τὸ ΚΗΘ τρίγωνον πρὸς τὸ ΕΖ παραλληλόγραμμον. ἴσον δὲ τὸ ΑΒΓ τρίγωνον τῷ ΒΕ παραλληλογράμμῳ· ἴσον ἄρα καὶ τὸ ΚΗΘ τρίγωνον τῷ ΕΖ παραλληλογράμμῳ. ἀλλὰ τὸ ΕΖ παραλληλόγραμμον τῷ Δ ἐστιν ἴσον· καὶ τὸ ΚΗΘ ἄρα τῷ Δ ἐστιν ἴσον. ἔστι δὲ τὸ ΚΗΘ καὶ τῷ ΑΒΓ ὅμοιον. τῷ ἄρα δοθέντι εὐθυγράμμῳ τῷ ΑΒΓ ὅμοιον καὶ ἄλλῳ τῷ δοθέντι τῷ Δ ἴσον τὸ αὐτὸ συνέσταται τὸ ΚΗΘ· ὅπερ ἔδει ποιῆσαι.
作一个与已知直线图形相似,且与另一个已知图形等面积的同一个图形。 设已知的要作与其相似的直线图形为 ΑΒΓ,要作与其等面积的图形为 Δ。因此,必须作一个与 ΑΒΓ相似,且与 Δ 等面积的同一个图形。 因为,设在 ΒΓ 上作一个与三角形 ΑΒΓ 等面积的平行四边形 ΒΕ,并在 ΓΕ 上,以等于角 ΓΒΛ 的角 ΖΓΕ,作一个与 Δ 等面积的平行四边形 ΓΜ。因此 ΒΓ 与ΓΖ 在一直线上,且 ΛΕ 与 ΕΜ 在一直线上。并取 ΒΓ、ΓΖ 的比例中项 ΗΘ,在 ΗΘ 上作一个与 ΑΒΓ 相似且位置相似的图形 ΚΗΘ。 又因为如 ΒΓ 对 ΗΘ,则 ΗΘ 对 ΓΖ,且若三条直线成比例,则第一条对第三条的比,等于在第一条上描绘的图形对在第二条上相似且相似地描绘的图形的比,因此,如 ΒΓ 对 ΓΖ,则三角形 ΑΒΓ 对三角形 ΚΗΘ。但是,如 ΒΓ 对 ΓΖ,则平行四边形 ΒΕ对平行四边形 ΕΖ。因此,如三角形 ΑΒΓ 对三角形 ΚΗΘ,则平行四边形 ΒΕ 对平行四边形 ΕΖ;更比地,因此,如三角形 ΑΒΓ 对平行四边形 ΒΕ,则三角形 ΚΗΘ 对平行四边形 ΕΖ。但三角形 ΑΒΓ 等于平行四边形 ΒΕ;因此三角形 ΚΗΘ 也等于平行四边形 ΕΖ。但平行四边形 ΕΖ 等于 Δ;因此 ΚΗΘ 也等于 Δ。而且 ΚΗΘ 也与 ΑΒΓ 相似。 因此,作出了同一个图形 ΚΗΘ,它与已知的直线图形 ΑΒΓ 相似,且与另一个已知的图形 Δ 等面积;这就是所要求作的。
- 6.prop.25τὸ αὐτὸ συστήσασθαι
动词不定式 συστήσασθαι 是表示目的的中动态不定式(用以陈述命题的任务)。τὸ αὐτό 是直接宾语,意为“同一个(图形)”,指同时满足两个不同条件(与某图形相似且与另一图形等面积)的图形,在后文中具体化为 τὸ αὐτὸ ... τὸ ΚΗΘ。
- 6.prop.25ἔστιν ὡς ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτως τὸ ἀπὸ τῆς πρώτης εἶδος πρὸς τὸ ἀπὸ τῆς δευτέρας
此处阐述了一个定理(第6卷命题19的推论):若三条直线成比例(a : b = b : c),则第一条与第三条的比(a : c)等于在它们之上所作相似图形的面积比。τὸ ἀπὸ τῆς πρώτης εἶδος 意为“在第一条直线上描绘的图形”,与之相对的是省略了 εἶδος 的 πρὸς τὸ ἀπὸ τῆς δευτέρας [εἶδος](对在第二条直线上[描绘的图形])。
