← 欧几里得

几何原本

§6.prop.24

关于对角线的平行四边形相似性

证明平行四边形中关于对角线的较小平行四边形既与整个平行四边形相似,也彼此相似。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.prop.24

παντὸς παραλληλογράμμου τὰ περὶ τὴν διάμετρον παραλληλόγραμμα ὅμοιά ἐστι τῷ τε ὅλῳ καὶ ἀλλήλοις. ἔστω παραλληλόγραμμον τὸ ΑΒΓΔ, διάμετρος δὲ αὐτοῦ ἡ ΑΓ, περὶ δὲ τὴν ΑΓ παραλληλόγραμμα ἔστω τὰ ΕΗ, ΘΚ· λέγω, ὅτι ἑκάτερον τῶν ΕΗ, ΘΚ παραλληλογράμμων1 ὅμοιόν ἐστι ὅλῳ τῷ ΑΒΓΔ καὶ ἀλλήλοις. ἐπεὶ γὰρ τριγώνου τοῦ ΑΒΓ παρὰ μίαν τῶν πλευρῶν τὴν ΒΓ ἦκται ἡ ΕΖ, ἀνάλογόν ἐστιν2 ὡς ἡ ΒΕ πρὸς τὴν ΕΑ, οὕτως, ἡ ΓΖ πρὸς τὴν ΖΑ. πάλιν, ἐπεὶ τριγώνου τοῦ ΑΓΔ παρὰ μίαν τὴν ΓΔ ἦκται ἡ ΖΗ, ἀνάλογόν ἐστιν ὡς ἡ ΓΖ πρὸς τὴν ΖΑ, οὕτως ἡ ΔΗ πρὸς τὴν ΗΑ. ἀλλʼ ὡς ἡ ΓΖ πρὸς τὴν ΖΑ, οὕτως ἐδείχθη καὶ ἡ ΒΕ πρὸς τὴν ΕΑ· καὶ ὡς ἄρα ἡ ΒΕ πρὸς τὴν ΕΑ, οὕτως ἡ ΔΗ πρὸς τὴν ΗΑ, καὶ συνθέντι3 ἄρα ὡς ἡ ΒΑ πρὸς ΑΕ, οὕτως ἡ ΔΑ πρὸς ΑΗ, καὶ ἐναλλὰξ ὡς ἡ ΒΑ πρὸς τὴν ΑΔ, οὕτως ἡ ΕΑ πρὸς τὴν ΑΗ. τῶν ἄρα ΑΒΓΔ, ΕΗ παραλληλογράμμων ἀνάλογόν εἰσιν αἱ πλευραὶ αἱ περὶ τὴν κοινὴν γωνίαν τὴν ὑπὸ ΒΑΔ. καὶ ἐπεὶ παράλληλός ἐστιν ἡ ΗΖ τῇ ΔΓ, ἴση ἐστὶν ἡ μὲν ὑπὸ ΑΖΗ γωνία τῇ ὑπὸ ΔΓΑ· καὶ κοινὴ τῶν δύο τριγώνων τῶν ΑΔΓ, ΑΗΖ ἡ ὑπὸ ΔΑΓ γωνία· ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΔΓ τρίγωνον τῷ ΑΗΖ τριγώνῳ. διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ΑΓΒ τρίγωνον ἰσογώνιόν ἐστι τῷ ΑΖΕ τριγώνῳ, καὶ ὅλον τὸ ΑΒΓΔ παραλληλόγραμμον τῷ ΕΗ παραλληλογράμμῳ ἰσογώνιόν ἐστιν. ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΑΔ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΑΗ πρὸς τὴν ΗΖ, ὡς δὲ ἡ ΔΓ πρὸς τὴν ΓΑ, οὕτως ἡ ΗΖ πρὸς τὴν ΖΑ, ὡς δὲ ἡ ΑΓ πρὸς τὴν ΓΒ, οὕτως ἡ ΑΖ πρὸς τὴν ΖΕ, καὶ ἔτι ὡς ἡ ΓΒ πρὸς τὴν ΒΑ, οὕτως ἡ ΖΕ πρὸς τὴν ΕΑ. καὶ ἐπεὶ ἐδείχθη ὡς μὲν ἡ ΔΓ πρὸς τὴν ΓΑ, οὕτως ἡ ΗΖ πρὸς τὴν ΖΑ, ὡς δὲ ἡ ΑΓ πρὸς τὴν ΓΒ, οὕτως ἡ ΑΖ πρὸς τὴν ΖΕ, διʼ ἴσου ἄρα ἐστὶν ὡς ἡ ΔΓ πρὸς τὴν ΓΒ, οὕτως ἡ ΗΖ πρὸς τὴν ΖΕ. τῶν ἄρα ΑΒΓΔ, ΕΗ παραλληλογράμμων ἀνάλογόν εἰσιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας· ὅμοιον ἄρα ἐστὶ τὸ ΑΒΓΔ παραλληλόγραμμον τῷ ΕΗ παραλληλογράμμῳ. διὰ τὰ αὐτὰ δὴ τὸ ΑΒΓΔ παραλληλόγραμμον καὶ τῷ ΚΘ παραλληλογράμμῳ ὅμοιόν ἐστιν· ἑκάτερον ἄρα τῶν ΕΗ, ΘΚ παραλληλογράμμων τῷ ΑΒΓΔ ὅμοιόν ἐστιν. τὰ δὲ τῷ αὐτῷ εὐθυγράμμῳ ὅμοια καὶ ἀλλήλοις ἐστὶν ὅμοια· καὶ τὸ ΕΗ ἄρα παραλληλόγραμμον τῷ ΘΚ παραλληλογράμμῳ ὅμοιόν ἐστιν. παντὸς ἄρα παραλληλογράμμου τὰ περὶ τὴν διάμετρον παραλληλόγραμμα ὅμοιά ἐστι τῷ τε ὅλῳ καὶ ἀλλήλοις· ὅπερ ἔδει δεῖξαι.

在任意平行四边形中,关于对角线的平行四边形既与整个平行四边形相似,也彼此相似。设平行四边形为 ΑΒΓΔ,其对角线为 ΑΓ,且关于 ΑΓ 的平行四边形为ΕΗ、ΘΚ;我说,平行四边形 ΕΗ、ΘΚ 中的每一个都与整个平行四边形 ΑΒΓΔ 相似,且彼此相似。因为,既然平行于三角形 ΑΒΓ 的一条边 ΒΓ 引了 ΕΖ,则成比例地,如ΒΕ 对 ΕΑ,则 ΓΖ 对 ΖΑ。再次,既然平行于三角形 ΑΓΔ 的一条边 ΓΔ 引了 ΖΗ,则成比例地,如 ΓΖ 对 ΖΑ,则 ΔΗ 对 ΗΑ。但是,如 ΓΖ 对 ΖΑ,如此也已证明 ΒΕ 对 ΕΑ;因此,如 ΒΕ 对 ΕΑ,则 ΔΗ 对 ΗΑ,因此合比地,如 ΒΑ 对 ΑΕ,则 ΔΑ 对 ΑΗ,且更比地,如 ΒΑ 对 ΑΔ,则 ΕΑ 对 ΑΗ。因此,在平行四边形 ΑΒΓΔ、ΕΗ 中,关于公共角 ΒΑΔ 的边是成比例的。又因为 ΗΖ 平行于 ΔΓ,所以角 ΑΖΗ 等于角 ΔΓΑ;且角 ΔΑΓ 是两个三角形 ΑΔΓ、ΑΗΖ 的公共角;因此三角形 ΑΔΓ 与三角形 ΑΗΖ 是等角的。正是由于同样的原因,三角形 ΑΓΒ 也与三角形 ΑΖΕ 是等角的,且整个平行四边形 ΑΒΓΔ 与平行四边形 ΕΗ 是等角的。因此,成比例地,如 ΑΔ 对 ΔΓ,则 ΑΗ 对 ΗΖ,如 ΔΓ 对 ΓΑ,则ΗΖ 对 ΖΑ,如 ΑΓ 对 ΓΒ,则 ΑΖ 对 ΖΕ,且更如 ΓΒ 对 ΒΑ,则 ΖΕ 对 ΕΑ。又因为已证明,如 ΔΓ 对 ΓΑ,则 ΗΖ 对 ΖΑ,而如 ΑΓ 对 ΓΒ,则 ΑΖ 对 ΖΕ,因此,通过等比定理,如ΔΓ 对 ΓΒ,则 ΗΖ 对 ΖΕ。因此,在平行四边形 ΑΒΓΔ、ΕΗ 中,关于等角的边是成比例的;因此平行四边形 ΑΒΓΔ 与平行四边形 ΕΗ 相似。正是由于同样的原因,平行四边形 ΑΒΓΔ 也与平行四边形 ΚΘ相似;因此平行四边形 ΕΗ、ΘΚ 中的每一个都与 ΑΒΓΔ 相似。而与同一直线图形相似的图形也彼此相似;因此平行四边形 ΕΗ 也与平行四边形 ΘΚ 相似。因此,在任意平行四边形中,关于对角线的平行四边形既与整个平行四边形相似,也彼此相似;这就是所要证明的。

语法注3 条
  1. 6.prop.24τῶν ἄρα ΑΒΓΔ, ΕΗ παραλληλογράμμων

    属格名词短语。它用作所有属格或限定属格,修饰主语 αἱ πλευραὶ(边),从而建立“关于平行四边形 ΑΒΓΔ、ΕΗ 在公共角周围的边”这一意义结构。

  2. 6.prop.24ἀνάλογόν ἐστιν

    中性形容词 ἀνάλογον 在此处作非人称使用,表示“比例关系成立”,其具体的比例关系由相关副词从句 ὡς ... οὕτως ...(正如……对……,那般……对……)来引导。

  3. 6.prop.24συνθέντι

    动词 συντίθημι(合成、相加)的阳性单数与格分词。字面意为“对于进行合成/相加的人而言”,用作关系与格。这是希腊数学文献中的定型表达,副词性地译为“合比”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.24