- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.26-6.prop.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
命题26证明了相似的平行四边形共享同一条对角线,命题27证明了在所有贴合于已知直线且亏设与该直线一半上描绘的图形相似的平行四边形中,贴合于一半直线的平行四边形面积最大。
ἐὰν ἀπὸ παραλληλογράμμου παραλληλόγραμμον ἀφαιρεθῇ ὅμοιόν τε τῷ ὅλῳ καὶ ὁμοίως κείμενον κοινὴν γωνίαν ἔχον αὐτῷ, περὶ τὴν αὐτὴν διάμετρόν ἐστι τῷ ὅλῳ. ἀπὸ γὰρ παραλληλογράμμου τοῦ ΑΒΓΔ παραλληλόγραμμον ἀφῃρήσθω τὸ ΑΖ ὅμοιον τῷ ΑΒΓΔ καὶ ὁμοίως κείμενον κοινὴν γωνίαν ἔχον αὐτῷ τὴν ὑπὸ ΔΑΒ· λέγω, ὅτι περὶ τὴν αὐτὴν διάμετρόν ἐστι τὸ ΑΒΓΔ τῷ ΑΖ. μὴ γάρ, ἀλλʼ εἰ δυνατόν,1 ἔστω διάμετρος ἡ ΑΘΓ, καὶ ἐκβληθεῖσα ἡ ΗΖ διήχθω ἐπὶ τὸ Θ, καὶ ἤχθω διὰ τοῦ Θ ὁποτέρᾳ τῶν ΑΔ, ΒΓ παράλληλος ἡ ΘΚ. ἐπεὶ οὖν περὶ τὴν αὐτὴν διάμετρόν ἐστι τὸ ΑΒΓΔ τῷ ΚΗ, ἔστιν ἄρα ὡς ἡ ΔΑ πρὸς τὴν ΑΒ, οὕτως ἡ ΗΑ πρὸς τὴν ΑΚ. ἔστι δὲ καὶ διὰ τὴν ὁμοιότητα τῶν ΑΒΓΔ, ΕΗ καὶ ὡς ἡ ΔΑ πρὸς τὴν ΑΒ, οὕτως ἡ ΗΑ πρὸς τὴν ΑΕ· καὶ ὡς ἄρα ἡ ΗΑ πρὸς τὴν ΑΚ, οὕτως ἡ ΗΑ πρὸς τὴν ΑΕ. ἡ ΗΑ ἄρα πρὸς ἑκατέραν τῶν ΑΚ, ΑΕ τὸν αὐτὸν ἔχει λόγον. ἴση ἄρα ἐστὶν ἡ ΑΕ τῇ ΑΚ ἡ ἐλάττων τῇ μείζονι· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα οὔκ ἐστι2 περὶ τὴν αὐτὴν διάμετρον τὸ ΑΒΓΔ τῷ ΑΖ· περὶ τὴν αὐτὴν ἄρα ἐστὶ διάμετρον τὸ ΑΒΓΔ παραλληλόγραμμον τῷ ΑΖ παραλληλογράμμῳ. ἐὰν ἄρα ἀπὸ παραλληλογράμμου παραλληλόγραμμον ἀφαιρεθῇ ὅμοιόν τε τῷ ὅλῳ καὶ ὁμοίως κείμενον κοινὴν γωνίαν ἔχον αὐτῷ, περὶ τὴν αὐτὴν διάμετρόν ἐστι τῷ ὅλῳ· ὅπερ ἔδει δεῖξαι.
如果从一个平行四边形中减去一个与整体相似且位置相似、并与它有公共角的平行四边形,则它与整体在同一对角线上。 因为,设从平行四边形ΑΒΓΔ 中减去平行四边形 ΑΖ,它与 ΑΒΓΔ 相似且位置相似,并与它有公共角 ΔΑΒ;我说,ΑΒΓΔ 与 ΑΖ 在同一对角线上。 因为,设若不然,如果可能的话,设对角线为 ΑΘΓ,延长 ΗΖ 并引至 Θ,且通过 Θ 作平行于ΑΔ、ΒΓ 中任一者的直线 ΘΚ。 因此,因为 ΑΒΓΔ 与 ΚΗ 在同一对角线上,所以,如 ΔΑ 对 ΑΒ,则 ΗΑ 对 ΑΚ。但又因为 ΑΒΓΔ、ΕΗ 的相似性,如 ΔΑ 对 ΑΒ,则 ΗΑ 对ΑΕ;因此,如 ΗΑ 对 ΑΚ,则 ΗΑ 对 ΑΕ。因此,ΗΑ 对 ΑΚ、ΑΕ 的每一个有相同的比。因此,较小的 ΑΕ 等于较大的 ΑΚ;这是不可能的。因此,ΑΒΓΔ 不是与 ΑΖ 不在同一对角线上;因此,平行四边形 ΑΒΓΔ 与平行四边形 ΑΖ 在同一对角线上。 因此,如果从一个平行四边形中减去一个与整体相似且位置相似、并与它有公共角的平行四边形,则它与整体在同一对角线上;这就是所要求证的。
πάντων τῶν παρὰ τὴν αὐτὴν εὐθεῖαν παραβαλλομένων παραλληλογράμμων3 καὶ ἐλλειπόντων εἴδεσι παραλληλογράμμοις ὁμοίοις τε καὶ ὁμοίως κειμένοις4 τῷ ἀπὸ τῆς ἡμισείας ἀναγραφομένῳ μέγιστόν ἐστι τὸ ἀπὸ τῆς ἡμισείας παραβαλλόμενον ὅμοιον ὂν τῷ ἐλλείμματι. ἔστω εὐθεῖα ἡ ΑΒ καὶ τετμήσθω δίχα κατὰ τὸ Γ, καὶ παραβεβλήσθω παρὰ τὴν ΑΒ εὐθεῖαν τὸ ΑΔ παραλληλόγραμμον ἐλλεῖπον εἴδει παραλληλογράμμῳ τῷ ΔΒ ἀναγραφέντι ἀπὸ τῆς ἡμισείας τῆς ΑΒ, τουτέστι τῆς ΓΒ· λέγω, ὅτι πάντων τῶν παρὰ τὴν ΑΒ παραβαλλομένων παραλληλογράμμων καὶ ἐλλειπόντων εἴδεσι ὁμοίοις τε καὶ ὁμοίως κειμένοις τῷ ΔΒ μέγιστόν ἐστι τὸ ΑΔ. παραβεβλήσθω γὰρ παρὰ τὴν ΑΒ εὐθεῖαν τὸ ΑΖ παραλληλόγραμμον ἐλλεῖπον εἴδει παραλληλογράμμῳ τῷ ΖΒ ὁμοίῳ τε καὶ ὁμοίως κειμένῳ τῷ ΔΒ· λέγω, ὅτι μεῖζόν ἐστι τὸ ΑΔ τοῦ ΑΖ. ἐπεὶ γὰρ ὅμοιόν ἐστι τὸ ΔΒ παραλληλόγραμμον τῷ ΖΒ παραλληλογράμμῳ, περὶ τὴν αὐτήν εἰσι διάμετρον. ἤχθω αὐτῶν διάμετρος ἡ ΔΒ, καὶ καταγεγράφθω τὸ σχῆμα. ἐπεὶ οὖν ἴσον ἐστὶ τὸ ΓΖ τῷ ΖΕ, κοινὸν δὲ τὸ ΖΒ, ὅλον ἄρα τὸ ΓΘ ὅλῳ τῷ ΚΕ ἐστιν ἴσον. ἀλλὰ τὸ ΓΘ τῷ ΓΗ ἐστιν ἴσον, ἐπεὶ καὶ ἡ ΑΓ τῇ ΓΒ. καὶ τὸ ΗΓ ἄρα τῷ ΕΚ ἐστιν ἴσον. κοινὸν προσκείσθω τὸ ΓΖ· ὅλον ἄρα τὸ ΑΖ τῷ ΛΜΝ γνώμονί ἐστιν ἴσον· ὥστε τὸ ΔΒ παραλληλόγραμμον, τουτέστι τὸ ΑΔ, τοῦ ΑΖ παραλληλογράμμου μεῖζόν ἐστιν. πάντων ἄρα τῶν παρὰ τὴν αὐτὴν εὐθεῖαν παραβαλλομένων παραλληλογράμμων καὶ ἐλλειπόντων εἴδεσι παραλληλογράμμοις ὁμοίοις τε καὶ ὁμοίως κειμένοις τῷ ἀπὸ τῆς ἡμισείας ἀναγραφομένῳ μέγιστόν ἐστι τὸ ἀπὸ τῆς ἡμισείας παραβληθέν· ὅπερ ἔδει δεῖξαι.
在所有贴合于同一条直线的平行四边形中,且亏设为与由一半直线上所描绘的图形相似且位置相似的平行四边形,最大的是贴合于一半直线的且与亏设图形相似的那一个。 设有一条直线 ΑΒ 且被平分于 Γ,并在直线 ΑΒ 上贴合平行四边形 ΑΔ,使其亏设一个描绘在ΑΒ 的一半,即 ΓΒ 上的平行四边形 ΔΒ;我说,在所有贴合于 ΑΒ 且亏设与 ΔΒ 相似且位置相似的图形的平行四边形中,ΑΔ 是最大的。因为,设在直线 ΑΒ 上贴合平行四边形 ΑΖ,使其亏设一个与 ΔΒ 相似且位置相似的平行四边形 ΖΒ;我说,ΑΔ 大于 ΑΖ。因为,由于平行四边形 ΔΒ 相似于平行四边形 ΖΒ,它们在同一对角线上。引出它们的对角线 ΔΒ,并画出图形。 因此,因为 ΓΖ 等于 ΖΕ,且 ΖΒ 是公共的,所以整体 ΓΘ 等于整体 ΚΕ。但 ΓΘ 等于 ΓΗ,因为 ΑΓ 也等于 ΓΒ。因此 ΗΓ 也等于 ΕΚ。加上公共的 ΓΖ;因此整体 ΑΖ 等于曲尺形 ΛΜΝ;所以平行四边形 ΔΒ,即 ΑΔ,大于平行四边形 ΑΖ。 因此,在所有贴合于同一条直线的平行四边形中,且亏设为与由一半直线上所描绘的图形相似且位置相似的平行四边形,最大的是贴合于一半直线的图形;这就是所要求证的。
- 6.prop.26μὴ γάρ, ἀλλʼ εἰ δυνατόν
反证法引入时的固定表达,意为“设若不然,如果可能的话……”。接在否定命令语气词 μὴ(此处省略了如 ἔστω 等动词)之后,引入不可能的假设。
- 6.prop.26οὐκ ἄρα οὔκ ἐστι
通过双重否定(οὐκ ... οὐκ)表示的强烈肯定,意为“不是……不”,即“确实是……”。用于反证法的结论部分,通过否定相反的假设来确立原始命题。
- 6.prop.27πάντων τῶν παρὰ τὴν αὐτὴν εὐθεῖαν παραβαλλομένων παραλληλογράμμων
属格复数的分词短语,在整句中相对于最高级形容词(μέγιστόν)起比较基准或部分属格的作用。译为“在所有贴合于同一条直线的平行四边形中……”。
- 6.prop.27ἐλλειπόντων εἴδεσι παραλληλογράμμοις ὁμοίοις τε καὶ ὁμοίως κειμένοις
分词 ἐλλειπόντων(亏设/不足)带与格 εἴδεσι(以形状),并由形容词 ὁμοίοις τε καὶ ὁμοίως κειμένοις(相似且位置相似的)修饰。表示“亏设一个与之相似且位置相似的平行四边形形状”的限定含义。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 2 处
- 2026-09-21 AI校阅 — 译文 1 处
