- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:5.prop.17-5.prop.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
命题17证明了如果合成的量成比例,那么它们分离也成比例。命题18则通过反证法证明了其逆命题,即如果分离的量成比例,那么合成的量也成比例。
ἐὰν συγκείμενα μεγέθη ἀνάλογον ᾖ, καὶ διαιρεθέντα ἀνάλογον ἔσται.1 ἔστω συγκείμενα μεγέθη ἀνάλογον τὰ ΑΒ, ΒΕ, ΓΔ, ΔΖ, ὡς τὸ ΑΒ πρὸς τὸ ΒΕ, οὕτως τὸ ΓΔ πρὸς τὸ ΔΖ· λέγω, ὅτι καὶ διαιρεθέντα ἀνάλογον ἔσται, ὡς τὸ ΑΕ πρὸς τὸ ΕΒ, οὕτως τὸ ΓΖ πρὸς τὸ ΔΖ. εἰλήφθω γὰρ τῶν μὲν ΑΕ, ΕΒ, ΓΖ, ΖΔ ἰσάκις πολλαπλάσια τὰ ΗΘ, ΘΚ, ΛΜ, ΜΝ, τῶν δὲ ΕΒ, ΖΔ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ ΚΞ, ΝΠ. καὶ ἐπεὶ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ ΗΘ τοῦ ΑΕ καὶ τὸ ΘΚ τοῦ ΕΒ, ἰσάκις ἄρα ἐστὶ πολλαπλάσιον τὸ ΗΘ τοῦ ΑΕ καὶ τὸ ΗΚ τοῦ ΑΒ. ἰσάκις δέ ἐστι πολλαπλάσιον τὸ ΗΘ τοῦ ΑΕ καὶ τὸ ΛΜ τοῦ ΓΖ· ἰσάκις ἄρα ἐστὶ πολλαπλάσιον τὸ ΗΚ τοῦ ΑΒ καὶ τὸ ΛΜ τοῦ ΓΖ. πάλιν, ἐπεὶ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ ΛΜ τοῦ ΓΖ καὶ τὸ ΜΝ τοῦ ΖΔ, ἰσάκις ἄρα ἐστὶ πολλαπλάσιον τὸ ΛΜ τοῦ ΓΖ καὶ τὸ ΛΝ τοῦ ΓΔ. ἰσάκις δὲ ἦν πολλαπλάσιον τὸ ΛΜ τοῦ ΓΖ καὶ τὸ ΗΚ τοῦ ΑΒ· ἰσάκις ἄρα ἐστὶ πολλαπλάσιον τὸ ΗΚ τοῦ ΑΒ καὶ τὸ ΛΝ τοῦ ΓΔ. τὰ ΗΚ, ΛΝ ἄρα τῶν ΑΒ, ΓΔ ἰσάκις ἐστὶ πολλαπλάσια. πάλιν, ἐπεὶ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ ΘΚ τοῦ ΕΒ καὶ τὸ ΜΝ τοῦ ΖΔ, ἔστι δὲ καὶ τὸ ΚΞ τοῦ ΕΒ ἰσάκις πολλαπλάσιον καὶ τὸ ΝΠ τοῦ ΖΔ, καὶ συντεθὲν τὸ ΘΞ τοῦ ΕΒ ἰσάκις ἐστὶ πολλαπλάσιον καὶ τὸ ΜΠ τοῦ ΖΔ. καὶ ἐπεί ἐστιν ὡς τὸ ΑΒ πρὸς τὸ ΒΕ, οὕτως τὸ ΓΔ πρὸς τὸ ΔΖ, καὶ εἴληπται τῶν μὲν ΑΒ, ΓΔ ἰσάκις πολλαπλάσια τὰ ΗΚ, ΛΝ, τῶν δὲ ΕΒ, ΖΔ ἰσάκις πολλαπλάσια τὰ ΘΞ, ΜΠ, εἰ ἄρα ὑπερέχει τὸ ΗΚ τοῦ ΘΞ, ὑπερέχει καὶ τὸ ΛΝ τοῦ ΜΠ, καὶ εἰ ἴσον, ἴσον, καὶ εἰ ἔλαττον, ἔλαττον. ὑπερεχέτω δὴ τὸ ΗΚ τοῦ ΘΞ, καὶ κοινοῦ ἀφαιρεθέντος τοῦ ΘΚ ὑπερέχει ἄρα καὶ τὸ ΗΘ τοῦ ΚΞ. ἀλλὰ εἰ ὑπερεῖχε τὸ ΗΚ τοῦ ΘΞ, ὑπερεῖχε καὶ τὸ ΛΝ τοῦ ΜΠ· ὑπερέχει ἄρα καὶ τὸ ΛΝ τοῦ ΜΠ, καὶ κοινοῦ ἀφαιρεθέντος τοῦ ΜΝ ὑπερέχει καὶ τὸ ΛΜ τοῦ ΝΠ· ὥστε εἰ ὑπερέχει τὸ ΗΘ τοῦ ΚΞ, ὑπερέχει καὶ τὸ ΛΜ τοῦ ΝΠ. ὁμοίως δὴ δείξομεν, ὅτι κἂν ἴσον ᾖ τὸ ΗΘ τῷ ΚΞ, ἴσον ἔσται καὶ τὸ ΛΜ τῷ ΝΠ, κἂν ἔλαττον, ἔλαττον. καί ἐστι τὰ μὲν ΗΘ, ΛΜ τῶν ΑΕ, ΓΖ ἰσάκις πολλαπλάσια, τὰ δὲ ΚΞ, ΝΠ τῶν ΕΒ, ΖΔ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια· ἔστιν ἄρα ὡς τὸ ΑΕ πρὸς τὸ ΕΒ, οὕτως τὸ ΓΖ πρὸς τὸ ΖΔ. ἐὰν ἄρα συγκείμενα μεγέθη ἀνάλογον ᾖ, καὶ διαιρεθέντα ἀνάλογον ἔσται· ὅπερ ἔδει δεῖξαι.
如果合成的量成比例,那么分离的量也将成比例。 设合成的成比例的量为 AB, BE, ΓΔ, ΔΖ,正如 AB 对 BE,ΓΔ 也对ΔΖ;我说,分离的量也将成比例,正如 AE 对 EB,ΓΖ 也对 ΔΖ。 因为,设取 AE, EB, ΓΖ, ΖΔ 的等倍量 HΘ, ΘK, ΛM, MN,以及 EB, ΖΔ 的另一些任意取的等倍量 KΞ, NΠ。 并且,既然 HΘ 是 AE 的等倍量,ΘK 是 EB 的等倍量,所以 HΘ 是 AE 的等倍量,HK 也是 AB 的等倍量。而 HΘ 是 AE 的等倍量,ΛM 是 ΓΖ 的等倍量;因此 HK 是 AB 的等倍量,ΛM 也是 ΓΖ 的等倍量。再次,由于 ΛM 是 ΓΖ 的等倍量,MN 是 ΖΔ 的等倍量,所以 ΛM 是 ΓΖ 的等倍量,ΛN 也是 ΓΔ 的等倍量。而 ΛM 是 ΓΖ 的等倍量,HK 是 AB 的等倍量;因此 HK 是 AB 的等倍量,ΛN 也是 ΓΔ 的等倍量。因此 HK, ΛN 是 AB, ΓΔ 的等倍量。再次,由于 ΘK 是 EB 的等倍量,MN 是 ΖΔ 的等倍量,且 KΞ 也是 EB 的等倍量,NΠ 也是 ΖΔ 的等倍量,合起来的 ΘΞ 也是 EB 的等倍量,MΠ 也是 ΖΔ 的等倍量。并且,既然正如 AB 对 BE,ΓΔ 也对 ΔΖ,且已取 AB, ΓΔ 的等倍量 HK, ΛN,以及 EB, ΖΔ 的等倍量 ΘΞ, MΠ,因此,如果 HK 大于 ΘΞ,则 ΛN 也大于 MΠ,若相等则相等,若小于则小于。那么,设 HK 大于 ΘΞ;减去共同的 ΘK,则 HΘ 也大于 KΞ。然而若 HK 大于 ΘΞ,则 ΛN 也大于 MΠ;因此 ΛN 也大于 MΠ,且减去共同的 MN,则 ΛM 也大于 NΠ;所以如果HΘ 大于 KΞ,则 ΛM 也大于 NΠ。同样,我们也可以证明,如果 HΘ 等于 KΞ,则 ΛM 也等于 NΠ,若小于则小于。且 HΘ, ΛM 是 AE, ΓΖ 的等倍量,而 KΞ, NΠ 是 EB, ΖΔ 的另一些任意取的等倍量;因此,正如 AE 对 EB,ΓΖ 也对 ΖΔ。 因此,如果合成的量成比例,那么分离的量也将成比例;这就是所要证明的。
ἐὰν διῃρημένα μεγέθη ἀνάλογον ᾖ, καὶ συντεθέντα ἀνάλογον ἔσται. ἔστω διῃρημένα μεγέθη ἀνάλογον τὰ ΑΕ, ΕΒ, ΓΖ, ΖΔ, ὡς τὸ ΑΕ πρὸς τὸ ΕΒ, οὕτως τὸ ΓΖ πρὸς τὸ ΖΔ· λέγω, ὅτι καὶ συντεθέντα ἀνάλογον ἔσται, ὡς τὸ ΑΒ πρὸς τὸ ΒΕ, οὕτως τὸ ΓΔ πρὸς τὸ ΖΔ. εἰ γὰρ μή ἐστιν ὡς τὸ ΑΒ πρὸς τὸ ΒΕ, οὕτως τὸ ΓΔ πρὸς τὸ ΔΖ, ἔσται ὡς τὸ ΑΒ πρὸς τὸ ΒΕ, οὕτως τὸ ΓΔ ἤτοι πρὸς ἔλασσόν τι τοῦ ΔΖ ἢ πρὸς μεῖζον.2 ἔστω πρότερον πρὸς ἔλασσον τὸ ΔΗ. καὶ ἐπεί ἐστιν ὡς τὸ ΑΒ πρὸς τὸ ΒΕ, οὕτως τὸ ΓΔ πρὸς τὸ ΔΗ, συγκείμενα μεγέθη ἀνάλογόν ἐστιν· ὥστε καὶ διαιρεθέντα ἀνάλογον ἔσται. ἔστιν ἄρα ὡς τὸ ΑΕ πρὸς τὸ ΕΒ, οὕτως τὸ ΓΗ πρὸς τὸ ΗΔ. ὑπόκειται δὲ καὶ ὡς τὸ ΑΕ πρὸς τὸ ΕΒ, οὕτως τὸ ΓΖ πρὸς τὸ ΖΔ. καὶ ὡς ἄρα τὸ ΓΗ πρὸς τὸ ΗΔ, οὕτως τὸ ΓΖ πρὸς τὸ ΖΔ. μεῖζον δὲ τὸ πρῶτον τὸ ΓΗ τοῦ τρίτου τοῦ ΓΖ· μεῖζον ἄρα καὶ τὸ δεύτερον τὸ ΗΔ τοῦ τετάρτου τοῦ ΖΔ. ἀλλὰ καὶ ἔλαττον· ὅπερ ἐστὶν ἀδύνατον· οὐκ ἄρα ἐστὶν ὡς τὸ ΑΒ πρὸς τὸ ΒΕ, οὕτως τὸ ΓΔ πρὸς ἔλασσον τοῦ ΖΔ. ὁμοίως δὴ δείξομεν, ὅτι οὐδὲ πρὸς μεῖζον· πρὸς αὐτὸ ἄρα. ἐὰν ἄρα διῃρημένα μεγέθη ἀνάλογον ᾖ, καὶ συντεθέντα ἀνάλογον ἔσται· ὅπερ ἔδει δεῖξαι.
如果分离的量成比例,那么合成的量也将成比例。 设分离的成比例的量为 AE, EB, ΓΖ, ΖΔ,正如 AE 对 EB,ΓΖ 也对 ΖΔ;我说,合成的量也将成比例,正如 AB 对 BE,ΓΔ 也对 ΖΔ。 因为,如果正如 AB 对 BE,ΓΔ 不对ΔΖ,那么正如 AB 对 BE,ΓΔ 将或者对某个小于 ΔΖ 的量,或者对某个大于 ΔΖ 的量。 首先,设它对较小的量 ΔH。并且,既然正如 AB 对 BE,ΓΔ 也对 ΔH,所以合成的量是成比例的;因此分离的量也将成比例。因此,正如 AE 对 EB,ΓH 也对 HΔ。然而也假设了,正如 AE 对 EB,ΓΖ 也对 ΖΔ。因此,正如 ΓH 对 HΔ,ΓΖ 也对 ΖΔ。而第一量 ΓH 大于第三量 ΓΖ;因此,第二量HΔ 也大于第四量 ΖΔ。但它也较小;这是不可能的。因此,正如 AB 对 BE,ΓΔ 不对小于 ΖΔ 的量。同样,我们也将证明,它也不对较大的量;因此是对它本身。 因此,如果分离的量成比例,那么合成的量也将成比例;这就是所要证明的。
- 5.prop.17συγκείμενα μεγέθη ἀνάλογον ᾖ, καὶ διαιρεθέντα ἀνάλογον ἔσται
对于主格中性复数名词短语 συγκείμενα μεγέθη(合成的量),条件句中的动词 ᾖ 是第三人称单数(现在虚拟),而主句中的动词 ἔσται 也是第三人称单数(将来时)。这符合古希腊语中“中性复数主语使用单数动词”的语法规则。分词 διαιρεθέντα(分离的)也是中性复数主格,作为单数动词 ἔσται 的实际主语起作用。
- 5.prop.18ἤτοι πρὸς ἔλασσόν τι τοῦ ΔΖ ἢ πρὸς μεῖζον
相关连词 ἤτοι ... ἤ(或者……或者)提出了比例基准的两种排他性可能性(或者对小于 ΔΖ 的量,或者对大于的量)。比较级形容词 ἔλασσον(较小的)和 μεῖζον(较大的)均带有所属格 τοῦ ΔΖ(比 ΔΖ)作为比较的对象。
