- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:5.prop.15-5.prop.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
命题15证明了部分与其对应的同倍量具有相同的比。命题16表明,如果四个量成比例,那么它们更替(交互)也成比例。
τὰ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον ληφθέντα κατάλληλα.1 ἔστω γὰρ ἰσάκις πολλαπλάσιον τὸ ΑΒ τοῦ Γ καὶ τὸ ΔΕ τοῦ Ζ· λέγω, ὅτι ἐστὶν ὡς τὸ Γ πρὸς τὸ Ζ, οὕτως τὸ ΑΒ πρὸς τὸ ΔΕ. ἐπεὶ γὰρ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ ΑΒ τοῦ Γ καὶ τὸ ΔΕ τοῦ Ζ, ὅσα ἄρα ἐστὶν ἐν τῷ ΑΒ μεγέθη ἴσα τῷ Γ, τοσαῦτα καὶ ἐν τῷ ΔΕ ἴσα τῷ Ζ. διῃρήσθω τὸ μὲν ΑΒ εἰς τὰ τῷ Γ ἴσα τὰ ΑΗ, ΗΘ, ΘΒ, τὸ δὲ ΔΕ εἰς τὰ τῷ Ζ ἴσα τὰ ΔΚ, ΚΛ, ΛΕ· ἔσται δὴ ἴσον τὸ πλῆθος τῶν ΑΗ, ΗΘ, ΘΒ τῷ πλήθει τῶν ΔΚ, ΚΛ, ΛΕ. καὶ ἐπεὶ ἴσα ἐστὶ τὰ ΑΗ, ΗΘ, ΘΒ ἀλλήλοις, ἔστι δὲ καὶ τὰ ΔΚ, ΚΛ, ΛΕ ἴσα ἀλλήλοις, ἔστιν ἄρα ὡς τὸ ΑΗ πρὸς τὸ ΔΚ, οὕτως τὸ ΗΘ πρὸς τὸ ΚΛ, καὶ τὸ ΘΒ πρὸς τὸ ΛΕ. ἔσται ἄρα καὶ ὡς ἓν τῶν ἡγουμένων πρὸς ἓν τῶν ἑπομένων,2 οὕτως ἅπαντα τὰ ἡγούμενα πρὸς ἅπαντα τὰ ἑπόμενα· ἔστιν ἄρα ὡς τὸ ΑΗ πρὸς τὸ ΔΚ, οὕτως τὸ ΑΒ πρὸς τὸ ΔΕ. ἴσον δὲ τὸ μὲν ΑΗ τῷ Γ, τὸ δὲ ΔΚ τῷ Ζ· ἔστιν ἄρα ὡς τὸ Γ πρὸς τὸ Ζ οὕτως τὸ ΑΒ πρὸς τὸ ΔΕ. τὰ ἄρα μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον ληφθέντα κατάλληλα· ὅπερ ἔδει δεῖξαι.
部分对于对应取出的同倍量具有相同的比。 因为,设 AB 为 Γ 的等倍量,ΔE 为 Ζ 的等倍量。我说,正如 Γ 对 Ζ,AB 也对 ΔE。 因为,既然 AB 是 Γ 的等倍量,ΔE 是 Ζ 的等倍量,所以,在 AB 中有多少个等于 Γ 的量,在 ΔE 中也有同样多个等于 Ζ 的量。设 AB 被分割为等于 Γ 的量 AH, HΘ, ΘB,ΔE 被分割为等于 Ζ 的量 ΔK, KΛ, ΛE;那么 AH, HΘ, ΘB 的个数将等于 ΔK, KΛ, ΛE 的个数。并且,既然 AH, HΘ, ΘB 彼此相等,ΔK, KΛ, ΛE 也彼此相等,所以正如 AH 对 ΔK,HΘ 也对 KΛ,且 ΘB 也对 ΛE。因此,正如前项之一对后项之一,所有前项之和也对所有后项之和;因此,正如 AH 对 ΔK,AB 也对 ΔE。而 AH 等于 Γ,ΔK 等于 Ζ;因此,正如 Γ 对 Ζ,AB 也对 ΔE。 因此,部分对于对应取出的同倍量具有相同的比;这就是所要证明的。
ἐὰν τέσσαρα μεγέθη ἀνάλογον3 ᾖ, καὶ ἐναλλὰξ4 ἀνάλογον ἔσται. ἔστω τέσσαρα μεγέθη ἀνάλογον τὰ Α, Β, Γ, Δ, ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Γ πρὸς τὸ Δ· λέγω, ὅτι καὶ ἐναλλὰξ ἔσται, ὡς τὸ Α πρὸς τὸ Γ, οὕτως τὸ Β πρὸς τὸ Δ. εἰλήφθω γὰρ τῶν μὲν Α, Β ἰσάκις πολλαπλάσια τὰ Ε, Ζ, τῶν δὲ Γ, Δ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια τὰ Η, Θ. καὶ ἐπεὶ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ Ε τοῦ Α καὶ τὸ Ζ τοῦ Β, τὰ δὲ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον, ἔστιν ἄρα ὡς τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Ε πρὸς τὸ Ζ. ὡς δὲ τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Γ πρὸς τὸ Δ· καὶ ὡς ἄρα τὸ Γ πρὸς τὸ Δ, οὕτως τὸ Ε πρὸς τὸ Ζ. πάλιν, ἐπεὶ τὰ Η, Θ τῶν Γ, Δ ἰσάκις ἐστὶ πολλαπλάσια, ἔστιν ἄρα ὡς τὸ Γ πρὸς τὸ Δ, οὕτως τὸ Η πρὸς τὸ Θ. ὡς δὲ τὸ Γ πρὸς τὸ Δ, τὸ Ε πρὸς τὸ Ζ· καὶ ὡς ἄρα τὸ Ε πρὸς τὸ Ζ, οὕτως τὸ Η πρὸς τὸ Θ. ἐὰν δὲ τέσσαρα μεγέθη ἀνάλογον ᾖ, τὸ δὲ πρῶτον τοῦ τρίτου μεῖζον ᾖ, καὶ τὸ δεύτερον τοῦ τετάρτου μεῖζον ἔσται, κἂν ἴσον, ἴσον, κἂν ἔλαττον, ἔλαττον. εἰ ἄρα ὑπερέχει τὸ Ε τοῦ Η, ὑπερέχει καὶ τὸ Ζ τοῦ Θ, καὶ εἰ ἴσον, ἴσον, καὶ εἰ ἔλαττον, ἔλαττον. καί ἐστι τὰ μὲν Ε, Ζ τῶν Α, Β ἰσάκις πολλαπλάσια, τὰ δὲ Η, Θ τῶν Γ, Δ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια· ἔστιν ἄρα ὡς τὸ Α πρὸς τὸ Γ, οὕτως τὸ Β πρὸς τὸ Δ. ἐὰν ἄρα τέσσαρα μεγέθη ἀνάλογον ᾖ, καὶ ἐναλλὰξ ἀνάλογον ἔσται· ὅπερ ἔδει δεῖξαι.
如果四个量成比例,那么它们更替也成比例。 设四个成比例的量为 A, B, Γ, Δ,正如 A 对 B,Γ 也对 Δ;我说,它们更替也成比例,正如 A 对 Γ,B 也对 Δ。 因为,设取 A, B 的同倍量 E, Z,以及 Γ, Δ 的另一些任意取的同倍量 H, Θ。 并且,既然 E 是 A 的等倍量,Z 是 B 的等倍量,而部分对于同样倍增的量具有相同的比,所以,正如 A 对 B,E 也对 Z。而正如 A 对 B,Γ 也对Δ;因此,正如 Γ 对 Δ,E 也对 Z。再次,由于 H, Θ 是 Γ, Δ 的同倍量,所以,正如 Γ 对 Δ,H 也对 Θ。而正如 Γ 对 Δ,E 也对 Z;因此,正如 E 对 Z,H 也对 Θ。而如果四个量成比例,且第一量大于第三量,那么第二量也将大于第四量,若相等则相等,若小于则小于。因此,若 E 大于 H,则 Z 也大于 Θ,若相等则相等,若小于则小于。且 E, Z 是 A, B 的同倍量,而 H, Θ 是 Γ, Δ 的另一些任意取的同倍量;因此,正如 A 对 Γ,B 也对 Δ。 因此,如果四个量成比例,那么它们更替也成比例;这就是所要证明的。
- 5.prop.15ληφθέντα κατάλληλα
意为“对应地取出”。中性复数主格的不定过去被动分词 ληφθέντα 修饰句子的主语 τὰ μέρη(中性复数)。虽然主语为中性复数,但主动词 ἔχει 采用单数形式,符合希腊语语法规范。
- 5.prop.15τῶν ἡγουμένων ... τῶν ἑπομένων
指比例的前项(antecedents)和后项(consequents)的数学术语。源于现在分词的形容词性用法,ἡγούμενον 意为“领先/在前之物”,ἑπόμενον 意为“跟随/在后之物”。
- 5.prop.16ἀνάλογον
意为“成比例的”无变化形容词(或副词用法)。即使主语 μεγέθη 是复数,其形式也不发生变化。
- 5.prop.16ἐναλλὰξ
副词,意为“交互地、更替地”。指将比例 $A:B = \Gamma:\Delta$ 重组为 $A:\Gamma = B:\Delta$ 的“更替比例(alternando)”操作。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
