- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:5.prop.19-5.prop.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
命题19证明了若整体之比等于减去量之比,则余量之比也等于整体之比,并作为推论导出了比的反转型成立。命题20证明了对于两组个数相等的量,若两两之比对应相等,且在等比中第一量大于、等于或小于第三量,则第四量也相应地大于、等于或小于第六量。
ἐὰν ᾖ ὡς ὅλον πρὸς ὅλον, οὕτως ἀφαιρεθὲν πρὸς ἀφαιρεθέν, καὶ τὸ λοιπὸν πρὸς τὸ λοιπὸν ἔσται ὡς ὅλον πρὸς ὅλον. ἔστω γὰρ ὡς ὅλον τὸ ΑΒ πρὸς ὅλον τὸ ΓΔ, οὕτως ἀφαιρεθὲν τὸ ΑΕ πρὸς ἀφαιρεθὲν τὸ ΓΖ· λέγω, ὅτι καὶ λοιπὸν τὸ ΕΒ πρὸς λοιπὸν τὸ ΖΔ ἔσται ὡς ὅλον τὸ ΑΒ πρὸς ὅλον τὸ ΓΔ. ἐπεὶ γάρ ἐστιν ὡς τὸ ΑΒ πρὸς τὸ ΓΔ, οὕτως τὸ ΑΕ πρὸς τὸ ΓΖ, καὶ ἐναλλὰξ ὡς τὸ ΒΑ πρὸς τὸ ΑΕ, οὕτως τὸ ΔΓ πρὸς τὸ ΓΖ. καὶ ἐπεὶ συγκείμενα μεγέθη ἀνάλογόν ἐστιν, καὶ διαιρεθέντα ἀνάλογον ἔσται, ὡς τὸ ΒΕ πρὸς τὸ ΕΑ, οὕτως τὸ ΔΖ πρὸς τὸ ΓΖ· καὶ ἐναλλάξ, ὡς τὸ ΒΕ πρὸς τὸ ΔΖ, οὕτως τὸ ΕΑ πρὸς τὸ ΖΓ. ὡς δὲ τὸ ΑΕ πρὸς τὸ ΓΖ, οὕτως ὑπόκειται ὅλον τὸ ΑΒ πρὸς ὅλον τὸ ΓΔ. καὶ λοιπὸν ἄρα τὸ ΕΒ πρὸς λοιπὸν τὸ ΖΔ ἔσται ὡς ὅλον τὸ ΑΒ πρὸς ὅλον τὸ ΓΔ. ἐὰν ἄρα ᾖ ὡς ὅλον πρὸς ὅλον, οὕτως ἀφαιρεθὲν πρὸς ἀφαιρεθέν, καὶ τὸ λοιπὸν πρὸς τὸ λοιπὸν ἔσται ὡς ὅλον πρὸς ὅλον. . Πόρισμα ἐκ δὴ τούτου φανερόν, ὅτι ἐὰν συγκείμενα μεγέθη ἀνάλογον ᾖ, καὶ ἀναστρέψαντι1 ἀνάλογον ἔσται· ὅπερ ἔδει δεῖξαι.
如果整体对整体,正如减去的量对减去的量,那么剩下的量对剩下的量也将正如整体对整体。 设整体 AB 对整体 ΓΔ,正如减去的 AE 对减去的 ΓΖ;我说,剩下的 EB 对剩下的 ΖΔ 也将正如整体 AB 对整体 ΓΔ。 因为,既然 AB 对 ΓΔ 正如 AE 对 ΓΖ,且更替地,BA 对 AE 正如ΔΓ 对 ΓΖ。并且既然合成的量成比例,那么分离的量也将成比例,正如 BE 对 EA 正如ΔΖ 对 ΓΖ;且更替地,BE 对 ΔΖ 正如 EA 对 ΖΓ。然而正如 AE 对 ΓΖ,假设了整体 AB 对整体 ΓΔ;因此,剩下的 EB 对剩下的 ΖΔ 也将正如整体 AB 对整体 ΓΔ。 因此,如果整体对整体,正如减去的量对减去的量,那么剩下的量对剩下的量也将正如整体对整体。 . 推论 由此显然,如果合成的量成比例,那么通过反转也将成比例;这就是所要证明的。
ἐὰν ᾖ τρία μεγέθη καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος, σύνδυο λαμβανόμενα2 καὶ ἐν τῷ αὐτῷ λόγῳ, διʼ ἴσου δὲ τὸ πρῶτον τοῦ τρίτου μεῖζον ᾖ, καὶ τὸ τέταρτον τοῦ ἕκτου μεῖζον ἔσται, κἂν ἴσον, ἴσον, κἂν ἔλαττον, ἔλαττον. ἔστω τρία μεγέθη τὰ Α, Β, Γ, καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος τὰ Δ, Ε, Ζ, σύνδυο λαμβανόμενα ἐν τῷ αὐτῷ λόγῳ, ὡς μὲν τὸ Α πρὸς τὸ Β, οὕτως τὸ Δ πρὸς τὸ Ε, ὡς δὲ τὸ Β πρὸς τὸ Γ, οὕτως τὸ Ε πρὸς τὸ Ζ, διʼ ἴσου δὲ μεῖζον ἔστω τὸ Α τοῦ Γ· λέγω, ὅτι καὶ τὸ Δ τοῦ Ζ μεῖζον ἔσται, κἂν ἴσον, ἴσον, κἂν ἔλαττον, ἔλαττον. ἐπεὶ γὰρ μεῖζόν ἐστι τὸ Α τοῦ Γ, ἄλλο δέ τι τὸ Β, τὸ δὲ μεῖζον πρὸς τὸ αὐτὸ μείζονα λόγον ἔχει ἤπερ τὸ ἔλαττον, τὸ Α ἄρα πρὸς τὸ Β μείζονα λόγον ἔχει ἤπερ τὸ Γ πρὸς τὸ Β. ἀλλʼ ὡς μὲν τὸ Α πρὸς τὸ Β, τὸ Δ πρὸς τὸ Ε, ὡς δὲ τὸ Γ πρὸς τὸ Β, ἀνάπαλιν οὕτως τὸ Ζ πρὸς τὸ Ε· καὶ τὸ Δ ἄρα πρὸς τὸ Ε μείζονα λόγον ἔχει ἤπερ τὸ Ζ πρὸς τὸ Ε. τῶν δὲ πρὸς τὸ αὐτὸ λόγον ἐχόντων3 τὸ μείζονα λόγον ἔχον μεῖζόν ἐστιν. μεῖζον ἄρα τὸ Δ τοῦ Ζ. ὁμοίως δὴ δείξομεν, ὅτι κἂν ἴσον ᾖ τὸ Α τῷ Γ, ἴσον ἔσται καὶ τὸ Δ τῷ Ζ, κἂν ἔλαττον, ἔλαττον. ἐὰν ἄρα ᾖ τρία μεγέθη καὶ ἄλλα αὐτοῖς ἴσα τὸ πλῆθος, σύνδυο λαμβανόμενα καὶ ἐν τῷ αὐτῷ λόγῳ, διʼ ἴσου δὲ τὸ πρῶτον τοῦ τρίτου μεῖζον ᾖ, καὶ τὸ τέταρτον τοῦ ἕκτου μεῖζον ἔσται, κἂν ἴσον, ἴσον, κἂν ἔλαττον, ἔλαττον· ὅπερ ἔδει δεῖξαι.
如果有三个量,以及与它们个数相等的其他量,两两相比且比例相同,且在等比中第一量大于第三量,那么第四量也将大于第六量,若相等则相等,若小于则小于。 设三个量为 A, B, Γ,以及与它们个数相等的其他量为 Δ, E, Z,两两相比比例相同,正如 A 对 B 正如 Δ 对 E,而 B 对 Γ 正如 E 对 Z,且在等比中设A 大于 Γ;我说,Δ 也将大于 Z,若相等则相等,若小于则小于。 因为,既然 A 大于 Γ,而 B 是另一个量,且较大者对相同量比较小者有较大的比,因此 A 对 B 比 Γ 对 B 有较大的比。然而,正如 A 对 B 有 Δ 对 E,而正如 Γ 对 B,相反地有 Z 对 E;因此 Δ 对 E 比 Z 对 E 有较大的比。而在对相同量有比的量之中,有较大比者较大;因此 Δ 大于 Z。同样,我们也将证明,如果 A 等于 Γ,则 Δ 也将等于 Z,若小于则小于。 因此,如果有三个量,以及与它们个数相等的其他量,两两相比且比例相同,且在等比中第一量大于第三量,那么第四量也将大于第六量,若相等则相等,若小于则小于;这就是所要证明的。
- 5.prop.19ἀναστρέψαντι
动词 ἀναστρέφω 的第一不定过去时主动分词单数与格,表示进行《几何原本》第五卷定义16所规定的“比的反转(转换)”的条件或手段。
- 5.prop.20σύνδυο λαμβανόμενα
由中性复数主格现在被动分词 λαμβανόμενα(与主语“三个量及与之个数相同的其他量”一致)和副词 σύνδυο(两两地、成对地)组成的分词短语。
- 5.prop.20τῶν δὲ πρὸς τὸ αὐτὸ λόγον ἐχόντων
此属格短语并非属格独立结构,而是作为部分属格(整体属格)起作用,用于限定后续主语 τὸ μείζονα λόγον ἔχον(具有较大比者)的范围。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 3 处
