← 欧几里得

几何原本

§4.prop.8-4.prop.9

正方形内切圆与外接圆的作图

介绍了在给定的正方形内,通过平分各边作其内切圆(第8命题),以及利用对角线交点作为圆心作其外接圆(第9命题)的作图与证明过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.prop.8

εἰς τὸ δοθὲν τετράγωνον κύκλον ἐγγράψαι. ἔστω τὸ δοθὲν τετράγωνον τὸ ΑΒΓΔ· δεῖ δὴ εἰς τὸ ΑΒΓΔ τετράγωνον κύκλον ἐγγράψαι. τετμήσθω ἑκατέρα τῶν ΑΔ, ΑΒ δίχα κατὰ τὰ Ε, Ζ σημεῖα, καὶ διὰ μὲν τοῦ Ε ὁποτέρᾳ1 τῶν ΑΒ, ΓΔ παράλληλος ἤχθω ἡ ΕΘ, διὰ δὲ τοῦ Ζ ὁποτέρᾳ τῶν ΑΔ, ΒΓ παράλληλος ἤχθω ἡ ΖΚ· παραλληλόγραμμον ἄρα ἐστὶν ἕκαστον τῶν ΑΚ, ΚΒ, ΑΘ, ΘΔ, ΑΗ, ΗΓ, ΒΗ, ΗΔ, καὶ αἱ ἀπεναντίον αὐτῶν πλευραὶ δηλονότι ἴσαι. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΔ τῇ ΑΒ, καί ἐστι τῆς μὲν ΑΔ ἡμίσεια ἡ ΑΕ, τῆς δὲ ΑΒ ἡμίσεια ἡ ΑΖ, ἴση ἄρα καὶ ἡ ΑΕ τῇ ΑΖ· ὥστε καὶ αἱ ἀπεναντίον·2 ἴση ἄρα καὶ ἡ ΖΗ τῇ ΗΕ. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἑκατέρα τῶν ΗΘ, ΗΚ ἑκατέρᾳ τῶν ΖΗ, ΗΕ ἐστιν ἴση· αἱ τέσσαρες ἄρα αἱ ΗΕ, ΗΖ, ΗΘ, ΗΚ ἴσαι ἀλλήλαις. ὁ ἄρα κέντρῳ μὲν τῷ Η διαστήματι δὲ ἑνὶ τῶν Ε, Ζ, Θ, Κ κύκλος γραφόμενος ἥξει καὶ διὰ τῶν λοιπῶν σημείων· καὶ ἐφάψεται τῶν ΑΒ, ΒΓ, ΓΔ, ΔΑ εὐθειῶν διὰ τὸ ὀρθὰς εἶναι τὰς πρὸς τοῖς Ε, Ζ, Θ, Κ γωνίας· εἰ γὰρ τεμεῖ ὁ κύκλος τὰς ΑΒ, ΒΓ, ΓΔ, ΔΑ, ἡ τῇ διαμέτρῳ τοῦ κύκλου πρὸς ὀρθὰς ἀπʼ ἄκρας ἀγομένη3 ἐντὸς πεσεῖται τοῦ κύκλου· ὅπερ ἄτοπον ἐδείχθη. οὐκ ἄρα ὁ κέντρῳ τῷ Η διαστήματι δὲ ἑνὶ τῶν Ε, Ζ, Θ, Κ κύκλος γραφόμενος τεμεῖ τὰς ΑΒ, ΒΓ, ΓΔ, ΔΑ εὐθείας. ἐφάψεται ἄρα αὐτῶν καὶ ἔσται ἐγγεγραμμένος εἰς τὸ ΑΒΓΔ τετράγωνον. εἰς ἄρα τὸ δοθὲν τετράγωνον κύκλος ἐγγέγραπται· ὅπερ ἔδει ποιῆσαι.

在给定的正方形内,内切一个圆。 设给定的正方形为ABCD;此时必须在正方形ABCD内,内切一个圆。 设AD、AB中的每一个分别在点E、Z处被二等分,且通过E引出平行于AB、CD中任一一条的直线EΘ,并通过Z引出平行于AD、BC中任一一条的直线ZK。因而,AK、KB、AΘ、ΘΔ、AH、HΓ、BH、HΔ中的每一个都是平行四边形,且它们的对边显然相等。并且因为AD等于AB,且AE是AD的一半,AZ是AB的一半,所以AE也等于AZ;从而它们的对边也相等;所以ZH也等于HE。同理我们可以证明,HΘ、HK中的每一个也分别等于ZH、HE中的每一个;因而,HE、HZ、HΘ、HK这四条直线互相相等。所以,以H为圆心、以E、Z、Θ、K中任一点的距离为半径所作的圆,也将通过其余的点;并且它将与直线AB、BC、CD、DA相切,因为在E、Z、Θ、K处的角是直角。因为如果该圆割直线AB、BC、CD、DA,那么从圆的直径的端点处与其垂直引出的直线将会落入圆的内部;而这已被证明是荒谬的。因而,以H为圆心、以E、Z、Θ、K中任一点的距离为半径所作的圆,不会割直线AB、BC、CD、DA。所以它将与它们相切,并且将被内切于正方形ABCD中。 因而,在给定的正方形内,已内切了一个圆;这就是所要做的事。

§4.prop.9

περὶ τὸ δοθὲν τετράγωνον κύκλον περιγράψαι. ἔστω τὸ δοθὲν τετράγωνον τὸ ΑΒΓΔ· δεῖ δὴ περὶ τὸ ΑΒΓΔ τετράγωνον κύκλον περιγράψαι. ἐπιζευχθεῖσαι γὰρ αἱ ΑΓ, ΒΔ τεμνέτωσαν4 ἀλλήλας κατὰ τὸ Ε. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΔΑ τῇ ΑΒ, κοινὴ δὲ ἡ ΑΓ, δύο δὴ αἱ ΔΑ, ΑΓ δυσὶ ταῖς ΒΑ, ΑΓ ἴσαι εἰσίν· καὶ βάσις ἡ ΔΓ βάσει τῇ ΒΓ ἴση· γωνία ἄρα ἡ ὑπὸ ΔΑΓ γωνίᾳ τῇ ὑπὸ ΒΑΓ ἴση ἐστίν· ἡ ἄρα ὑπὸ ΔΑΒ γωνία δίχα τέτμηται ὑπὸ τῆς ΑΓ. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἑκάστη τῶν ὑπὸ ΑΒΓ, ΒΓΔ, ΓΔΑ δίχα τέτμηται ὑπὸ τῶν ΑΓ, ΔΒ εὐθειῶν. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΔΑΒ γωνία τῇ ὑπὸ ΑΒΓ, καί ἐστι τῆς μὲν ὑπὸ ΔΑΒ ἡμίσεια ἡ ὑπὸ ΕΑΒ, τῆς δὲ ὑπὸ ΑΒΓ ἡμίσεια ἡ ὑπὸ ΕΒΑ, καὶ ἡ ὑπὸ ΕΑΒ ἄρα τῇ ὑπὸ ΕΒΑ ἐστιν ἴση· ὥστε καὶ πλευρὰ ἡ ΕΑ τῇ ΕΒ ἐστιν ἴση. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἑκατέρα τῶν ΕΑ, ΕΒ ἑκατέρᾳ τῶν ΕΓ, ΕΔ ἴση ἐστίν. αἱ τέσσαρες ἄρα αἱ ΕΑ, ΕΒ, ΕΓ, ΕΔ ἴσαι ἀλλήλαις εἰσίν. ὁ ἄρα κέντρῳ τῷ Ε καὶ διαστήματι ἑνὶ τῶν Α, Β, Γ, Δ κύκλος γραφόμενος ἥξει καὶ διὰ τῶν λοιπῶν σημείων καὶ ἔσται περιγεγραμμένος περὶ τὸ ΑΒΓΔ τετράγωνον. περιγεγράφθω ὡς ὁ ΑΒΓΔ. περὶ τὸ δοθὲν ἄρα τετράγωνον κύκλος περιγέγραπται· ὅπερ ἔδει ποιῆσαι.

在给定的正方形外,外接一个圆。 设给定的正方形为ABCD;此时必须在正方形ABCD外,外接一个圆。 事实上,连接AC、BD,并设它们交于点E。 因为DA等于AB,且AC是公共的,所以DA、AC两条直线分别等于BA、AC两条直线;且底边DC等于底边BC;所以角DAC等于角BAC;因而,角DAB被AC二等分。同理我们可以证明,角ABC、BCD、CDA中的每一个也被直线AC、DB二等分。并且因为角DAB等于角ABC,且角EAB是角DAB的一半,角EBA是角ABC的一半,所以角EAB也等于角EBA;从而边EA也等于EB。同理我们可以证明,EA、EB中的每一个也分别等于EΓ、EΔ中的每一个。因而,EA、EB、EΓ、EΔ这四条直线互相相等。所以,以E为圆心、以A、B、Γ、Δ中任一点的距离为半径所作的圆,也将通过其余的点,并且它将外接于正方形ABCD。设它外接为ABCD。 因而,在给定的正方形外,已外接了一个圆;这就是所要做的事。

语法注4 条
  1. 4.prop.8ὁποτέρᾳ

    意为“两者中任何一个”的代词给予格(阴性单数)。这里表示“平行于AB、CD中任何一条”。因为正方形的对边本身就是平行的,所以在几何性质上,与其中一条平行的直线必然也平行于另一条。

  2. 4.prop.8ὥστε καὶ αἱ ἀπεναντίον·

    省略了动词(可能是 ἴσαι εἰσίν)的省略句。承接前句“AE等于AZ”,意为“因此对向的[边]也[相等]”,这直接导出了下一句“ZH也等于HE”的结论。

  3. 4.prop.8ἡ τῇ διαμέτρῳ τοῦ κύκλου πρὸς ὀρθὰς ἀπʼ ἄκρας ἀγομένη

    作主语的长定冠词分词短语。定冠词 ἡ 与句末的被动分词 ἀγομένη 相呼应,整体意为“从圆的直径端点与其垂直引出的[直线]”。这是基于第3卷第16命题(从直径端点作的垂线必在圆外)所进行的反证法论述。

  4. 4.prop.9ἐπιζευχθεῖσαι γὰρ αἱ ΑΓ, ΒΔ τεμνέτωσαν

    不定过去时被动分词 ἐπιζευχθεῖσαι(被连接)修饰命令式动词 τεμνέτωσαν(让它们相交),将“连接AC、BD并使它们相交”这一连续的作图步骤融于一个句子结构之中。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:4.prop.8-4.prop.9