← 欧几里得

几何原本

§4.prop.6-4.prop.7

在圆内接与外切正方形的作图

展示在给定的圆内内接正方形(命题6),以及在给定的圆外外切正方形(命题7)的几何作图步骤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.prop.6

εἰς τὸν δοθέντα κύκλον τετράγωνον ἐγγράψαι. ἔστω ὁ δοθεὶς κύκλος ὁ ΑΒΓΔ· δεῖ δὴ εἰς τὸν ΑΒΓΔ κύκλον τετράγωνον ἐγγράψαι. ἤχθωσαν τοῦ ΑΒΓΔ κύκλου δύο διάμετροι πρὸς ὀρθὰς ἀλλήλαις αἱ ΑΓ, ΒΔ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΒ, ΒΓ, ΓΔ, ΔΑ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΒΕ τῇ ΕΔ· κέντρον γὰρ τὸ Ε· κοινὴ δὲ καὶ πρὸς ὀρθὰς ἡ ΕΑ, βάσις ἄρα ἡ ΑΒ βάσει τῇ ΑΔ ἴση ἐστίν. διὰ τὰ αὐτὰ δὴ καὶ ἑκατέρα τῶν ΒΓ, ΓΔ ἑκατέρᾳ τῶν ΑΒ, ΑΔ1 ἴση ἐστίν· ἰσόπλευρον ἄρα ἐστὶ τὸ ΑΒΓΔ τετράπλευρον. λέγω δή, ὅτι καὶ ὀρθογώνιον. ἐπεὶ γὰρ ἡ ΒΔ εὐθεῖα διάμετρός ἐστι τοῦ ΑΒΓΔ κύκλου, ἡμικύκλιον ἄρα ἐστὶ τὸ ΒΑΔ· ὀρθὴ ἄρα ἡ ὑπὸ ΒΑΔ γωνία. διὰ τὰ αὐτὰ δὴ καὶ ἑκάστη τῶν ὑπὸ ΑΒΓ, ΒΓΔ, ΓΔΑ ὀρθή ἐστιν· ὀρθογώνιον ἄρα ἐστὶ τὸ ΑΒΓΔ τετράπλευρον. ἐδείχθη δὲ καὶ ἰσόπλευρον· τετράγωνον ἄρα ἐστίν. καὶ ἐγγέγραπται εἰς τὸν ΑΒΓΔ κύκλον. εἰς ἄρα τὸν δοθέντα κύκλον τετράγωνον ἐγγέγραπται τὸ ΑΒΓΔ· ὅπερ ἔδει ποιῆσαι.

在给定的圆内,内接一个正方形。 设给定的圆为ABCD;此时必须在圆ABCD内,内接一个正方形。 设圆ABCD的两条直径AC、BD互相垂直地引出,并连接AB、BC、CD、DA。 因为BE等于ED(因为E是圆心),且EA是公共的且垂直,所以底边AB等于底边AD。因此,由于同样的原因,BC、CD中的每一个也分别等于AB、AD中的每一个;所以四边形ABCD是等边四边形。我还说,它也是矩形。因为直线BD是圆ABCD的直径,所以BAD是半圆;因而角BAD是直角。因此,由于同样的原因,角ABC、BCD、CDA中的每一个也是直角;所以四边形ABCD是矩形。并且它已被证明是等边的;所以它是正方形。并且它已被内接于圆ABCD中。 因而,在给定的圆内,已内接了正方形ABCD;这就是所要做的事。

§4.prop.7

περὶ τὸν δοθέντα κύκλον τετράγωνον περιγράψαι. ἔστω ὁ δοθεὶς κύκλος ὁ ΑΒΓΔ· δεῖ δὴ περὶ τὸν ΑΒΓΔ κύκλον τετράγωνον περιγράψαι. ἤχθωσαν τοῦ ΑΒΓΔ κύκλου δύο διάμετροι πρὸς ὀρθὰς ἀλλήλαις αἱ ΑΓ, ΒΔ, καὶ διὰ τῶν Α, Β, Γ, Δ σημείων ἤχθωσαν ἐφαπτόμεναι τοῦ ΑΒΓΔ κύκλου αἱ ΖΗ, ΗΘ, ΘΚ, ΚΖ. ἐπεὶ οὖν ἐφάπτεται ἡ ΖΗ τοῦ ΑΒΓΔ κύκλου, ἀπὸ δὲ τοῦ Ε κέντρου ἐπὶ τὴν κατὰ τὸ Α ἐπαφὴν ἐπέζευκται ἡ ΕΑ, αἱ ἄρα πρὸς τῷ Α γωνίαι ὀρθαί εἰσιν. διὰ τὰ αὐτὰ δὴ καὶ αἱ πρὸς τοῖς Β, Γ, Δ σημείοις γωνίαι ὀρθαί εἰσιν. καὶ ἐπεὶ ὀρθή ἐστιν ἡ ὑπὸ ΑΕΒ γωνία, ἐστὶ δὲ ὀρθὴ καὶ ἡ ὑπὸ ΕΒΗ, παράλληλος ἄρα ἐστὶν ἡ ΗΘ τῇ ΑΓ. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΑΓ τῇ ΖΚ ἐστι παράλληλος. ὥστε καὶ ἡ ΗΘ τῇ ΖΚ ἐστι παράλληλος. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἑκατέρα τῶν ΗΖ, ΘΚ τῇ ΒΕΔ ἐστι παράλληλος. παραλληλόγραμμα ἄρα ἐστὶ τὰ ΗΚ, ΗΓ, ΑΚ, ΖΒ, ΒΚ·2 ἴση ἄρα ἐστὶν ἡ μὲν ΗΖ τῇ ΘΚ, ἡ δὲ ΗΘ τῇ ΖΚ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΓ τῇ ΒΔ, ἀλλὰ καὶ ἡ μὲν ΑΓ ἑκατέρᾳ τῶν ΗΘ, ΖΚ, ἡ δὲ ΒΔ ἑκατέρᾳ τῶν ΗΖ, ΘΚ ἐστιν ἴση, ἰσόπλευρον ἄρα ἐστὶ τὸ ΖΗΘΚ τετράπλευρον. λέγω δή, ὅτι καὶ ὀρθογώνιον. ἐπεὶ γὰρ παραλληλόγραμμόν ἐστι τὸ ΗΒΕΑ, καί ἐστιν ὀρθὴ ἡ ὑπὸ ΑΕΒ, ὀρθὴ ἄρα καὶ ἡ ὑπὸ ΑΗΒ. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ αἱ πρὸς τοῖς Θ, Κ, Ζ γωνίαι ὀρθαί εἰσιν. ὀρθογώνιον ἄρα ἐστὶ τὸ ΖΗΘΚ. ἐδείχθη δὲ καὶ ἰσόπλευρον· τετράγωνον ἄρα ἐστίν. καὶ περιγέγραπται περὶ τὸν ΑΒΓΔ κύκλον. περὶ τὸν δοθέντα ἄρα κύκλον τετράγωνον περιγέγραπται· ὅπερ ἔδει ποιῆσαι.

在给定的圆外,外切一个正方形。 设给定的圆为ABCD;此时必须在圆ABCD外,外切一个正方形。 设圆ABCD的两条直径AC、BD互相垂直地引出,并通过点A、B、C、D引出圆ABCD的切线ZH、HΘ、ΘK、KZ。 因为ZH与圆ABCD相切,且从圆心E向A处的切点连接了EA,所以A处的角是直角。因此,由于同样的原因,在点B、C、D处的角也是直角。并且因为角AEB是直角,角EBH也是直角,所以HΘ平行于AC。因此,由于同样的原因,AC也平行于ZK;所以HΘ也平行于ZK。同理我们可以证明,HZ、ΘK中的每一个也平行于BED。因而,HK、HC、AK、ZB、BK是平行四边形;所以,一方面HZ等于ΘK,另一方面HΘ等于ZK。并且因为AC等于BD,而且AC等于HΘ、ZK中的每一个,BD等于HZ、ΘK中的每一个,所以四边形ZHΘK是等边四边形。我还说,它也是矩形。因为HBEA是平行四边形,且角AEB是直角,所以角AHB也是直角。同理我们可以证明,在Θ、K、Z处的角也是直角。所以,ZHΘK是矩形。并且它已被证明是等边的;所以它是正方形。并且它已被外切于圆ABCD。 因而,在给定的圆外,已外切了一个正方形;这就是所要做的事。

语法注2 条
  1. 4.prop.6ἑκατέρα τῶν ΒΓ, ΓΔ ἑκατέρᾳ τῶν ΑΒ, ΑΔ

    主格的 ἑκατέρα(“BC、CD中的每一个”)与与格的 ἑκατέρᾳ(“与AB、AD中的每一个”)相呼应。这一双重相关结构简洁地表明,BC和CD中的每一个都分别等于已经证明相等的AB和AD中的每一个。

  2. 4.prop.7τὰ ΗΚ, ΗΓ, ΑΚ, ΖΒ, ΒΚ

    这些由中性复数冠词 τὰ 引导的字母表示平行四边形。在欧几里得的几何简写中,例如,HK 指由对角顶点 H 和 K 确定的平行四边形(即 ZHΘK)。同理,HC 代表 HΘCA,AK 代表 ACKZ,ZB 代表 ZHBD,BK 代表 BΘKD。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:4.prop.6-4.prop.7