- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:4.prop.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
介绍并证明了如何作一个等腰三角形,使其底角的每一个都等于其余角(顶角)的两倍。此作图利用了线段的外中比(黄金分割)和圆的内接弦。
ἰσοσκελὲς τρίγωνον συστήσασθαι ἔχον ἑκατέραν τῶν πρὸς τῇ βάσει γωνιῶν διπλασίονα τῆς λοιπῆς.1 Ἐκκείσθω τις εὐθεῖα ἡ ΑΒ, καὶ τετμήσθω κατὰ τὸ Γ σημεῖον, ὥστε τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ περιεχόμενον ὀρθογώνιον2 ἴσον εἶναι τῷ ἀπὸ τῆς ΓΑ τετραγώνῳ· καὶ κέντρῳ τῷ Α καὶ διαστήματι τῷ ΑΒ κύκλος γεγράφθω ὁ ΒΔΕ, καὶ ἐνηρμόσθω εἰς τὸν ΒΔΕ κύκλον τῇ ΑΓ εὐθείᾳ μὴ μείζονι οὔσῃ τῆς τοῦ ΒΔΕ κύκλου διαμέτρου3 ἴση εὐθεῖα ἡ ΒΔ· καὶ ἐπεζεύχθωσαν αἱ ΑΔ, ΔΓ, καὶ περιγεγράφθω περὶ τὸ ΑΓΔ τρίγωνον κύκλος ὁ ΑΓΔ. καὶ ἐπεὶ τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΓ, ἴση δὲ ἡ ΑΓ τῇ ΒΔ, τὸ ἄρα ὑπὸ τῶν ΑΒ, ΒΓ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΒΔ. καὶ ἐπεὶ κύκλου τοῦ ΑΓΔ εἴληπταί τι σημεῖον ἐκτὸς τὸ Β, καὶ ἀπὸ τοῦ Β πρὸς τὸν ΑΓΔ κύκλον προσπεπτώκασι δύο εὐθεῖαι αἱ ΒΑ, ΒΔ, καὶ ἡ μὲν αὐτῶν τέμνει, ἡ δὲ προσπίπτει, καί ἐστι τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ ἴσον τῷ ἀπὸ τῆς ΒΔ, ἡ ΒΔ ἄρα ἐφάπτεται τοῦ ΑΓΔ κύκλου. ἐπεὶ οὖν ἐφάπτεται μὲν ἡ ΒΔ, ἀπὸ δὲ τῆς κατὰ τὸ Δ ἐπαφῆς διῆκται ἡ ΔΓ, ἡ ἄρα ὑπὸ ΒΔΓ γωνία ἴση ἐστὶ τῇ ἐν τῷ ἐναλλὰξ τοῦ κύκλου τμήματι γωνίᾳ τῇ ὑπὸ ΔΑΓ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ὑπὸ ΒΔΓ τῇ ὑπὸ ΔΑΓ, κοινὴ προσκείσθω ἡ ὑπὸ ΓΔΑ· ὅλη ἄρα ἡ ὑπὸ ΒΔΑ ἴση ἐστὶ δυσὶ ταῖς ὑπὸ ΓΔΑ, ΔΑΓ. ἀλλὰ ταῖς ὑπὸ ΓΔΑ, ΔΑΓ ἴση ἐστὶν ἡ ἐκτὸς ἡ ὑπὸ ΒΓΔ· καὶ ἡ ὑπὸ ΒΔΑ ἄρα ἴση ἐστὶ τῇ ὑπὸ ΒΓΔ. ἀλλὰ ἡ ὑπὸ ΒΔΑ τῇ ὑπὸ ΓΒΔ ἐστιν ἴση, ἐπεὶ καὶ πλευρὰ ἡ ΑΔ τῇ ΑΒ ἐστιν ἴση· ὥστε καὶ ἡ ὑπὸ ΔΒΑ τῇ ὑπὸ ΒΓΔ ἐστιν ἴση. αἱ τρεῖς ἄρα αἱ ὑπὸ ΒΔΑ, ΔΒΑ, ΒΓΔ ἴσαι ἀλλήλαις εἰσίν. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΔΒΓ γωνία τῇ ὑπὸ ΒΓΔ, ἴση ἐστὶ καὶ πλευρὰ ἡ ΒΔ πλευρᾷ τῇ ΔΓ. ἀλλὰ ἡ ΒΔ τῇ ΓΑ ὑπόκειται ἴση· καὶ ἡ ΓΑ ἄρα τῇ ΓΔ ἐστιν ἴση· ὥστε καὶ γωνία ἡ ὑπὸ ΓΔΑ γωνίᾳ τῇ ὑπὸ ΔΑΓ ἐστιν ἴση· αἱ ἄρα ὑπὸ ΓΔΑ, ΔΑΓ τῆς ὑπὸ ΔΑΓ εἰσι διπλασίους.4 ἴση δὲ ἡ ὑπὸ ΒΓΔ ταῖς ὑπὸ ΓΔΑ, ΔΑΓ· καὶ ἡ ὑπὸ ΒΓΔ ἄρα τῆς ὑπὸ ΓΑΔ ἐστι διπλῆ. ἴση δὲ ἡ ὑπὸ ΒΓΔ ἑκατέρᾳ τῶν ὑπὸ ΒΔΑ, ΔΒΑ· καὶ ἑκατέρα ἄρα τῶν ὑπὸ ΒΔΑ, ΔΒΑ τῆς ὑπὸ ΔΑΒ ἐστι διπλῆ. ἰσοσκελὲς ἄρα τρίγωνον συνέσταται τὸ ΑΒΔ ἔχον ἑκατέραν τῶν πρὸς τῇ ΔΒ βάσει γωνιῶν διπλασίονα τῆς λοιπῆς· ὅπερ ἔδει ποιῆσαι.
作一个等腰三角形,使其底角的每一个都等于其余角的两倍。 设任意直线AB,将其在点Γ处分割,使得由AB、BΓ包围的矩形等于在ΓA上所作的正方形;并以A为圆心、AB为半径作圆BΔE;又在圆BΔE中,内接一条等于直线AΓ的直线BΔ,其中AΓ不大于圆BΔE的直径;并连接AΔ、ΔΓ,在三角形AΓΔ周围作外接圆AΓΔ。 因为由AB、BΓ包围的图形等于AΓ上的正方形,且AΓ等于BΔ,所以由AB、BΓ包围的图形等于BΔ上的正方形。又因为在圆AΓΔ之外取了一点B,且从B向圆AΓΔ引出了两条直线BA、BΔ,其中一条割圆,另一条落在圆上,且由AB、BΓ包围的图形等于BΔ上的正方形,所以BΔ与圆AΓΔ相切。既然BΔ与圆相切,且从在Δ处的切点引出了ΔΓ,所以角BΔΓ等于圆的交错弓形中的角ΔAΓ。既然角BΔΓ等于角ΔAΓ,设公共的角ΓΔA加上去;所以,整个角BΔA等于两个角ΓΔA、ΔAΓ的和。但是,外角BΓΔ等于两个角ΓΔA、ΔAΓ的和;所以角BΔA也等于角BΓΔ。但是,角BΔA等于角ΓBΔ,因为边AΔ也等于AB;从而角ΔBA也等于角BΓΔ。所以,BΔA、ΔBA、BΓΔ这三个角互相相等。因为角ΔBΓ等于角BΓΔ,所以边BΔ也等于边ΔΓ。但是,设定BΔ等于ΓA;所以,ΓA也等于ΓΔ;从而角ΓΔA也等于角ΔAΓ;所以,角ΓΔA、ΔAΓ是角ΔAΓ的两倍。而角BΓΔ等于角ΓΔA、ΔAΓ;所以角BΓΔ也是角ΓAΔ的两倍。而角BΓΔ等于角BΔA、ΔBA中的每一个;所以,角BΔA、ΔBA中的每一个也是角ΔAB的两倍。 因而,作出了等腰三角形ABΔ,使其在底边ΔB处的每一个底角都等于其余角的两倍;这就是所要做的事。
- 4.prop.10ἔχον ἑκατέραν τῶν πρὸς τῇ βάσει γωνιῶν διπλασίονα τῆς λοιπῆς
中性单数宾格分词 ἔχον 修饰 τρίγωνον,并带宾语补足语 διπλασίονα(阴性单数宾格,与 ἑκατέραν 一致)。τῆς λοιπῆς(其余的角,即顶角)是比较属格,由形容词 διπλασίονα 支配。
- 4.prop.10τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ περιεχόμενον ὀρθογώνιον
希腊数学中的公式化表达,意为“由直线AB和BΓ包围的矩形”。介词 ὑπό 接属格以表示两条边。名词 ὀρθογώνιον 经常被省略,仅剩下 τὸ ὑπὸ τῶν ΑΒ, ΒΓ(如第14-15行)。
- 10τῇ ΑΓ εὐθείᾳ μὴ μείζονι οὔσῃ τῆς τοῦ ΒΔΕ κύκλου διαμέτρου
现在分词与格 οὔσῃ 及其表语比较级形容词 μείζονι 与与格的 τῇ ΑΓ εὐθείᾳ 一致。τῆς ... διαμέτρου(直径)是比较属格,由比较级 μείζονι 所支配。
- 4.prop.10διπλασίους
形容词 διπλάσιος 的主格复数形式,与复数主语 αἱ ὑπὸ ΓΔΑ, ΔΑΓ(角ΓΔA与角ΔAΓ两者)一致。这一复数表达表示这两个角之和等于角ΔAΓ的两倍。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 2 处
- 2026-09-21 AI校阅 — 译文 1 处
