- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:4.prop.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
展示了在已知三角形外作外接圆的方法,并证明外接圆的圆心根据三角形的形状(锐角、直角、钝角)分别位于三角形的内部、边上或外部。
περὶ τὸ δοθὲν τρίγωνον κύκλον περιγράψαι. ἔστω τὸ δοθὲν τρίγωνον τὸ ΑΒΓ· δεῖ περὶ τὸ δοθὲν τρίγωνον τὸ ΑΒΓ κύκλον περιγράψαι. τετμήσθωσαν αἱ ΑΒ, ΑΓ εὐθεῖαι δίχα κατὰ τὰ Δ, Ε σημεῖα, καὶ ἀπὸ τῶν Δ, Ε σημείων ταῖς ΑΒ, ΑΓ πρὸς ὀρθὰς ἤχθωσαν αἱ ΔΖ, ΕΖ· συμπεσοῦνται1 δὴ ἤτοι ἐντὸς τοῦ ΑΒΓ τριγώνου ἢ ἐπὶ τῆς ΒΓ εὐθείας ἢ ἐκτὸς τῆς ΒΓ. συμπιπτέτωσαν πρότερον ἐντὸς κατὰ τὸ Ζ, καὶ ἐπεζεύχθωσαν αἱ ΖΒ, ΖΓ, ΖΑ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΔ τῇ ΔΒ, κοινὴ δὲ καὶ πρὸς ὀρθὰς ἡ ΔΖ, βάσις ἄρα ἡ ΑΖ βάσει τῇ ΖΒ ἐστιν ἴση. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἡ ΓΖ τῇ ΑΖ ἐστιν ἴση· ὥστε2 καὶ ἡ ΖΒ τῇ ΖΓ ἐστιν ἴση· αἱ τρεῖς ἄρα αἱ ΖΑ, ΖΒ, ΖΓ ἴσαι ἀλλήλαις εἰσίν. ὁ ἄρα κέντρῳ τῷ Ζ διαστήματι δὲ ἑνὶ τῶν Α, Β, Γ κύκλος γραφόμενος ἥξει καὶ διὰ τῶν λοιπῶν σημείων, καὶ ἔσται περιγεγραμμένος ὁ κύκλος περὶ τὸ ΑΒΓ τρίγωνον. περιγεγράφθω ὡς ὁ ΑΒΓ. ἀλλὰ δὴ αἱ ΔΖ, ΕΖ συμπιπτέτωσαν ἐπὶ τῆς ΒΓ εὐθείας κατὰ τὸ Ζ, ὡς ἔχει ἐπὶ τῆς δευτέρας καταγραφῆς, καὶ ἐπεζεύχθω ἡ ΑΖ. ὁμοίως δὴ δείξομεν, ὅτι τὸ Ζ σημεῖον κέντρον ἐστὶ τοῦ περὶ τὸ ΑΒΓ τρίγωνον περιγραφομένου κύκλου. ἀλλὰ δὴ αἱ ΔΖ, ΕΖ συμπιπτέτωσαν ἐκτὸς τοῦ ΑΒΓ τριγώνου κατὰ τὸ Ζ πάλιν, ὡς ἔχει ἐπὶ τῆς τρίτης καταγραφῆς, καὶ ἐπεζεύχθωσαν αἱ ΑΖ, ΒΖ, ΓΖ. καὶ ἐπεὶ πάλιν ἴση ἐστὶν ἡ ΑΔ τῇ ΔΒ, κοινὴ δὲ καὶ πρὸς ὀρθὰς ἡ ΔΖ, βάσις ἄρα ἡ ΑΖ βάσει τῇ ΒΖ ἐστιν ἴση. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἡ ΓΖ τῇ ΑΖ ἐστιν ἴση· ὥστε καὶ ἡ ΒΖ τῇ ΖΓ ἐστιν ἴση· ὁ ἄρα κέντρῳ τῷ Ζ διαστήματι δὲ ἑνὶ τῶν ΖΑ, ΖΒ, ΖΓ κύκλος γραφόμενος ἥξει καὶ διὰ τῶν λοιπῶν σημείων, καὶ ἔσται περιγεγραμμένος περὶ τὸ ΑΒΓ τρίγωνον. περὶ τὸ δοθὲν ἄρα τρίγωνον κύκλος περιγέγραπται· ὅπερ ἔδει ποιῆσαι. καὶ φανερόν, ὅτι, ὅτε μὲν ἐντὸς τοῦ τριγώνου πίπτει τὸ κέντρον τοῦ κύκλου, ἡ ὑπὸ ΒΑΓ γωνία ἐν μείζονι τμήματι τοῦ ἡμικυκλίου τυγχάνουσα3 ἐλάττων ἐστὶν ὀρθῆς· ὅτε δὲ ἐπὶ τῆς ΒΓ εὐθείας τὸ κέντρον πίπτει, ἡ ὑπὸ ΒΑΓ γωνία ἐν ἡμικυκλίῳ τυγχάνουσα ὀρθή ἐστιν· ὅτε δὲ τὸ κέντρον τοῦ κύκλου ἐκτὸς τοῦ τριγώνου πίπτει, ἡ ὑπὸ ΒΑΓ ἐν ἐλάττονι τμήματι τοῦ ἡμικυκλίου τυγχάνουσα μείζων ἐστὶν ὀρθῆς.
求作已知三角形的外接圆。 设已知三角形为 ΑΒΓ。求作已知三角形 ΑΒΓ 的外接圆。 将直线 ΑΒ、ΑΓ 分别在点 Δ、Ε二等分,并从点 Δ、Ε 分别作 ΑΒ、ΑΓ 的垂线 ΔΖ、ΕΖ。它们必相交于三角形 ΑΒΓ 的内部,或在直线 ΒΓ 上,或在 ΒΓ 的外部。 首先,设它们相交于内部的点 Ζ,并连接ΖΒ、ΖΓ、ΖΑ。因为 ΑΔ 等于 ΔΒ,且 ΔΖ 为公共边且垂直,所以底边 ΑΖ 等于底边 ΖΒ。同理,我们也可以证明 ΓΖ 也等于 ΑΖ。因此 ΖΒ 也等于 ΖΓ。所以三条直线 ΖΑ、ΖΒ、ΖΓ 彼此相等。因此,以 Ζ 为圆心,以到点 Α、Β、Γ 之一的距离为半径所作的圆,也必通过其余的点,且该圆将外接于三角形 ΑΒΓ。设其外接圆为 ΑΒΓ。 现在,设 ΔΖ、ΕΖ 相交于直线 ΒΓ上的点 Ζ(如第二幅图所示),并连接 ΑΖ。同理,我们将证明点 Ζ 是三角形 ΑΒΓ 外接圆的圆心。 现在,再设 ΔΖ、ΕΖ 相交于三角形 ΑΒΓ外部的点 Ζ(如第三幅图所示),并连接 ΑΖ、ΒΖ、ΓΖ。因为同样地 ΑΔ 等于 ΔΒ,且 ΔΖ 为公共边且垂直,所以底边 ΑΖ 等于底边 ΒΖ。同理,我们也可以证明 ΓΖ 也等于 ΑΖ。因此ΒΖ 也等于 ΖΓ。因此,以 Ζ 为圆心,以 ΖΑ、ΖΒ、ΖΓ 之一为半径所作的圆,也必通过其余的点,且外接于三角形 ΑΒΓ。 因此,已在已知三角形外接一圆。这就是所要求作的。 显而易见,当圆心落在三角形内部时,角 ΒΑΓ 处于大于半圆的弓形中,因而小于直角;当圆心落在直线 ΒΓ 上时,角 ΒΑΓ 处于半圆中,因而是直角;当圆心落在三角形外部时,角 ΒΑΓ 处于小于半圆的弓形中,因而大于直角。
- 5συμπεσοῦνται
动词 συμπίπτω 的将来时直说语气第三人称复数形式。用于表达作图步骤的逻辑推论,引出交点可能出现的三种不同位置。
- 4.prop.5ὥστε
连词 ὥστε 后接直说语气(ἐστιν),用于表示逻辑上必然产生的结果。
- 4.prop.5τυγχάνουσα
动词 τυγχάνω 的现在分词阴性单数主格,修饰主语角(ἡ ὑπὸ ΒΑΓ γωνία),表示它“处于”特定弓形之中的状态。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 中于 2026-06-01 由 Gemini 3.5 Flash 重新翻译
- 2026-11-15 AI校阅 — 原文 1 处
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-22 AI校阅 — 原文 1 处
