- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.18#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
基于给定球体的直径,通过几何作图求出五种正多面体(正四面体、正六面体、正八面体)的边长,并阐明其长度比例关系。
τὰς πλευρὰς τῶν πέντε σχημάτων ἐκθέσθαι καὶ συγκρῖναι πρὸς ἀλλήλας. Ἐκκείσθω ἡ τῆς δοθείσης σφαίρας διάμετρος ἡ ΑΒ, καὶ τετμήσθω κατὰ τὸ Γ ὥστε ἴσην εἶναι τὴν ΑΓ τῇ ΓΒ, κατὰ δὲ τὸ Δ ὥστε διπλασίονα εἶναι τὴν ΑΔ τῆς ΔΒ, καὶ γεγράφθω ἐπὶ τῆς ΑΒ ἡμικύκλιον τὸ ΑΕΒ, καὶ ἀπὸ τῶν Γ, Δ τῇ ΑΒ πρὸς ὀρθὰς ἤχθωσαν αἱ ΓΕ, ΔΖ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΖ, ΖΒ, ΕΒ. καὶ ἐπεὶ διπλῆ ἐστιν ἡ ΑΔ τῆς ΔΒ, τριπλῆ ἄρα ἐστὶν ἡ ΑΒ τῆς ΒΔ. ἀναστρέψαντι1 ἡμιολία ἄρα ἐστὶν ἡ ΒΑ τῆς ΑΔ. ὡς δὲ ἡ ΒΑ πρὸς τὴν ΑΔ, οὕτως τὸ ἀπὸ τῆς ΒΑ πρὸς τὸ ἀπὸ τῆς ΑΖ· ἰσογώνιον γάρ ἐστι τὸ ΑΖΒ τρίγωνον τῷ ΑΖΔ τριγώνῳ·2 ἡμιόλιον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΒΑ τοῦ ἀπὸ τῆς ΑΖ. ἔστι δὲ καὶ ἡ τῆς σφαίρας διάμετρος δυνάμει ἡμιολία τῆς πλευρᾶς τῆς πυραμίδος. καί ἐστιν ἡ ΑΒ ἡ τῆς σφαίρας διάμετρος· ἡ ΑΖ ἄρα ἴση ἐστὶ τῇ πλευρᾷ τῆς πυραμίδος. πάλιν, ἐπεὶ διπλασίων ἐστὶν ἡ ΑΔ τῆς ΔΒ, τριπλῆ ἄρα ἐστὶν ἡ ΑΒ τῆς ΒΔ. ὡς δὲ ἡ ΑΒ πρὸς τὴν ΒΔ, οὕτως τὸ ἀπὸ τῆς ΑΒ πρὸς τὸ ἀπὸ τῆς ΒΖ· τριπλάσιον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΑΒ τοῦ ἀπὸ τῆς ΒΖ. ἔστι δὲ καὶ ἡ τῆς σφαίρας διάμετρος δυνάμει τριπλασίων τῆς τοῦ κύβου πλευρᾶς. καί ἐστιν ἡ ΑΒ ἡ τῆς σφαίρας διάμετρος· ἡ ΒΖ ἄρα τοῦ κύβου ἐστὶ πλευρά. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΓ τῇ ΓΒ, διπλῆ ἄρα ἐστὶν ἡ ΑΒ τῆς ΒΓ. ὡς δὲ ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὸ ἀπὸ τῆς ΑΒ πρὸς τὸ ἀπὸ τῆς ΒΕ· διπλάσιον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΑΒ τοῦ ἀπὸ τῆς ΒΕ. ἔστι δὲ καὶ ἡ τῆς σφαίρας διάμετρος δυνάμει διπλασίων τῆς τοῦ ὀκταέδρου πλευρᾶς. καί ἐστιν ἡ ΑΒ ἡ τῆς δοθείσης σφαίρας διάμετρος· ἡ ΒΕ ἄρα τοῦ ὀκταέδρου ἐστὶ πλευρά. ἤχθω δὴ ἀπὸ τοῦ Α σημείου τῇ ΑΒ εὐθείᾳ πρὸς ὀρθὰς ἡ ΑΗ, καὶ κείσθω ἡ ΑΗ ἴση τῇ ΑΒ, καὶ ἐπεζεύχθω ἡ ΗΓ, καὶ ἀπὸ τοῦ Θ3 ἐπὶ τὴν ΑΒ κάθετος ἤχθω ἡ ΘΚ. καὶ ἐπεὶ διπλῆ ἐστιν ἡ ΗΑ τῆς ΑΓ· ἴση γὰρ ἡ ΗΑ τῇ ΑΒ· ὡς δὲ ἡ ΗΑ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΘΚ πρὸς τὴν ΚΓ, διπλῆ ἄρα καὶ ἡ ΘΚ τῆς ΚΓ. τετραπλάσιον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΘΚ τοῦ ἀπὸ τῆς ΚΓ· τὰ ἄρα ἀπὸ τῶν ΘΚ, ΚΓ, ὅπερ ἐστὶ τὸ ἀπὸ τῆς ΘΓ, πενταπλάσιόν ἐστι τοῦ ἀπὸ τῆς ΚΓ. ἴση δὲ ἡ ΘΓ τῇ ΓΒ· πενταπλάσιον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΒΓ τοῦ ἀπὸ τῆς ΓΚ. καὶ ἐπεὶ διπλῆ ἐστιν ἡ ΑΒ τῆς ΓΒ, ὧν4 ἡ ΑΔ τῆς ΔΒ ἐστι διπλῆ, λοιπὴ ἄρα ἡ ΒΔ λοιπῆς τῆς ΔΓ ἐστι διπλῆ. τριπλῆ ἄρα ἡ ΒΓ τῆς ΓΔ· ἐνναπλάσιον ἄρα τὸ ἀπὸ τῆς ΒΓ τοῦ ἀπὸ τῆς ΓΔ. πενταπλάσιον δὲ τὸ ἀπὸ τῆς ΒΓ τοῦ ἀπὸ τῆς ΓΚ· μεῖζον ἄρα τὸ ἀπὸ τῆς ΓΚ τοῦ ἀπὸ τῆς ΓΔ.
求出五种立体图形的边长并进行相互比较。 设给定球的直径为AB,并在G处将其分割,使得AG等于GB,在D处分割,使得AD是DB的两倍。在AB上描画半圆AEB,并从G、D处向AB引垂直线GE、DZ,且连接AZ、ZB、EB。因为AD是DB的两倍,所以AB是BD的三倍。反转比,因此BA是AD的一倍半。正如BA对AD,BA上的正方形对AZ上的正方形也是如此;因为三角形AZB与三角形AZD是等角的;因此BA上的正方形是AZ上的正方形的一倍半。而球的直径的平方也是棱锥边长平方的一倍半。且AB是球的直径;因此AZ等于棱锥的边长。 再次,因为AD是DB的两倍,所以AB是BD的三倍。正如AB对BD,AB上的正方形对BZ上的正方形也是如此;因此AB上的正方形是BZ上的正方形的三倍。而球的直径的平方也是立方体边长平方的三倍。且AB是球的直径;因此BZ是立方体的边长。 又因为AG等于GB,所以AB是BG的两倍。正如AB对BG,AB上的正方形对BE上的正方形也是如此;因此AB上的正方形是BE上的正方形的两倍。而球的直径的平方也是正八面体边长平方的两倍。且AB是给定球的直径;因此BE是正八面体的边长。 于是从点A向直线AB引垂直线AH,并设AH等于AB,且连接HG,并从Theta向AB引垂线ThetaK。又因为HA是AG的两倍——因为HA等于AB——且正如HA对AG,ThetaK对KG也是如此,所以ThetaK也是KG的两倍。因此ThetaK上的正方形是KG上的正方形的四倍;所以在ThetaK、KG上的正方形之和(即ThetaG上的正方形)是在KG上正方形的五倍。而ThetaG等于GB;因此BG上的正方形是GK上的正方形的五倍。又因为AB是GB的两倍,其中AD是DB的两倍,所以余下的BD是余下的DG的两倍。因此BG是GD的三倍;因此BG上的正方形是GD上的正方形的九倍。而BG上的正方形是GK上的正方形的五倍;因此GK上的正方形大于GD上的正方形。
- 13.prop.18ἀναστρέψαντι
与格单数分词,意为“反转比”(ratio convertendo)。指将比 a:b 转换为 a:(a-b) 的操作(见《几何原本》第五卷定义16)。
- 13.prop.18ἰσογώνιον γάρ ἐστι τὸ ΑΖΒ τρίγωνον τῷ ΑΖΔ τριγώνῳ
基于直角三角形内从直角顶点向斜边所引的垂线将三角形分为相似(等角)三角形的性质(见《几何原本》第六卷命题8)。由此得出关系式 BA:AD = BA^2:AZ^2。
- 13.prop.18ἀπὸ τοῦ Θ
文中未明确定义点Theta(Θ),但它指半圆AEB与直线HG的交点。这在抄本和几何图示传统中是一个默示的前提。
- 13.prop.18ὧν
关系代词的复数属格,表示部分(“在其中”)。它将整体关系 AB = 2 GB 与部分关系 AD = 2 DB 联系起来,从而推导出余下部分的关系。
