← 欧几里得

几何原本

§13.prop.17#2

正十二面体在球中的内接证明及边长性质

本文通过证明各个面为等边且等角五边形来定义正十二面体,并证明了其可以包围在给定球中,其边长为被称为“切断线”的无理线。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.prop.17#2

ἔστι δὲ καὶ ἡ ΒΓ τῆς ΒΝ διπλῆ· ἴση ἄρα ἐστὶν ἡ ΒΦ τῇ ΒΓ. καὶ ἐπεὶ δύο αἱ ΒΥ, ΥΦ δυσὶ ταῖς ΒΧ, ΧΓ ἴσαι εἰσίν, καὶ βάσις ἡ ΒΦ βάσει τῇ ΒΓ ἴση, γωνία ἄρα ἡ ὑπὸ ΒΥΦ γωνίᾳ τῇ ὑπὸ ΒΧΓ ἐστιν ἴση. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἡ ὑπὸ ΥΦΓ γωνία ἴση ἐστὶ τῇ ὑπὸ ΒΧΓ· αἱ ἄρα ὑπὸ ΒΧΓ, ΒΥΦ, ΥΦΓ τρεῖς γωνίαι ἴσαι ἀλλήλαις εἰσίν. ἐὰν δὲ πενταγώνου ἰσοπλεύρου αἱ τρεῖς γωνίαι ἴσαι ἀλλήλαις ὦσιν, ἰσογώνιον ἔσται τὸ πεντάγωνον· ἰσογώνιον ἄρα ἐστὶ τὸ ΒΥΦΓΧ πεντάγωνον. ἐδείχθη δὲ καὶ ἰσόπλευρον· τὸ ἄρα ΒΥΦΓΧ πεντάγωνον ἰσόπλευρόν ἐστι καὶ ἰσογώνιον, καί ἐστιν ἐπὶ μιᾶς τοῦ κύβου πλευρᾶς τῆς ΒΓ. ἐὰν ἄρα ἐφʼ ἑκάστης τῶν τοῦ κύβου δώδεκα πλευρῶν τὰ αὐτὰ κατασκευάσωμεν, συσταθήσεταί τι σχῆμα στερεὸν ὑπὸ δώδεκα πενταγώνων ἰσοπλεύρων τε καὶ ἰσογωνίων περιεχόμενον, ὃ καλεῖται δωδεκάεδρον. δεῖ δὴ αὐτὸ καὶ σφαίρᾳ περιλαβεῖν τῇ δοθείσῃ καὶ δεῖξαι, ὅτι ἡ τοῦ δωδεκαέδρου πλευρὰ ἄλογός ἐστιν ἡ καλουμένη ἀποτομή. Ἐκβεβλήσθω γὰρ ἡ ΨΟ, καὶ ἔστω ἡ ΨΩ· συμβάλλει ἄρα ἡ ΟΩ τῇ τοῦ κύβου διαμέτρῳ, καὶ δίχα τέμνουσιν ἀλλήλας· τοῦτο γὰρ δέδεικται ἐν τῷ παρατελεύτῳ θεωρήματι τοῦ ἑνδεκάτου βιβλίου. τεμνέτωσαν κατὰ τὸ Ω· τὸ Ω ἄρα κέντρον ἐστὶ τῆς σφαίρας τῆς περιλαμβανούσης τὸν κύβον, καὶ ἡ ΩΟ ἡμίσεια τῆς πλευρᾶς τοῦ κύβου. ἐπεζεύχθω δὴ ἡ ΥΩ. καὶ ἐπεὶ εὐθεῖα γραμμὴ ἡ ΝΣ ἄκρον καὶ μέσον λόγον τέτμηται κατὰ τὸ Ο, καὶ τὸ μεῖζον αὐτῆς τμῆμά ἐστιν ἡ ΝΟ, τὰ ἄρα ἀπὸ τῶν ΝΣ, ΣΟ τριπλάσιά ἐστι τοῦ ἀπὸ τῆς ΝΟ. ἴση δὲ ἡ μὲν ΝΣ τῇ ΨΩ, ἐπειδήπερ καὶ ἡ μὲν ΝΟ τῇ ΟΩ ἐστιν ἴση, ἡ δὲ ΨΟ τῇ ΟΣ. ἀλλὰ μὴν καὶ ἡ ΟΣ τῇ ΨΥ, ἐπεὶ καὶ τῇ ΡΟ· τὰ ἄρα ἀπὸ τῶν ΩΨ, ΨΥ τριπλάσιά ἐστι τοῦ ἀπὸ τῆς ΝΟ. τοῖς δὲ ἀπὸ τῶν ΩΨ, ΨΥ ἴσον ἐστὶ τὸ ἀπὸ τῆς ΥΩ· τὸ ἄρα ἀπὸ τῆς ΥΩ τριπλάσιόν ἐστι τοῦ ἀπὸ τῆς ΝΟ. ἔστι δὲ καὶ ἡ ἐκ τοῦ κέντρου τῆς σφαίρας τῆς περιλαμβανούσης τὸν κύβον δυνάμει1 τριπλασίων τῆς ἡμισείας τῆς τοῦ κύβου πλευρᾶς· προδέδεικται γὰρ κύβον συστήσασθαι καὶ σφαίρᾳ περιλαβεῖν καὶ δεῖξαι, ὅτι ἡ τῆς σφαίρας διάμετρος δυνάμει τριπλασίων ἐστὶ τῆς πλευρᾶς τοῦ κύβου. εἰ δὲ ὅλη τῆς ὅλης, καὶ ἡμίσεια τῆς ἡμισείας· καί ἐστιν ἡ ΝΟ ἡμίσεια τῆς τοῦ κύβου πλευρᾶς· ἡ ἄρα ΥΩ ἴση ἐστὶ τῇ ἐκ τοῦ κέντρου τῆς σφαίρας τῆς περιλαμβανούσης τὸν κύβον. καί ἐστι τὸ Ω κέντρον τῆς σφαίρας τῆς περιλαμβανούσης τὸν κύβον· τὸ Υ ἄρα σημεῖον πρὸς τῇ ἐπιφανείᾳ ἐστὶ τῆς σφαίρας. ὁμοίως δὴ δείξομεν, ὅτι καὶ ἑκάστη τῶν λοιπῶν γωνιῶν τοῦ δωδεκαέδρου πρὸς τῇ ἐπιφανείᾳ ἐστὶ τῆς σφαίρας· περιείληπται ἄρα τὸ δωδεκάεδρον τῇ δοθείσῃ σφαίρᾳ. λέγω δή, ὅτι ἡ τοῦ δωδεκαέδρου πλευρὰ ἄλογός ἐστιν ἡ καλουμένη ἀποτομή. ἐπεὶ γὰρ τῆς ΝΟ ἄκρον καὶ μέσον λόγον τετμημένης2 τὸ μεῖζον τμῆμά ἐστιν ἡ ΡΟ, τῆς δὲ ΟΞ ἄκρον καὶ μέσον λόγον τετμημένης τὸ μεῖζον τμῆμά ἐστιν ἡ ΟΣ, ὅλης ἄρα τῆς ΝΞ ἄκρον καὶ μέσον λόγον τεμνομένης τὸ μεῖζον τμῆμά ἐστιν ἡ ΡΣ. οἷον ἐπεί ἐστιν ὡς ἡ ΝΟ πρὸς τὴν ΟΡ, ἡ ΟΡ πρὸς τὴν ΡΝ, καὶ τὰ διπλάσια· τὰ γὰρ μέρη τοῖς ἰσάκις πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον· ὡς ἄρα ἡ ΝΞ πρὸς τὴν ΡΣ, οὕτως ἡ ΡΣ πρὸς συναμφότερον3 τὴν ΝΡ, ΣΞ. μείζων δὲ ἡ ΝΞ τῆς ΡΣ· μείζων ἄρα καὶ ἡ ΡΣ συναμφοτέρου τῆς ΝΡ, ΣΞ· ἡ ΝΞ ἄρα ἄκρον καὶ μέσον λόγον τέτμηται, καὶ τὸ μεῖζον αὐτῆς τμῆμά ἐστιν ἡ ΡΣ. ἴση δὲ ἡ ΡΣ τῇ ΥΦ· τῆς ἄρα ΝΞ ἄκρον καὶ μέσον λόγον τεμνομένης τὸ μεῖζον τμῆμά ἐστιν ἡ ΥΦ. καὶ ἐπεὶ ῥητή ἐστιν ἡ τῆς σφαίρας διάμετρος καί ἐστι δυνάμει τριπλασίων τῆς τοῦ κύβου πλευρᾶς, ῥητὴ ἄρα ἐστὶν ἡ ΝΞ πλευρὰ οὖσα τοῦ κύβου. ἐὰν δὲ ῥητὴ γραμμὴ ἄκρον καὶ μέσον λόγον τμηθῇ, ἑκάτερον τῶν τμημάτων ἄλογός ἐστιν ἀποτομή. ἡ ΥΦ ἄρα πλευρὰ οὖσα τοῦ δωδεκαέδρου ἄλογός ἐστιν ἀποτομή. Πόρισμα ἐκ δὴ τούτου φανερόν, ὅτι τῆς τοῦ κύβου πλευρᾶς ἄκρον καὶ μέσον λόγον τεμνομένης τὸ μεῖζον τμῆμά ἐστιν ἡ τοῦ δωδεκαέδρου πλευρά. ὅπερ ἔδει δεῖξαι.

而BG也是BN的两倍;因此BPhi等于BG。又因为两条线段BY、YPhi等于两条BX、XG,且底边BPhi等于底边BG,所以角BYPhi等于角BXG。同样地,我们将证明角YPhiG也等于角BXG;因此三个角BXG、BYPhi、YPhiG相互相等。如果等边五边形的三个角相互相等,那么该五边形将是等角的;因此五边形BYPhiGX是等角的。且它已被证明是等边的;因此五边形BYPhiGX是等边且等角的,并且它在立方体的一条边BG上。因此,如果在立方体的十二条边的每一条上都作同样的构建,将会构成一个由十二个等边且等角的五边形包围的立体图形,这被称为正十二面体。 于是,现在需要将其包围在给定的球中,并证明正十二面体的边长是被称为“切断线”的无理线。 因为延长PsiO,并设其为PsiOmega;因此OOmega与立方体的对角线相交,且它们互相平分;因为这在第十一卷的倒数第二题中已经证明。设它们在Omega处相交;因此Omega是包围立方体的球的中心,而OmegaO是立方体边长的一半。于是连接YOmega。又因为直线NS在O处被分割成外中比,且其较大线段是NO,所以在NS、SO上的正方形之和是在NO上正方形的三倍。而NS等于PsiOmega,因为NO也等于OOmega,且PsiO等于OS。而且OS也等于PsiY,因为它也等于RO;因此在OmegaPsi、PsiY上的正方形之和是在NO上正方形的三倍。而在OmegaPsi、PsiY上的正方形之和等于在YOmega上的正方形;因此在YOmega上的正方形是在NO上正方形的三倍。而包围立方体的球的半径的平方,也是立方体边长一半的平方的三倍;因为此前已经证明,构建一个立方体并将其包围在一个球中,并证明该球的直径的平方是立方体边长平方的三倍。如果整体对整体是三倍关系,那么一半对一半也是如此;且NO是立方体边长的一半;因此YOmega等于包围立方体的球的半径。且Omega是包围立方体的球的中心;因此点Y在球的表面上。同样地,我们将证明正十二面体的其余每个顶点也都在球的表面上;因此正十二面体已被包围在给定的球中。 于是我且说,正十二面体边长是被称为“切断线”的无理线。 因为由于当NO被分割成外中比时,其较大线段是RO,而当OXi被分割成外中比时,其较大线段是OS,所以当整体NXi被分割成外中比时,其较大线段是RS。例如,因为正如NO对OR,OR对RN也是如此,且它们的两倍也是如此(因为部分与其等倍数具有相同的比);所以,正如NXi对RS,RS对NR与SXi之和也是如此。且NXi大于RS;因此RS也大于NR与SXi之和;因此NXi已被分割成外中比,且其较大线段是RS。而RS等于YPhi;因此,当NXi被分割成外中比时,其较大线段是YPhi。又因为球的直径是有理的,且它的平方是立方体边长平方的三倍,所以作为立方体边长的NXi是有理的。如果一条有理线段被分割成外中比,那么它的每个部分都是被称为切断线的无理线。因此,作为正十二面体边长的YPhi是被称为切断线的无理线。 系理 由此显然,当立方体的边长被分割成外中比时,其较大线段就是正十二面体的边长。这就是所要证明的。

语法注3 条
  1. 13.prop.17δυνάμει

    名词 δύναμις(力量)的单数与格。在几何学语境中,它意为“在平方上”,表示该比例关系适用于这些线段上的正方形面积,而非线段本身的长度。

  2. 13.prop.17τῆς ΝΟ ἄκρον καὶ μέσον λόγον τετμημένης

    属格独立结构(Genitive Absolute)。其中 τῆς ΝΟ(作为名词使用的线段名)充当主语,完成时被动分词 τετμημένης 充当谓语,构成一个表示条件或前提(“当NO被分割成外中比时”)的状语短语。

  3. 13.prop.17συναμφότερον

    形容词 συναμφότερος(两者结合的)的中性单数宾格。此处它无需前置词,直接修饰带有阴性定冠词的两条线段 τὴν ΝΡ, ΣΞ,作为表示“NR与SXi之和”这一组合量的单一宾格宾语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-11-15 AI校阅 — 译文 2 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.17#2