← 欧几里得

几何原本

§13.prop.18#2

五种正多面体边长平方的比例与大小比较

几何上确定了内接于球的正二十面体和正十二面体的边长,并总结了五种正多面体边长平方的比例关系。说明前三种立体的边长呈有理比,而后两种则是无理的,并开始证明正二十面体的边长大于正十二面体的边长。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.prop.18#2

μείζων ἄρα ἐστὶν ἡ ΓΚ τῆς ΓΔ. κείσθω τῇ ΓΚ ἴση ἡ ΓΛ, καὶ ἀπὸ τοῦ Λ τῇ ΑΒ πρὸς ὀρθὰς ἤχθω ἡ ΛΜ, καὶ ἐπεζεύχθω ἡ ΜΒ. καὶ ἐπεὶ πενταπλάσιόν ἐστι τὸ ἀπὸ τῆς ΒΓ τοῦ ἀπὸ τῆς ΓΚ, καί ἐστι τῆς μὲν ΒΓ διπλῆ ἡ ΑΒ, τῆς δὲ ΓΚ διπλῆ ἡ ΚΛ, πενταπλάσιον ἄρα ἐστὶ τὸ ἀπὸ τῆς ΑΒ τοῦ ἀπὸ τῆς ΚΛ. ἔστι δὲ καὶ ἡ τῆς σφαίρας διάμετρος δυνάμει πενταπλασίων1 τῆς ἐκ τοῦ κέντρου τοῦ κύκλου, ἀφʼ οὗ τὸ εἰκοσάεδρον ἀναγέγραπται. καί ἐστιν ἡ ΑΒ ἡ τῆς σφαίρας διάμετρος· ἡ ΚΛ ἄρα ἐκ τοῦ κέντρου ἐστὶ τοῦ κύκλου, ἀφʼ οὗ τὸ εἰκοσάεδρον ἀναγέγραπται· ἡ ΚΛ ἄρα ἑξαγώνου ἐστὶ πλευρὰ τοῦ εἰρημένου κύκλου. καὶ ἐπεὶ ἡ τῆς σφαίρας διάμετρος σύγκειται ἔκ τε τῆς τοῦ ἑξαγώνου καὶ δύο τῶν τοῦ δεκαγώνου τῶν εἰς τὸν εἰρημένον κύκλον ἐγγραφομένων, καί ἐστιν ἡ μὲν ΑΒ ἡ τῆς σφαίρας διάμετρος, ἡ δὲ ΚΛ ἑξαγώνου πλευρά, καὶ ἴση ἡ ΑΚ τῇ ΛΒ, ἑκατέρα ἄρα τῶν ΑΚ, ΛΒ δεκαγώνου ἐστὶ πλευρὰ τοῦ ἐγγραφομένου εἰς τὸν κύκλον, ἀφʼ οὗ τὸ εἰκοσάεδρον ἀναγέγραπται. καὶ ἐπεὶ δεκαγώνου μὲν ἡ ΛΒ, ἑξαγώνου δὲ ἡ ΜΛ· ἴση γάρ ἐστι τῇ ΚΛ, ἐπεὶ καὶ τῇ ΘΚ· ἴσον γὰρ ἀπέχουσιν ἀπὸ τοῦ κέντρου· καί ἐστιν ἑκατέρα τῶν ΘΚ, ΚΛ διπλασίων τῆς ΚΓ· πενταγώνου ἄρα ἐστὶν ἡ ΜΒ. ἡ δὲ τοῦ πενταγώνου ἐστὶν ἡ τοῦ εἰκοσαέδρου· εἰκοσαέδρου ἄρα ἐστὶν ἡ ΜΒ. καὶ ἐπεὶ ἡ ΖΒ κύβου ἐστὶ πλευρά, τετμήσθω ἄκρον καὶ μέσον λόγον2 κατὰ τὸ Ν, καὶ ἔστω μεῖζον τμῆμα τὸ ΝΒ· ἡ ΝΒ ἄρα δωδεκαέδρου ἐστὶ πλευρά. καὶ ἐπεὶ ἡ τῆς σφαίρας διάμετρος ἐδείχθη τῆς μὲν ΑΖ πλευρᾶς τῆς πυραμίδος δυνάμει ἡμιολία, τῆς δὲ τοῦ ὀκταέδρου τῆς ΒΕ δυνάμει διπλασίων, τῆς δὲ τοῦ κύβου τῆς ΖΒ δυνάμει τριπλασίων, οἵων ἄρα ἡ τῆς σφαίρας διάμετρος δυνάμει ἕξ, τοιούτων3 ἡ μὲν τῆς πυραμίδος τεσσάρων, ἡ δὲ τοῦ ὀκταέδρου τριῶν, ἡ δὲ τοῦ κύβου δύο. ἡ μὲν ἄρα τῆς πυραμίδος πλευρὰ τῆς μὲν τοῦ ὀκταέδρου πλευρᾶς δυνάμει ἐστὶν ἐπίτριτος, τῆς δὲ τοῦ κύβου δυνάμει διπλῆ, ἡ δὲ τοῦ ὀκταέδρου τῆς τοῦ κύβου δυνάμει ἡμιολία. αἱ μὲν οὖν εἰρημέναι τῶν τριῶν σχημάτων πλευραί, λέγω δὴ πυραμίδος καὶ ὀκταέδρου καὶ κύβου, πρὸς ἀλλήλας εἰσὶν ἐν λόγοις ῥητοῖς. αἱ δὲ λοιπαὶ δύο, λέγω δὴ ἥ τε τοῦ εἰκοσαέδρου καὶ ἡ τοῦ δωδεκαέδρου, οὔτε πρὸς ἀλλήλας οὔτε πρὸς τὰς προειρημένας εἰσὶν ἐν λόγοις ῥητοῖς· ἄλογοι γάρ εἰσιν, ἡ μὲν ἐλάττων, ἡ δὲ ἀποτομή. ὅτι μείζων ἐστὶν ἡ τοῦ εἰκοσαέδρου πλευρὰ ἡ ΜΒ τῆς τοῦ δωδεκαέδρου τῆς ΝΒ, δείξομεν οὕτως.

因此GK大于GD。设GL等于GK,并从L向AB引垂直线LM,且连接MB。因为BG上的正方形是GK上的正方形的五倍,且AB是BG的两倍,KL是GK的两倍,所以AB上的正方形是KL上的正方形的五倍。而球的直径的平方也是以此圆半径平方的五倍,此圆上描画有正二十面体。且AB是球的直径;因此KL是此圆的半径,此圆上描画有正二十面体。因此KL是所述圆的内接正六边形的边。又因为球的直径是由所述圆的内接正六边形的一条边和两条正十边形的边组成的,且AB是球的直径,KL是正六边形的边,且AK等于LB,所以AK、LB的每一条都是内接于此圆的正十边形的边,该圆上描画有正二十面体。因为LB是正十边形的边,而ML是正六边形的边——因为它等于KL,而KL也等于ThetaK,因为它们离中心等距;且ThetaK、KL的每一条都是KG的两倍——所以MB是正五边形的边。而正五边形的边是正二十面体的边;因此MB是正二十面体的边。又因为ZB是立方体的边,设它在N处被切为中末比,并设较大的部分为NB;因此NB是正十二面体的边。并且因为已证明球的直径的平方是棱锥边长AZ平方的一倍半,是正八面体边长BE平方的两倍,是立方体边长ZB平方的三倍,所以,在球的直径平方为六的比例中,棱锥边长平方为四,正八面体边长平方为三,立方体边长平方为二。因此棱锥的边长平方是正八面体边长平方的三分之四,是立方体边长平方的两倍,而正八面体的边长平方是立方体边长平方的一倍半。至于所述三种立体图形的边长,我指的是棱锥、正八面体和立方体,它们彼此之间成有理比。至于其余的两种,我指的是正二十面体和正十二面体的边长,它们彼此之间,或者与上述边长之间,都不成有理比;因为它们是无理线,一种是较小线段,另一种是余线。关于正二十面体的边长MB大于正十二面体的边长NB,我们将证明如下。

语法注3 条
  1. 13.prop.18δυνάμει πενταπλασίων

    与格 δυνάμει 在数学语境中意为“在平方上”或“以二次方”,表示五倍的比例适用于线段上正方形的面积(平方),而非线段本身的长度。

  2. 13.prop.18τετμήσθω ἄκρον καὶ μέσον λόγον

    短语 ἄκρον καὶ μέσον λόγον(外中比,即黄金比)是关系宾格,与第三人称单数被动命令式动词 τετμήσθω(设被分割)连用,意为“设其被分割为外中比”。

  3. 13.prop.18οἵων ἄρα ἡ τῆς σφαίρας διάμετρος δυνάμει ἕξ, τοιούτων

    这是使用关系代词 οἷος 和指示代词 τοιοῦτος 的关联结构,用以表示比例关系中的数值单位(部分)。属格 οἵων 和 τοιούτων 表示部分关系:“若球直径的平方(δυνάμει)占有六个(ἕξ)这样的部分,则[其他立体边长的平方占有]……”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:13.prop.18#2