- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:1.prop.39-1.prop.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
这些命题证明了在相同(或相等)底边上且在同侧的相等三角形处于相同的平行线之间(命题39、40)。同时表明,当平行四边形与三角形共底且在相同平行线之间时,平行四边形是该三角形的两倍(命题41)。
τὰ ἴσα τρίγωνα τὰ ἐπὶ τῆς αὐτῆς βάσεως ὄντα καὶ ἐπὶ τὰ αὐτὰ μέρη καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἐστίν. ἔστω ἴσα τρίγωνα τὰ ΑΒΓ, ΔΒΓ ἐπὶ τῆς αὐτῆς βάσεως ὄντα καὶ ἐπὶ τὰ αὐτὰ μέρη τῆς ΒΓ· λέγω, ὅτι καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἐστίν. ἐπεζεύχθω γὰρ ἡ ΑΔ· λέγω, ὅτι παράλληλός ἐστιν ἡ ΑΔ τῇ ΒΓ. εἰ γὰρ μή,1 ἤχθω διὰ τοῦ Α σημείου τῇ ΒΓ εὐθείᾳ παράλληλος ἡ ΑΕ, καὶ ἐπεζεύχθω ἡ ΕΓ. ἴσον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΕΒΓ τριγώνῳ· ἐπί τε γὰρ τῆς αὐτῆς βάσεώς ἐστιν αὐτῷ τῆς ΒΓ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις. ἀλλὰ τὸ ΑΒΓ τῷ ΔΒΓ ἐστιν ἴσον· καὶ τὸ ΔΒΓ ἄρα τῷ ΕΒΓ ἴσον ἐστὶ τὸ μεῖζον τῷ ἐλάσσονι·2 ὅπερ ἐστὶν ἀδύνατον· οὐκ ἄρα παράλληλός ἐστιν ἡ ΑΕ τῇ ΒΓ. ὁμοίως δὴ δείξομεν, ὅτι οὐδʼ ἄλλη τις πλὴν τῆς ΑΔ· ἡ ΑΔ ἄρα τῇ ΒΓ ἐστι παράλληλος. τὰ ἄρα ἴσα τρίγωνα τὰ ἐπὶ τῆς αὐτῆς βάσεως ὄντα καὶ ἐπὶ τὰ αὐτὰ μέρη καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἐστίν· ὅπερ ἔδει δεῖξαι.
在相同底边上且在同侧的相等三角形,也在相同的平行线之间。 设相等的三角形 ΑΒΓ、ΔΒΓ 在相同的底边 ΒΓ 上且在同侧;我说,它们也在相同的平行线之间。 因为连接 ΑΔ;我说,ΑΔ 平行于 ΒΓ。 因为如果不平行,通过点 Α 作平行于直线 ΒΓ 的 ΑΕ,且连接 ΕΓ。因此,三角形ΑΒΓ 等于三角形 ΕΒΓ;因为它们在相同的底边 ΒΓ 上,且在相同的平行线之间。但是 ΑΒΓ 等于 ΔΒΓ;因此 ΔΒΓ 也等于 ΕΒΓ,即较大的等于较小的;这是不可能的。因此 ΑΕ 不平行于 ΒΓ。同样地,我们将证明除了 ΑΔ 以外没有其他直线与之平行;因此 ΑΔ 平行于 ΒΓ。 因此,在相同底边上且在同侧的相等三角形,也在相同的平行线之间;这就是所要证明的。
τὰ ἴσα τρίγωνα τὰ ἐπὶ ἴσων βάσεων ὄντα καὶ ἐπὶ τὰ αὐτὰ μέρη καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἐστίν. ἔστω ἴσα τρίγωνα τὰ ΑΒΓ, ΓΔΕ ἐπὶ ἴσων βάσεων τῶν ΒΓ, ΓΕ καὶ ἐπὶ τὰ αὐτὰ μέρη. λέγω, ὅτι καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἐστίν. ἐπεζεύχθω γὰρ ἡ ΑΔ· λέγω, ὅτι παράλληλός ἐστιν ἡ ΑΔ τῇ ΒΕ. εἰ γὰρ μή, ἤχθω διὰ τοῦ Α τῇ ΒΕ παράλληλος ἡ ΑΖ, καὶ ἐπεζεύχθω ἡ ΖΕ. ἴσον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΖΓΕ τριγώνῳ· ἐπί τε γὰρ ἴσων βάσεών εἰσι τῶν ΒΓ, ΓΕ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ταῖς ΒΕ, ΑΖ. ἀλλὰ τὸ ΑΒΓ τρίγωνον ἴσον ἐστὶ τῷ ΔΓΕ· καὶ τὸ ΔΓΕ ἄρα ἴσον ἐστὶ τῷ ΖΓΕ τριγώνῳ τὸ μεῖζον τῷ ἐλάσσονι· ὅπερ ἐστὶν ἀδύνατον· οὐκ ἄρα παράλληλος ἡ ΑΖ τῇ ΒΕ. ὁμοίως δὴ δείξομεν, ὅτι οὐδʼ ἄλλη τις πλὴν τῆς ΑΔ· ἡ ΑΔ ἄρα τῇ ΒΕ ἐστι παράλληλος. τὰ ἄρα ἴσα τρίγωνα τὰ ἐπὶ ἴσων βάσεων ὄντα καὶ ἐπὶ τὰ αὐτὰ μέρη καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἐστίν· ὅπερ ἔδει δεῖξαι.
在等底上且在同侧的相等三角形,也在相同的平行线之间。 设相等的三角形 ΑΒΓ、ΓΔΕ 在相等的底边 ΒΓ、ΓΕ 上且在同侧。我说,它们也在相同的平行线之间。 因为连接 ΑΔ;我说,ΑΔ 平行于 ΒΕ。 因为如果不平行,通过点 Α 作平行于 ΒΕ 的 ΑΖ,且连接 ΖΕ。因此,三角形 ΑΒΓ 等于三角形 ΖΓΕ;因为它们在相等的底边 ΒΓ、ΓΕ 上,且在相同的平行线 ΒΕ、ΑΖ 之间。但是三角形 ΑΒΓ 等于 ΔΓΕ;因此 ΔΓΕ 也等于三角形 ΖΓΕ,即较大的等于较小的;这是不可能的。因此 ΑΖ 不平行于 ΒΕ。同样地,我们将证明除了 ΑΔ 以外没有其他直线与之平行;因此 ΑΔ 平行于 ΒΕ。 因此,在等底上且在同侧的相等三角形,也在相同的平行线之间;这就是所要证明的。
ἐὰν παραλληλόγραμμον τριγώνῳ βάσιν τε ἔχῃ τὴν αὐτὴν3 καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ᾖ, διπλάσιόν ἐστι τὸ παραλληλόγραμμον τοῦ τριγώνου. παραλληλόγραμμον γὰρ τὸ ΑΒΓΔ τριγώνῳ τῷ ΕΒΓ βάσιν τε ἐχέτω τὴν αὐτὴν τὴν ΒΓ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἔστω ταῖς ΒΓ, ΑΕ· λέγω, ὅτι διπλάσιόν ἐστι τὸ ΑΒΓΔ παραλληλόγραμμον τοῦ ΒΕΓ τριγώνου. ἐπεζεύχθω γὰρ ἡ ΑΓ. ἴσον δή ἐστι τὸ ΑΒΓ τρίγωνον τῷ ΕΒΓ τριγώνῳ· ἐπί τε γὰρ τῆς αὐτῆς βάσεώς ἐστιν αὐτῷ τῆς ΒΓ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ταῖς ΒΓ, ΑΕ. ἀλλὰ τὸ ΑΒΓΔ παραλληλόγραμμον διπλάσιόν ἐστι τοῦ ΑΒΓ τριγώνου· ἡ γὰρ ΑΓ διάμετρος αὐτὸ δίχα τέμνει· ὥστε τὸ ΑΒΓΔ παραλληλόγραμμον καὶ τοῦ ΕΒΓ τριγώνου ἐστὶ διπλάσιον. ἐὰν ἄρα παραλληλόγραμμον τριγώνῳ βάσιν τε ἔχῃ τὴν αὐτὴν καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ᾖ, διπλάσιόν ἐστι τὸ παραλληλόγραμμον τοῦ τριγώνου· ὅπερ ἔδει δεῖξαι.
如果一个平行四边形与一个三角形在相同的底边上,且在相同的平行线之间,那么该平行四边形是该三角形的两倍。 因为设平行四边形 ΑΒΓΔ 与三角形 ΕΒΓ有相同的底边 ΒΓ,且在相同的平行线 ΒΓ、ΑΕ 之间;我说,平行四边形 ΑΒΓΔ 是三角形 ΒΕΓ 的两倍。 因为连接 ΑΓ。那么,三角形ΑΒΓ 等于三角形 ΕΒΓ;因为它们在相同的底边 ΒΓ 上,且在相同的平行线 ΒΓ、ΑΕ 之间。但是平行四边形 ΑΒΓΔ 是三角形 ΑΒΓ 的两倍;因为对角线 ΑΓ 将其平分;因此平行四边形 ΑΒΓΔ 也是三角形 ΕΒΓ 的两倍。 因此,如果一个平行四边形与一个三角形在相同的底边上,且在相同的平行线之间,那么该平行四边形是该三角形的两倍;这就是所要证明的。
- 1.prop.39εἰ γὰρ μή
意为“因为如果不这样”的惯用省略表达。这里指“因为如果直线 ΑΔ 不平行于 ΒΓ”(εἰ γὰρ μὴ ἔστι παράλληλος ἡ ΑΔ τῇ ΒΓ)。
- 1.prop.39τὸ μεῖζον τῷ ἐλάσσονι
连结前文的 ἴσον ἐστὶ,作为同位语式的补充,具体说明了矛盾的性质,即“较大的[等于]较小的”,对比性地强调了前述结论的不合理性。
- 1.prop.41βάσιν τε ἔχῃ τὴν αὐτὴν
与与格 τριγώνῳ 连用,表示“与三角形拥有相同(τὴν αὐτὴν)的底边”。τὴν αὐτὴν 与该与格呼应以表示同一性。
