← 欧几里得

几何原本

§1.prop.36-1.prop.38

等底等高之平行四边形与三角形的面积相等

命题36证明了在等底上且在相同平行线之间的平行四边形相等,而命题37和38则分别证明了在同底或等底上且在相同平行线之间的三角形相等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.prop.36

τὰ παραλληλόγραμμα τὰ ἐπὶ ἴσων βάσεων ὄντα καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἴσα ἀλλήλοις ἐστίν. ἔστω παραλληλόγραμμα τὰ ΑΒΓΔ, ΕΖΗΘ ἐπὶ ἴσων βάσεων ὄντα τῶν ΒΓ, ΖΗ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ταῖς ΑΘ, ΒΗ· λέγω, ὅτι ἴσον ἐστὶ τὸ ΑΒΓΔ παραλληλόγραμμον τῷ ΕΖΗΘ. ἐπεζεύχθωσαν γὰρ αἱ ΒΕ, ΓΘ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΒΓ τῇ ΖΗ, ἀλλὰ ἡ ΖΗ τῇ ΕΘ ἐστιν ἴση, καὶ ἡ ΒΓ ἄρα τῇ ΕΘ ἐστιν ἴση. εἰσὶ δὲ καὶ παράλληλοι. καὶ ἐπιζευγνύουσιν αὐτὰς αἱ ΕΒ, ΘΓ· αἱ δὲ τὰς ἴσας τε καὶ παραλλήλους ἐπὶ τὰ αὐτὰ μέρη ἐπιζευγνύουσαι1 ἴσαι τε καὶ παράλληλοί εἰσι·. παραλληλόγραμμον ἄρα ἐστὶ τὸ ΕΒΓΘ. καί ἐστιν ἴσον τῷ ΑΒΓΔ· βάσιν τε γὰρ αὐτῷ τὴν αὐτὴν ἔχει τὴν ΒΓ, καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἐστὶν αὐτῷ ταῖς ΒΓ, ΑΘ. διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ΕΖΗΘ τῷ αὐτῷ τῷ ΕΒΓΘ ἐστιν ἴσον· ὥστε καὶ τὸ ΑΒΓΔ παραλληλόγραμμον τῷ ΕΖΗΘ ἐστιν ἴσον. τὰ ἄρα παραλληλόγραμμα τὰ ἐπὶ ἴσων βάσεων ὄντα καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἴσα ἀλλήλοις ἐστίν· ὅπερ ἔδει δεῖξαι.

在等底上且在相同平行线之间的平行四边形彼此相等。 设平行四边形 ΑΒΓΔ、ΕΖΗΘ 在相等的底边 ΒΓ、ΖΗ 上,且在相同的平行线 ΑΘ、ΒΗ 之间;我说,平行四边形 ΑΒΓΔ 等于 ΕΖΗΘ。 因为连接 ΒΕ、ΓΘ。且因为ΒΓ 等于 ΖΗ,而 ΖΗ 等于 ΕΘ,所以 ΒΓ 也等于 ΕΘ。并且它们也是平行的。而 ΕΒ、ΘΓ 连接它们;但在同侧连接相等且平行的(直线)的(直线)其自身也是相等且平行的。因此 ΕΒΓΘ 是平行四边形。且它等于 ΑΒΓΔ;因为它们在相同的底边 ΒΓ 上,且在相同的平行线 ΒΓ、ΑΘ 之间。由于同样的原因,ΕΖΗΘ 也等于相同的 ΕΒΓΘ;因此平行四边形 ΑΒΓΔ 也等于 ΕΖΗΘ。 因此,在等底上且在相同平行线之间的平行四边形彼此相等;这就是所要证明的。

§1.prop.37

τὰ τρίγωνα τὰ ἐπὶ τῆς αὐτῆς βάσεως ὄντα καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἴσα ἀλλήλοις ἐστίν. ἔστω τρίγωνα τὰ ΑΒΓ, ΔΒΓ ἐπὶ τῆς αὐτῆς βάσεως τῆς ΒΓ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ταῖς ΑΔ, ΒΓ· λέγω, ὅτι ἴσον ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΔΒΓ τριγώνῳ. Ἐκβεβλήσθω2 ἡ ΑΔ ἐφʼ ἑκάτερα τὰ μέρη ἐπὶ τὰ Ε, Ζ, καὶ διὰ μὲν τοῦ Β τῇ ΓΑ παράλληλος ἤχθω ἡ ΒΕ, διὰ δὲ τοῦ Γ τῇ ΒΔ παράλληλος ἤχθω ἡ ΓΖ. παραλληλόγραμμον ἄρα ἐστὶν ἑκάτερον τῶν ΕΒΓΑ, ΔΒΓΖ· καί εἰσιν ἴσα· ἐπί τε γὰρ τῆς αὐτῆς βάσεώς εἰσι τῆς ΒΓ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ταῖς ΒΓ, ΕΖ· καί ἐστι τοῦ μὲν ΕΒΓΑ παραλληλογράμμου ἥμισυ3 τὸ ΑΒΓ τρίγωνον· ἡ γὰρ ΑΒ διάμετρος αὐτὸ δίχα τέμνει· τοῦ δὲ ΔΒΓΖ παραλληλογράμμου ἥμισυ τὸ ΔΒΓ τρίγωνον· ἡ γὰρ ΔΓ διάμετρος αὐτὸ δίχα τέμνει.. ἴσον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΔΒΓ τριγώνῳ. τὰ ἄρα τρίγωνα τὰ ἐπὶ τῆς αὐτῆς βάσεως ὄντα καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἴσα ἀλλήλοις ἐστίν· ὅπερ ἔδει δεῖξαι.

在相同底边上且在相同平行线之间的三角形彼此相等。 设三角形 ΑΒΓ、ΔΒΓ 在相同的底边 ΒΓ 上,且在相同的平行线 ΑΔ、ΒΓ 之间;我说,三角形 ΑΒΓ 等于三角形 ΔΒΓ。 将 ΑΔ 向两边延长至 Ε、Ζ,且通过 Β 作平行于 ΓΑ 的 ΒΕ,通过Γ 作平行于 ΒΔ 的 ΓΖ。因此 ΕΒΓΑ、ΔΒΓΖ 的每一个都是平行四边形;并且它们相等;因为它们在相同的底边 ΒΓ 上,且在相同的平行线 ΒΓ、ΕΖ 之间;且三角形 ΑΒΓ 是平行四边形 ΕΒΓΑ 的一半;因为对角线 ΑΒ 将其平分;而三角形 ΔΒΓ 是平行四边形 ΔΒΓΖ 的一半;因为对角线 ΔΓ 将其平分。因此,三角形 ΑΒΓ 等于三角形 ΔΒΓ。 因此,在相同底边上且在相同平行线之间的三角形彼此相等;这就是所要证明的。

§1.prop.38

τὰ τρίγωνα τὰ ἐπὶ ἴσων βάσεων ὄντα καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἴσα ἀλλήλοις ἐστίν. ἔστω τρίγωνα τὰ ΑΒΓ, ΔΕΖ ἐπὶ ἴσων βάσεων τῶν ΒΓ, ΕΖ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ταῖς ΒΖ, ΑΔ· λέγω, ὅτι ἴσον ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ. Ἐκβεβλήσθω γὰρ ἡ ΑΔ ἐφʼ ἑκάτερα τὰ μέρη ἐπὶ τὰ Η, Θ, καὶ διὰ μὲν τοῦ Β τῇ ΓΑ παράλληλος ἤχθω ἡ ΒΗ, διὰ δὲ τοῦ Ζ τῇ ΔΕ παράλληλος ἤχθω ἡ ΖΘ. παραλληλόγραμμον ἄρα ἐστὶν ἑκάτερον τῶν ΗΒΓΑ, ΔΕΖΘ· καὶ ἴσον τὸ ΗΒΓΑ τῷ ΔΕΖΘ· ἐπί τε γὰρ ἴσων βάσεών εἰσι τῶν ΒΓ, ΕΖ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ταῖς ΒΖ, ΗΘ· καί ἐστι τοῦ μὲν ΗΒΓΑ παραλληλογράμμου ἥμισυ τὸ ΑΒΓ τρίγωνον. ἡ γὰρ ΑΒ διάμετρος αὐτὸ δίχα τέμνει· τοῦ δὲ ΔΕΖΘ παραλληλογράμμου ἥμισυ τὸ ΖΕΔ τρίγωνον· ἡ γὰρ ΔΖ διάμετρος αὐτὸ δίχα τέμνει·. ἴσον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ. τὰ ἄρα τρίγωνα τὰ ἐπὶ ἴσων βάσεων ὄντα καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἴσα ἀλλήλοις ἐστίν· ὅπερ ἔδει δεῖξαι.

在等底上且在相同平行线之间的三角形彼此相等。 设三角形 ΑΒΓ、ΔΕΖ 在等底ΒΓ、ΕΖ 上,且在相同的平行线 ΒΖ、ΑΔ 之间;我说,三角形 ΑΒΓ 等于三角形 ΔΕΖ。 因为将 ΑΔ 向两边延长至 Η、Θ;且通过 Β 作平行于 ΓΑ 的 ΒΗ,通过 Ζ 作平行于 ΔΕ 的 ΖΘ。因此 ΗΒΓΑ、ΔΕΖΘ 的每一个都是平行四边形;且 ΗΒΓΑ 等于 ΔΕΖΘ;因为它们在等底 ΒΓ、ΕΖ 上,且在相同的平行线ΒΖ、ΗΘ 之间;且三角形 ΑΒΓ 是平行四边形 ΗΒΓΑ 的一半;因为对角线 ΑΒ 将其平分;而三角形 ΖΕΔ 是平行四边形 ΔΕΖΘ 的一半;因为对角线 ΔΖ 将其平分。因此,三角形 ΑΒΓ 等于三角形 ΔΕΖ。 因此,在等底上且在相同平行线之间的三角形彼此相等;这就是所要证明的。

语法注3 条
  1. 1.prop.36αἱ δὲ τὰς ἴσας τε καὶ παραλλήλοις ἐπὶ τὰ αὐτὰ μέρη ἐπιζευγνύουσαι

    意为“在同侧连接相等且平行的(直线)的(直线)”。阴性复数冠词和分词 αἱ ... ἐπιζευγνύουσαι 修饰省略了的阴性名词 εὐθεῖαι(直线),此处引用了命题33中证明的定理。

  2. 1.prop.37Ἐκβεβλήσθω

    动词 ἐκβάλλω(延长、引出)的单数第三人称完成时命令法被动语态。几何作图中的定型表达,意为“让(直线)延长”。

  3. 1.prop.37ἥμισυ

    意为“一半”的中性名词(或形容词)。在此处,隐性地应用了公理(等量之半彼此相等),从而推导出作为相等平行四边形之半的两个三角形也彼此相等。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 原文 1 处
  • 2026-11-15 AI校阅 — 译文 3 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:1.prop.36-1.prop.38