← 欧几里得

几何原本

§1.prop.42-1.prop.44

等积平行四边形的作图与余形相等

第42命题展示了如何作一个与给定三角形面积相等且包含给定角的平行四边形,第43命题证明了关于对角线的两个平行四边形余形相等,第44命题则说明了如何在给定直线上作一个等于给定三角形且包含给定角的平行四边形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.prop.42

τῷ δοθέντι τριγώνῳ ἴσον παραλληλόγραμμον συστήσασθαι1 ἐν τῇ δοθείσῃ γωνίᾳ εὐθυγράμμῳ. ἔστω τὸ μὲν δοθὲν τρίγωνον τὸ ΑΒΓ, ἡ δὲ δοθεῖσα γωνία εὐθύγραμμος ἡ Δ· δεῖ δὴ τῷ ΑΒΓ τριγώνῳ ἴσον παραλληλόγραμμον συστήσασθαι ἐν τῇ Δ γωνίᾳ εὐθυγράμμῳ. τετμήσθω2 ἡ ΒΓ δίχα κατὰ τὸ Ε, καὶ ἐπεζεύχθω ἡ ΑΕ, καὶ συνεστάτω πρὸς τῇ ΕΓ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ Ε τῇ Δ γωνίᾳ ἴση ἡ ὑπὸ ΓΕΖ, καὶ διὰ μὲν τοῦ Α τῇ ΕΓ παράλληλος ἤχθω ἡ ΑΗ, διὰ δὲ τοῦ Γ τῇ ΕΖ παράλληλος ἤχθω ἡ ΓΗ· παραλληλόγραμμον ἄρα ἐστὶ τὸ ΖΕΓΗ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΒΕ τῇ ΕΓ, ἴσον ἐστὶ καὶ τὸ ΑΒΕ τρίγωνον τῷ ΑΕΓ τριγώνῳ· ἐπί τε γὰρ ἴσων βάσεών εἰσι τῶν ΒΕ, ΕΓ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ταῖς ΒΓ, ΑΗ· διπλάσιον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τοῦ ΑΕΓ τριγώνου. ἔστι δὲ καὶ τὸ ΖΕΓΗ παραλληλόγραμμον διπλάσιον τοῦ ΑΕΓ τριγώνου· βάσιν τε γὰρ αὐτῷ τὴν αὐτὴν ἔχει καὶ ἐν ταῖς αὐταῖς ἐστιν αὐτῷ παραλλήλοις· ἴσον ἄρα ἐστὶ τὸ ΖΕΓΗ παραλληλόγραμμον τῷ ΑΒΓ τριγώνῳ. καὶ ἔχει τὴν ὑπὸ ΓΕΖ γωνίαν ἴσην τῇ δοθείσῃ τῇ Δ. τῷ ἄρα δοθέντι τριγώνῳ τῷ ΑΒΓ ἴσον παραλληλόγραμμον συνέσταται τὸ ΖΕΓΗ ἐν γωνίᾳ τῇ ὑπὸ ΓΕΖ, ἥτις ἐστὶν ἴση τῇ Δ· ὅπερ ἔδει ποιῆσαι.

在给定的直边角内,作一个平行四边形等于给定的三角形。 设给定的三角形为 ΑΒΓ,给定的直边角为 Δ;必须在直边角 Δ 内作一个平行四边形等于三角形 ΑΒΓ。 将 ΒΓ 在点 Ε 处平分,连接 ΑΕ,并在直线 ΕΓ 及在其上的点 Ε 处作等于角 Δ 的角ΓΕΖ;且通过 Α 作平行于 ΕΓ 的 ΑΗ,通过 Γ 作平行于 ΕΖ 的 ΓΗ。因此 ΖΕΓΗ 是一个平行四边形。并且因为 ΒΕ 等于ΕΓ,所以三角形 ΑΒΕ 也等于三角形 ΑΕΓ;因为它们在相等的底边 ΒΕ、ΕΓ 上,且在相同的平行线 ΒΓ、ΑΗ 之间。因此三角形 ΑΒΓ 是三角形 ΑΕΓ 的两倍。而平行四边形 ΖΕΓΗ 也是三角形 ΑΕΓ 的两倍;因为它与三角形有相同的底边,且在相同的平行线之间。因此平行四边形 ΖΕΓΗ 等于三角形 ΑΒΓ。且它具有等于给定角 Δ 的角 ΓΕΖ。 因此,在等于 Δ 的角 ΓΕΖ 中,作出了等于给定三角形 ΑΒΓ 的平行四边形 ΖΕΓΗ;这就是所要做的事。

§1.prop.43

παντὸς παραλληλογράμμου3 τῶν περὶ τὴν διάμετρον παραλληλογράμμων τὰ παραπληρώματα ἴσα ἀλλήλοις ἐστίν. ἔστω παραλληλόγραμμον τὸ ΑΒΓΔ, διάμετρος δὲ αὐτοῦ ἡ ΑΓ, περὶ δὲ τὴν ΑΓ παραλληλόγραμμα μὲν ἔστω τὰ ΖΘ, ΖΗ, τὰ δὲ λεγόμενα παραπληρώματα τὰ ΒΚ, ΚΔ· λέγω, ὅτι ἴσον ἐστὶ τὸ ΒΚ παραπλήρωμα τῷ ΚΔ παραπληρώματι. ἐπεὶ γὰρ παραλληλόγραμμόν ἐστι τὸ ΑΒΓΔ, διάμετρος δὲ αὐτοῦ ἡ ΑΓ, ἴσον ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΑΓΔ τριγώνῳ. πάλιν, ἐπεὶ παραλληλόγραμμόν ἐστι τὸ ΕΘ, διάμετρος δὲ αὐτοῦ ἐστιν ἡ ΑΚ, ἴσον ἐστὶ τὸ ΑΕΚ τρίγωνον τῷ ΑΘΚ τριγώνῳ. διὰ τὰ αὐτὰ δὴ καὶ τὸ ΚΖΓ τρίγωνον τῷ ΚΗΓ ἐστιν ἴσον. ἐπεὶ οὖν τὸ μὲν ΑΕΚ τρίγωνον τῷ ΑΘΚ τριγώνῳ ἐστὶν ἴσον, τὸ δὲ ΚΖΓ τῷ ΚΗΓ, τὸ ΑΕΚ τρίγωνον μετὰ τοῦ ΚΗΓ ἴσον ἐστὶ τῷ ΑΘΚ τριγώνῳ μετὰ τοῦ ΚΖΓ· ἔστι δὲ καὶ ὅλον τὸ ΑΒΓ τρίγωνον ὅλῳ τῷ ΑΔΓ ἴσον· λοιπὸν ἄρα τὸ ΒΚ παραπλήρωμα λοιπῷ τῷ ΚΔ παραπληρώματί ἐστιν ἴσον. παντὸς ἄρα παραλληλογράμμου χωρίου τῶν περὶ τὴν διάμετρον παραλληλογράμμων τὰ παραπληρώματα ἴσα ἀλλήλοις ἐστίν· ὅπερ ἔδει δεῖξαι.

在任意平行四边形中,关于对角线的平行四边形的余形彼此相等。 设平行四边形为 ΑΒΓΔ,其对角线为ΑΓ,关于 ΑΓ 的平行四边形为 ΖΘ、ΖΗ,所谓的余形为 ΒΚ、ΚΔ;我说,余形 ΒΚ 等于余形 ΚΔ。 因为,既然 ΑΒΓΔ 是平行四边形,且 ΑΓ 是其对角线,那么三角形 ΑΒΓ 等于三角形 ΑΓΔ。再次,既然 ΕΘ 是平行四边形,且 ΑΚ 是其对角线,那么三角形 ΑΕΚ 等于三角形 ΑΘΚ。基于同样的原因,三角形 ΚΖΓ 也等于 ΚΗΓ。因此,因为三角形 ΑΕΚ 等于三角形 ΑΘΚ,且 ΚΖΓ 等于 ΚΗΓ,所以三角形 ΑΕΚ 加上 ΚΗΓ 等于三角形 ΑΘΚ 加上 ΚΖΓ。而整个三角形 ΑΒΓ 也等于整个 ΑΔΓ。因此,剩下的余形 ΒΚ 等于剩下的余形 ΚΔ。 因此,在任意平行四边形面积中,关于对角线的平行四边形的余形彼此相等;这就是所要证明的。

§1.prop.44

παρὰ τὴν δοθεῖσαν εὐθεῖαν τῷ δοθέντι τριγώνῳ ἴσον παραλληλόγραμμον παραβαλεῖν ἐν τῇ δοθείσῃ γωνίᾳ εὐθυγράμμῳ. ἔστω ἡ μὲν δοθεῖσα εὐθεῖα ἡ ΑΒ, τὸ δὲ δοθὲν τρίγωνον τὸ Γ, ἡ δὲ δοθεῖσα γωνία εὐθύγραμμος ἡ Δ· δεῖ δὴ παρὰ τὴν δοθεῖσαν εὐθεῖαν τὴν ΑΒ τῷ δοθέντι τριγώνῳ τῷ Γ ἴσον παραλληλόγραμμον παραβαλεῖν ἐν ἴσῃ τῇ Δ γωνίᾳ. συνεστάτω τῷ Γ τριγώνῳ ἴσον παραλληλόγραμμον τὸ ΒΕΖΗ ἐν γωνίᾳ τῇ ὑπὸ ΕΒΗ, ἥ ἐστιν ἴση τῇ Δ· καὶ κείσθω ὥστε ἐπʼ εὐθείας εἶναι τὴν ΒΕ τῇ ΑΒ, καὶ διήχθω ἡ ΖΗ ἐπὶ τὸ Θ, καὶ διὰ τοῦ Α ὁποτέρᾳ τῶν ΒΗ, ΕΖ παράλληλος ἤχθω ἡ ΑΘ, καὶ ἐπεζεύχθω ἡ ΘΒ. καὶ ἐπεὶ εἰς παραλλήλους τὰς ΑΘ, ΕΖ εὐθεῖα ἐνέπεσεν ἡ ΘΖ, αἱ ἄρα ὑπὸ ΑΘΖ, ΘΖΕ γωνίαι δυσὶν ὀρθαῖς εἰσιν ἴσαι. αἱ ἄρα ὑπὸ ΒΘΗ, ΗΖΕ δύο ὀρθῶν4 ἐλάσσονές εἰσιν· αἱ δὲ ἀπὸ ἐλασσόνων ἢ δύο ὀρθῶν εἰς ἄπειρον ἐκβαλλόμεναι συμπίπτουσιν· αἱ ΘΒ, ΖΕ ἄρα ἐκβαλλόμεναι συμπεσοῦνται. ἐκβεβλήσθωσαν καὶ συμπιπτέτωσαν κατὰ τὸ Κ, καὶ διὰ τοῦ Κ σημείου ὁποτέρᾳ τῶν ΕΑ, ΖΘ5 παράλληλος ἤχθω ἡ ΚΛ, καὶ ἐκβεβλήσθωσαν αἱ ΘΑ, ΗΒ ἐπὶ τὰ Λ, Μ σημεῖα. παραλληλόγραμμον ἄρα ἐστὶ τὸ ΘΛΚΖ, διάμετρος δὲ αὐτοῦ ἡ ΘΚ, περὶ δὲ τὴν ΘΚ παραλληλόγραμμα μὲν τὰ ΑΗ, ΜΕ, τὰ δὲ λεγόμενα παραπληρώματα τὰ ΛΒ, ΒΖ· ἴσον ἄρα ἐστὶ τὸ ΛΒ τῷ ΒΖ. ἀλλὰ τὸ ΒΖ τῷ Γ τριγώνῳ ἐστὶν ἴσον· καὶ τὸ ΛΒ ἄρα τῷ Γ ἐστιν ἴσον. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΗΒΕ γωνία τῇ ὑπὸ ΑΒΜ, ἀλλὰ ἡ ὑπὸ ΗΒΕ τῇ Δ ἐστιν ἴση, καὶ ἡ ὑπὸ ΑΒΜ ἄρα τῇ Δ γωνίᾳ ἐστὶν ἴση. παρὰ τὴν δοθεῖσαν ἄρα εὐθεῖαν τὴν ΑΒ τῷ δοθέντι τριγώνῳ τῷ Γ ἴσον παραλληλόγραμμον παραβέβληται τὸ ΛΒ ἐν γωνίᾳ τῇ ὑπὸ ΑΒΜ, ἥ ἐστιν ἴση τῇ Δ· ὅπερ ἔδει ποιῆσαι.

在给定的直线上,作一个平行四边形等于给定的三角形,且其一角等于给定的直边角。 设给定的直线为 ΑΒ,给定的三角形为Γ,给定的直边角为 Δ;必须在给定的直线 ΑΒ 上,作一个平行四边形等于给定的三角形 Γ,且其角等于角 Δ。 作平行四边形 ΒΕΖΗ 等于三角形 Γ,使其角 ΕΒΗ 等于角 Δ;并使其放置得使 ΒΕ 与 ΑΒ 在同一直线上,将 ΖΗ 延长到 Θ,并通过 Α 作平行于 ΒΗ、ΕΖ 之一的 ΑΘ,且连接 ΘΒ。并且因为直线 ΘΖ 落在平行线 ΑΘ、ΕΖ 上,所以角 ΑΘΖ、ΘΖΕ 之和等于两直角。因此,角 ΒΘΗ、ΗΖΕ 小于两直角;而从小于两直角处无限延长的直线必相交;因此 ΘΒ、ΖΕ 延长后必相交。设它们延长并在点 Κ 处相交,通过点 Κ 作平行于 ΕΑ、ΖΘ 之一的 ΚΛ,并将 ΘΑ、ΗΒ 延长至点 Λ、Μ。因此 ΘΛΚΖ 是一个平行四边形,ΘΚ 是其对角线,关于 ΘΚ 的平行四边形是 ΑΗ、ΜΕ,所谓的余形是 ΛΒ、ΒΖ;因此 ΛΒ 等于 ΒΖ。但是 ΒΖ 等于三角形 Γ;因此 ΛΒ 也等于 Γ。并且因为角 ΗΒΕ 等于角 ΑΒΜ,而角 ΗΒΕ 等于 Δ,所以角 ΑΒΜ 也等于角 Δ。 因此,在给定的直线 ΑΒ 上,已经作出了等于给定三角形 Γ 的平行四边形ΛΒ,且其角为 ΑΒΜ,它等于 Δ;这就是所要做的事。

语法注5 条
  1. 1.prop.42συστήσασθαι

    不定式 συστήσασθαι 在命题的标题中用于表示要执行的作图任务,具有祈使或目的含义。

  2. 1.prop.42τετμήσθω

    三人称单数完成被动命令式 τετμήσθω(让它被平分)表示平分这一状态应当被确立并保持。

  3. 1.prop.43παντὸς παραλληλογράμμου

    属格 παντὸς παραλληλογράμμου 起到整体属格或位置属格的作用,表示定理适用的整体范围。

  4. 1.prop.44δύο ὀρθῶν

    紧接在比较级形容词 ἐλάσσονες 之后的 δύο ὀρθῶν 是比较属格,表示“比两直角(小)”的比较基准。

  5. 1.prop.44ὁποτέρᾳ τῶν ΕΑ, ΖΘ

    代词与格 ὁποτέρᾳ 受形容词 παράλληλος 的支配,表示“与 ΕΑ、ΖΘ 中的任意一条平行”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:1.prop.42-1.prop.44