← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§2.9

阿布拉达塔斯的遗体与潘忒亚的自刎

叙述者通过画家的笔触再现了色诺芬仅从品格描摹的潘忒亚之貌,详尽描绘了阿布拉达塔斯的战死以及潘忒亚在丈夫遗体上从容自刎的崇高与绝美。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9

ΠΑΝΘΕΙΑ. θ. Πάνθεια ἡ καλὴ Ξενοφῶντι μὲν ἀπὸ τοῦ ἤθους γέγραπται, ὅτι τε Ἀράσπαν ἀπηξίου καὶ Κύρου οὐχ ἡττᾶτο καὶ Ἀβραδάτῃ ἐβούλετο κοινὴν γῆν ἐπισπάσασθαι, ὁποία δὲ ἡ κόμη καὶ ἡ ὀφρὺς ὅση καὶ οἷον ἔβλεπε καὶ ὡς εἶχε τοῦ στόματος, οὔπω ὁ Ξενοφῶν εἴρηκε καίτοι δεινὸς ὢν περιλαλῆσαι ταῦτα, ἀλλʼ ἀνὴρ ξυγγράφειν μὲν οὐχ ἱκανός, γράφειν δὲ ἱκανώτατος, αὐτῇ μὲν Πανθείᾳ οὐκ ἐντυχών, Ξενοφῶντι δὲ ὁμιλήσας γράφει τὴν Πάνθειαν, ὁποίαν τῇ ψυχῇ ἐτεκμήρατο. τὰ τείχη, ὦ παῖ, καὶ τὰς ἐμπιπραμένας οἰκίας καὶ αἱ Λυδαὶ αἱ καλαί,1 Πέρσαις ταῦτα ἀφῶμεν ἄγειν τε καὶ αἱρεῖν, ὅ τι αὐτῶν ἁλωτόν. καὶ ὁ Κροῖσος, ἐφʼ ὃν ἡ πυρά, οὐχὶ αὐτῷ Ξενοφῶντι·2 οὔκουν οἶδεν αὐτὸν ἢ ξυγχωρεῖ τῷ Κύρῳ. τὸν δὲ Ἀβραδάτην καὶ τὴν ἀποθανοῦσαν ἐπʼ αὐτῷ Πάνθειαν, ἐπειδὴ ταῦτα ἡ γραφὴ βούλεται, διασκεψώμεθα, οἷον τὸ δρᾶμα· ἤρων οὗτοι ἀλλήλων καὶ τὸν κόσμον ἡ γυνὴ τὸν ἑαυτῆς ὅπλα αὐτῷ ἐποιεῖτο, ἐμάχετο δὲ ἄρα ὑπὲρ Κύρου πρὸς Κροῖσον ἐπὶ τετραρρύμου ἅρματος καὶ ἵππων ὀκτὼ νέος ἔτι ἐν ἁπαλῇ τῇ ὑπήνῃ, ὁπότε καὶ οἱ ποιηταὶ τὰ δένδρα ἐλεεινὰ ἡγοῦνται τῆς γῆς ἐκπεσόντα. τὰ μὲν δὴ τραύματα, ὦ παῖ, οἷα ἐκ μαχαιροφόρων, τὸ γὰρ κατακόπτειν πρὸς τρόπου τῇ τοιαύτῃ μάχῃ, τοῦ δὲ αἵματος ἀκραιφνοῦς ὄντος τὸ μὲν τὰ ὅπλα χραίνει, τὸ δʼ αὐτόν, ἔστι δʼ ὃ καὶ διέρρανται κατὰ τοῦ λόφου, ὁ δὲ ἄρα χρυσοῦ τοῦ κράνους ἀνέστηκεν ὑακίνθινος αὐτῷ τῷ χρυσῷ ἐπαστράπτων. καλὰ μὲν οὖν ἐντάφια καὶ ταυτὶ τὰ ὅπλα τῷ γε μὴ καταισχύναντι αὐτά, μηδὲ ἀποβαλόντι ἐν τῇ μάχῃ, πολλὰ δὲ Ἀσσύριά τε καὶ Λύδια Κῦρος ἀνδρὶ ἀγαθῷ δῶρα ἀπάγει τά τε ἄλλα καὶ ψάμμον χρυσῆν ἐπὶ ἁρμαμάξης ἐκ θησαυρῶν Κροίσου τῶν ἀργῶν, Πάνθεια δὲ οὔπω τὰ πρόσφορα ἔχειν ἡγεῖται τὸν τάφον, εἰ μὴ ἐντάφιον τῷ Ἀβραδάτῃ αὐτὴ γένοιτο. τὸν μὲν δὴ ἀκινάκην διελήλακεν ἤδη τοῦ στέρνου, ἀλλʼ οὕτω τι δὴ ἐρρωμένως, ὡς μηδὲ οἰμωγὴν ἐπʼ αὐτῷ ῥῆξαι. κεῖται γοῦν, τὸ στόμα ξυμμετρίαν τὴν ἑαυτοῦ φυλάττον, καί, νὴ Δίʼ, ὥραν, ἧς τὸ ἄνθος οὕτω τι ἐπὶ χείλεσιν, ὡς καὶ σιωπώσης ἐκφαίνεσθαι. ἀνήρτηται δὲ οὔπω τὸν ἀκινάκην,3 ἀλλʼ ἐνερείδει ἔτι συνέχουσα τῆς κώπης αὐτόν — ἡ δὲ κώπη ῥοπάλῳ χρυσῷ εἴκασται σμαραγδίνῳ τοὺς ὄζους. ἀλλʼ ἡδίους οἱ δάκτυλοι — μεταβέβληκέ τε οὐδὲν τοῦ εἴδους ὑπὸ τοῦ ἀλγεῖν, ἥ γε μηδὲ ἀλγεῖν ἔοικεν, ἀλλʼ ἀπιέναι χαίρουσα, ὅτι αὑτὴν πέμπει, ἄπεισι δὲ οὐχ ὥσπερ ἡ τοῦ Πρωτεσίλεω καταστεφθεῖσα οἷς ἐβάκχευσεν, οὐδʼ ὥσπερ ἡ τοῦ Καπανέως οἷον θυσίας ἀρθεῖσα, ἀλλʼ ἀσκεύαστον τὸ κάλλος καὶ οἷον ἐπὶ τοῦ Ἀβραδάτου ἦν, φυλάττει αὐτὸ καὶ ἀπάγει χαίτην μὲν οὔπω μέλαινάν τε καὶ ἀμφιλαφῆ4 περιχέουσα τοῖς ὤμοις καὶ τῷ αὐχένι, δέρην δὲ λευκὴν ὑπεκφαίνουσα, ἣν ἐδρύψατο μέν, οὐ μὴν ὡς αἰσχῦναι, τὰ γὰρ σημεῖα τῶν ὀνύχων ἡδίω γραφῆς. τὸ δὲ ἐν τῇ παρειᾷ ἔρευθος οὐδὲ ἀποθνήσκουσαν διαφεύγει, χορηγοὶ δὲ αὐτοῦ ἥ τε ὥρα καὶ ἡ αἰδώς. ἰδοὺ καὶ μυκτῆρες ἀνεσταλμένοι τὸ μέτριον καὶ βάσιν τῇ ῥινὶ πράττοντες, ἧς ὥσπερ πτόρθοι μηνοειδεῖς ἐκπεφύκασιν αἱ ὀφρύες ὑπὸ λευκῷ τῷ μετώπῳ μέλαιναι. τοὺς δὲ ὀφθαλμούς, ὦ παῖ, μὴ ἀπὸ τοῦ μεγέθους, μηδʼ εἰ μέλανες, ἀλλὰ τόν τε νοῦν θεωρῶμεν, ὅσος ἐν αὐτοῖς ἐστι καί, νὴ Δίʼ, ὁπόσα τῶν τῆς ψυχῆς ἀγαθῶν ἔσπασαν ἐλεεινῶς μὲν διακείμενοι, τοῦ δὲ φαιδρῶς ἔχειν οὐκ ἀπηλλαγμένοι, καὶ θαρσαλέοι μέν, λογισμοῦ δὲ ἔσω μᾶλλον ἢ τόλμης, καὶ τοῦ μὲν θανάτου ξυνιέντες, οὔπω δὲ ἀπιόντες. ὀπαδὸς δὲ ἔρωτος ἵμερος οὕτω τι ἐπικέχυται τοῖς ὀφθαλμοῖς, ὡς ἐπιδηλότατα δὴ ἀπʼ αὐτῶν ἀποστάζειν. γέγραπται καὶ ὁ Ἔρως ἐν ἱστορίᾳ τοῦ ἔργου, γέγραπται δὲ καὶ ἡ Λυδία τὸ αἷμα ὑποδεχομένη καὶ χρυσῷ γε, ὡς ὁρᾷς, τῷ κόλπῳ.

潘忒亚。 美丽的潘忒亚已由色诺芬从品格的层面作了描摹:她如何鄙弃阿拉斯帕斯,未曾屈服于居鲁士,以及渴望与阿布拉达塔斯同穴而眠。然而,她的秀发是何模样,眉毛是何等清秀,眼神如何,唇形又是怎样的姿态,色诺芬却未曾道及,尽管他本是极擅长细致描绘此类事物的人。然而有一位不擅于著书立说却极工于丹青之士,虽未亲睹潘忒亚本人,却因与色诺芬有所往来,便在画卷上绘出了他心中所推想出的潘忒亚。 孩子啊,城墙、焚烧的民舍以及那些美丽的吕底亚女子,且任由波斯人去掳掠劫夺那些能攻取之物吧。至于置身火葬薪堆之上的克罗伊索斯,这在色诺芬本人的记述中并不存在;因此画家若非不知此事,便是向居鲁士妥协退让(遵循了赦免的说法)。然而阿布拉达塔斯以及为他殉死的潘忒亚,既然此画着力于此,就让我们仔细审视吧:这是何等的一出戏剧!他们二人彼此相爱,妻子将自己的首饰为他铸成甲胄;于是他驾着四辕八马的战车为居鲁士与克罗伊索斯鏖战,当时他尚且年轻,唇吻带着柔软的髭须,正如诗人们认为树木倒卧于地最令人扼腕怜惜的那般年岁。 孩子啊,那些伤痕正像是佩刀卫队所致,因为乱刃砍剁正符合此类作战的方式。鲜血尚且新鲜,有的染污了甲胄,有的染红了肉体,更有一些溅在了盔缨之上;那盔缨从黄金头盔上挺拔而立,作风信子色,在黄金本身的映衬下闪烁如雷电。对于不曾玷污盔甲、亦未在战场上将其抛弃的勇士而言,这些兵甲委实是华美的陪葬;居鲁士为这位勇士送来了诸多亚述与吕底亚的厚礼,更有用大车载运的取自克罗伊索斯闲置宝库的黄金之沙。然而潘忒亚却认为,若非自己成为阿布拉达塔斯的祭品殉葬,这陵墓便算不得备齐了应有之物。 她已然将短剑刺穿了胸膛,却又是如此沉毅有力,以至于连一声哀号也未曾发出。她躺在那里,嘴唇保持着端正的匀称,对天发誓,还有那青春的光彩,其娇艳在唇间如此鲜明,以至在静默中依然流露。她尚未将短剑自胸膛拔出,而是握紧剑柄依然向内抵送——那剑柄宛若一柄金杖,节疤上嵌以绿宝石。然而她的手指更为动人——在剧痛之下她的容貌未改分毫,她甚至看起来全无痛楚,反而满怀欣喜地离去,因是她亲手将自己送行。她的离去不像普罗忒西拉俄斯之妻那般戴着狂乱迷狂的花冠,亦不像卡帕纽斯之妻那般仿若升起的献祭牺牲,而是素净无饰的美质,正如阿布拉达塔斯生前那般;她守住了这份美并带着它离去,尚未泛白而是乌黑浓密的秀发披散在肩头与颈项,露出了洁白的咽喉;她虽曾抓挠过这咽喉,却未至毁损其美貌,因为指甲的痕迹甚至比图画还要柔美。面颊上的红晕甚至在垂死之际亦未褪去,青春与端庄为之平添了神采。看那鼻翼,收敛得恰到好处,为鼻梁奠定了基底;黑黑的眉毛正如新月般的嫩枝,在白皙的前额下自鼻梁生长而出。 孩子啊,对于她的双眸,切莫以大小或是否黑亮来评判,而让我们观察其中蕴含着何等深邃的灵智,对天发誓,更汲取了多少心灵的美德——虽处境凄惨却未失明澈,虽坚定勇敢却更存理性而非鲁莽,洞悉死亡却尚未决绝离开。与爱相随的渴望之情如此弥漫在双眸之间,以至极为鲜明地自其中滴淌而出。在这项壮举的叙事画中,爱神厄罗斯亦被绘入其中,甚至吕底亚大地亦被描摹成承接鲜血的形象,而且正如你所见,乃是用那黄金的襟怀去承纳。

语法注4 条
  1. 2.9αἱ Λυδαὶ αἱ καλαί

    悬空主格(nominativus pendens),本应与前面的宾格(τὰ τείχη, τὰς ἐμπιπραμένας οἰκίας)保持一致,但在此以主格出现,随后由指示代词 ταῦτα 总结统辖,充当 ἄγειν τε καὶ αἱρεῖν 的逻辑宾语。

  2. 2.9οὐχὶ αὐτῷ Ξενοφῶντι

    省略动词(如 ἔστι 或 γέγραπται)的紧缩结构。与格 αὐτῷ Ξενοφῶντι 作领属或参照与格(“在色诺芬本人的记述中并不存在”),指希罗多德所载克罗伊索斯在薪堆上的情节未见于色诺芬的《居鲁士的教育》。

  3. 2.9ἀνήρτηται δὲ οὔπω τὸν ἀκινάκην

    动词 ἀναρτάω 的完成时中动语态,带宾格直接宾语(τὸν ἀκινάκην)。意为“她尚未将短剑从身上拔出/使之脱离”,中动语态表示动作关涉自身。

  4. 2.9χαίτην μὲν οὔπω μέλαινάν τε καὶ ἀμφιλαφῆ

    副词 οὔπω(“尚未”)修饰隐指的衰老或白发状态,意为“尚未(变白而依然)乌黑浓密的秀发”,强调其即使在死亡面前亦未曾损减的青春风采。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.9