- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
述及画中伊奥尼亚河神梅勒斯与克瑞忒伊斯的恋情,细致描摹了清风与浪花编织的水中寝阁以及少女不假雕饰的清丽容颜,并阐明了降临在梅勒斯泉畔、为荷马之诞生纺织命运的缪斯女神们的深意。
ΜΕΛΗΣ. η. τὸ μὲν τοῦ Ἐνιπέως καὶ ὡς ἤρα ἡ Τυρὼ τοῦ ὕδατος, Ὁμήρῳ λέλεκται, λέγει δὲ καὶ ἀπάτην τὴν ἐκ Ποσειδῶνος καὶ τὸ ἄνθος τοῦ κύματος, ὑφʼ ᾧ ἡ εὐνή, οὑτοσὶ δὲ ὁ λόγος ἕτερος, οὐκ ἐκ Θετταλίας, ἀλλʼ Ἰωνικός· ἐρᾷ ἡ Κρηθηῒς ἐν Ἰωνίᾳ τοῦ Μέλητος, ὁ δʼ ἐφήβῳ ἔοικε καὶ ὁρᾶται τῷ θεατῇ ὅλος, ἐκεῖ ἐκβάλλων ὅθεν ἄρχεται.1 πίνει δὲ οὐ διψῶσα καὶ λαμβάνεται τοῦ ὕδατος καὶ κελαρύζοντι προσδιαλέγεται καθάπερ λαλοῦντι, δάκρυα δὲ λείβει ἐρωτικὰ τῷ ὕδατι, καὶ ὁ ποταμός, ἀντερᾷ γάρ, χαίρει αὐτῶν τῇ κράσει. χαρίεν μὲν οὖν τῆς γραφῆς αὐτὸς ὁ Μέλης ἐν κρόκῳ καὶ λωτῷ κείμενος καὶ ὑακίνθῳ χαίρων διʼ ἡλικίαν τοῦ ἄνθους καὶ παρεχόμενος εἶδος ἁβρὸν καὶ μειρακιῶδες καὶ οὐδὲ ἄσοφον — εἴποις ἂν τοὺς ὀφθαλμοὺς τοῦ Μέλητος ἀνασκοπεῖν τι τῶν ποιητικῶν — χαρίεν δὲ αὐτοῦ καὶ ὅτι2 μὴ λάβρους τὰς πηγὰς ἐκδίδωσι, καθάπερ τοὺς ἀμαθεῖς τῶν ποταμῶν γράφεσθαι νόμος, ἀλλὰ τὴν γῆν ἄκροις τοῖς δακτύλοις διαμώμενος ὑπέχει τὴν χεῖρα τῷ ὕδατι ἀψοφητὶ βλύζοντι, καὶ ὁρᾶται ἡμῖν, ὡς τῇ γε Κρηθηίδι, ὕδωρ οὗτος, καὶ παρακάθηται ὀνείρατι, ὥς φασιν. ἀλλʼ οὐκ ὄναρ ταῦτα, ὦ Κρηθηίς, οὐδὲ ἐς ὕδωρ τὸν ἔρωτα τοῦτον γράφεις,3 ἐρᾷ γάρ σου ὁ ποταμός, εὖ οἶδα, καὶ σοφίζεταί τινα ὑμῖν θάλαμον, κῦμα αἴρων, ὑφʼ ᾧ ἡ εὐνὴ ἔσται. εἰ δὲ ἀπιστεῖς, λέξω σοι καὶ τὴν τοῦ θαλάμου τέχνην· λεπτὴ αὔρα κῦμα ὑποδραμοῦσα ἐργάζεται αὐτὸ κυρτὸν καὶ περιεχὲς καὶ ἀνθηρὸν ἔτι, ἡ γὰρ ἀνταύγεια τοῦ ἡλίου χρῶμα προσβάλλει μετεώρῳ τῷ ὕδατι. τί οὖν, ὦ παῖ, λαμβάνῃ μου; τί δʼ οὐκ ἐᾷς καὶ τὰ λοιπὰ διεξιέναι τῆς γραφῆς; εἰ βούλει, καὶ τὴν Κρηθηίδα διαγράψωμεν, ἐπειδὴ χαίρειν φῄς, ὅταν ἐναλύῃ αὐτοῖς ὁ λόγος. λεγέσθω τοίνυν· ἁβρὸν μὲν αὐτῇ τὸ εἶδος καὶ μάλα Ἰωνικόν, αἰδὼς δὲ τῷ εἴδει ἐπιπρέπει καὶ ἀπόχρη τοῦτο τῇ παρειᾷ τὸ ἄνθος, ἡ χαίτη δὲ ἀνείληπται μὲν ὑπὸ τὸ οὖς, ἐπικοσμεῖται δὲ καὶ κρηδέμνῳ ἁλουργεῖ. δῶρον Νηρηίδος ἢ Ναίδος οἶμαι εἶναι τὸ κρήδεμνον, εἰκὸς γὰρ συγχορεύειν τὰς θεὰς ἐπὶ τῷ Μέλητι παρεχομένῳ τὰς πηγὰς οὐ πόρρω τῶν ἐκβολῶν. βλέπει δὲ οὕτω τι ἡδὺ καὶ ἀφελές, ὡς μηδὲ ὑπὸ τῶν δακρύων ἐξαλλάττειν τὸ ἵλεων, καὶ ἡ δέρη ἔτι ἡδίων ὑπὸ τοῦ μὴ κεκοσμῆσθαι· ὅρμοι γὰρ καὶ αὐγαὶ λίθων καὶ περιδέραια ταῖς μὲν ἐν μετρίῳ τῷ κάλλει γυναιξὶν οὐκ ἀηδῶς προσανθοῦσι, καί, νὴ Δίʼ, ὥρας τι ἐς αὐτὰς φέρουσιν, αἰσχραῖς δὲ καὶ ἄγαν ὡραίαις ἀντιπράττουσι, τὰς μὲν γὰρ ἐλέγχουσι, τῶν δὲ ἀπάγουσι. τὼ χεῖρε ἀνασκοπῶμεν· ἁπαλοὶ οἱ δάκτυλοι καὶ εὐμήκεις καὶ λευκοὶ κατὰ τὴν ὠλένην, ὁρᾷς δὲ καὶ τὴν ὠλένην, ὡς διὰ λευκῆς τῆς ἐσθῆτος λευκοτέρα ὑποφαίνεται, καὶ οἱ μαζοὶ ὀρθοὶ ὑπαυγάζουσι. τί οὖν αἱ Μοῦσαι δεῦρο; τί δὲ ἐπὶ ταῖς πηγαῖς τοῦ Μέλητος; Ἀθηναῖοι τὴν Ἰωνίαν ὅτε ἀπῴκιζον, Μοῦσαι ἡγοῦντο τοῦ ναυτικοῦ ἐν εἴδει μελιττῶν, ἔχαιρον γὰρ τῇ Ἰωνίᾳ διὰ τὸν Μέλητα ὡς Κηφισοῦ καὶ Ὀλμειοῦ ποτιμώτερον. ἐντεύξῃ μὲν οὖν αὐταῖς καὶ χορευούσαις ποτὲ ἐνταῦθα, νυνὶ δὲ γένεσιν τῷ Ὁμήρῳ αἱ Μοῦσαι κλώθουσι Μοίραις δοκοῦν, καὶ δώσει διὰ τοῦ παιδὸς ὁ Μέλης Πηνειῷ μὲν ἀργυροδίνῃ εἶναι,4 Τιταρησίῳ δὲ κούφῳ καὶ εὐφόρῳ, Ἐνιπεῖ δὲ θείῳ καὶ Ἀξίῳ παγκάλῳ, δώσει δὲ καὶ Ξάνθῳ τὸ ἐκ Διὸς καὶ Ὠκεανῷ τὸ ἐξ αὐτοῦ πάντας.
梅勒斯。 关于厄尼剖斯以及堤罗如何爱恋他的流水,荷马已有叙述,他还讲述了波塞冬的诱骗,以及那遮蔽二人床榻的浪花;但这则是另一个传说,并非出自色萨利,而是伊奥尼亚的:在伊奥尼亚,克瑞忒伊斯恋上了梅勒斯。这河流宛如一位青年,全貌呈现在观者眼前,就在它源泉涌起之处注入大海。她虽不觉渴却频频啜饮,捧起流水,对着潺潺水声细语,仿佛流水在同她攀谈;她向水中滴落爱恋的泪珠,而河流因回馈以爱,欣然接受二者的交融。 画中的妙趣,首先在于梅勒斯本人卧于番红花、莲花与风信子丛中,因芳龄年少而悦纳鲜花,展现出纤细雅致、青春焕发而绝非粗鄙不敏的身姿——你甚至可以说梅勒斯的双眸正沉思着某种诗意的玄想——而妙趣还在于他并未让泉水汹涌狂泻(如同人们描摹那些蛮野河流的惯常做法),而是用指尖轻轻划开泥土,用手掌托住悄无声息涌出的泉水;在我们眼中,正如在克瑞忒伊斯眼中一样,这流水便呈现在眼前,正如俗话所说,她正坐卧在一场幻梦身旁。 然而克瑞忒伊斯啊,这绝非幻梦,你也并非将这番爱意“写于水上”(徒付空耗);因为河流确实爱着你,我深知此事,他正为你们巧构一处洞房,掀起一道波浪,其下便是安歇的床榻。若你不信,我便告诉你这洞房的机巧造化:微风潜入浪涛之下,使波涛弯成拱顶,环绕掩映,且绚丽如繁花,盖因阳光的折射将明艳的色彩投射在悬腾的水流之上。 可是孩子,你为何拉住我?为何不让我继续讲完画作的其余部分?倘若你愿意,我们也来描绘克瑞忒伊斯吧,既然你说当话语在这些细节中盘桓时你会感到愉悦。那么且让我们道来:她的体态纤柔雅致,十足是伊奥尼亚的风韵;羞怯点缀着她的面容,这面颊上的红晕便已绰绰有余;秀发挽于耳下,并由一顶深紫色的面纱所妆点。我想这面纱定是涅瑞伊得斯或那伊阿得斯所赐之物,因为众女神常在梅勒斯河畔翩翩起舞,是极为自然之事,毕竟它的源泉离入海口并不遥远。她的目光如此甜美而无邪,甚至在泪水之下亦未改变其温和明澈;她的颈项更因不着雕饰而显得愈发悦目:因为项圈、明珠的光泽与颈链,对于相貌平平的女子而言,固然能生出几分姿色,甚至对天发誓,能为她们增添风韵,但对丑陋者或绝色女子却起反作用——它们揭露了前者,又引开了注视后者的目光。让我们再端详她的双手:手指柔嫩修长,宛若臂膊一般雪白;你也看到了那臂膊,隔着白衣透出更为洁白的光泽,而坚挺的双乳亦在衣下隐隐放光。 那么,缪斯女神们为何会来到这里?为何来到梅勒斯的泉水边?当雅典人移民开拓伊奥尼亚时,缪斯曾化作蜜蜂引领船队;她们之所以喜爱伊奥尼亚,正是因为梅勒斯河之水比刻菲索斯与俄尔墨俄斯更为甘洌。因此,你将来某时也会在这里遇见她们起舞,但如今,依照命运三女神的旨意,缪斯们正为荷马的降生纺织命运之线;而梅勒斯将通过这位儿子,赋予佩纽斯以“银漩急流”之誉,赋予提塔瑞西俄斯以“轻盈浮舟”之性,赋予厄尼剖斯以“神圣”之名,赋予阿克西俄斯以“至美”之称;他更将赋予克珊托斯“出自宙斯”的尊荣,并赋予大洋“万河皆出其源”的崇高地位。
- 2.8ἐκεῖ ἐκβάλλων ὅθεν ἄρχεται
由关系副词 ὅθεν(从……之处)引导的关系从句修饰指示副词 ἐκεῖ(在那里),意为“就在其源起之处注出”。这反映了士麦那附近的梅勒斯河流程极短、源头距入海口极近的地理特征。
- 2.8χαρίεν δὲ αὐτοῦ καὶ ὅτι
中性形容词 χαρίεν(绝妙之处)后接表示关涉或部分的属格 αὐτοῦ(关于他/其造形),并以 ὅτι 引导的名词从句作为真正的主语。此句与前文的 χαρίεν μὲν οὖν τῆς γραφῆς αὐτὸς ὁ Μέλης... 形成呼应,列举该画作的精妙构思。
- 2.8οὐδὲ ἐς ὕδωρ τὸν ἔρωτα τοῦτον γράφεις
套用了希腊语惯用语 εἰς ὕδωρ γράφειν(“书于水上”,比喻徒劳无功、付诸东流)。此处巧妙运用了双关,因为克瑞忒伊斯所爱恋的对象字面上正是一位河神(水),故兼具“并非白费心血”与“情系流水”之意。
- 2.8δώσει διὰ τοῦ παιδὸς ὁ Μέλης Πηνειῷ μὲν ἀργυροδίνῃ εἶναι
动词 δίδωμι 接接受者与格(Πηνειῷ)与不定式补足语(εἶναι,其表语亦用与格 ἀργυροδίνῃ),意为“梅勒斯将赋予佩纽斯成为‘银漩急流’之河”。此处指河神通过其子荷马的诗篇,将诸般著名的史诗定型修饰语作为荣誉赋予希腊各条河流。
