← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§2.10

阿伽门农与卡桑德拉之惨死

叙述者详尽解说了画作中特洛伊归来的阿伽门农及其随从在宴席间惨遭屠戮、克吕泰涅斯特拉挥斧斩杀阿伽门农与卡桑德拉的凄惨场景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10

ΚΑΣΑΝΔΡΑ. ι. οἱ κείμενοι κατʼ ἄλλος ἄλλο τοῦ ἀνδρῶνος καὶ τὸ ἀναμὶξ τῷ οἴνῳ αἷμα καὶ οἱ ἐκπνέοντες ἐπὶ τῶν τραπεζῶν κρατήρ τε οὑτοσὶ λελακτισμένος ὑπὸ ἀνδρός, ὃς πρὸς αὐτῷ σπαίρει, κόρη τε χρησμῳδὸς τὴν στολὴν ἐς πέλεκυν ἐμπεσούμενον ἑαυτῇ βλέπουσα1 τὸν Ἀγαμέμνονα ἥκοντα ἐκ Τροίας ἡ Κλυταιμνήστρα δέχεται τούτῳ τῷ τρόπῳ, καὶ τοὺς μὲν ἄλλους ἄλλοι κτείνουσιν οὕτω μεθύοντας, ὡς καὶ τὸν Αἴγισθον θαρσῆσαι τὸ ἔργον, ἡ Κλυταιμνήστρα δὲ πέπλου τέχνῃ τινὸς ἀπείρου τὸν Ἀγαμέμνονα περισχοῦσα πέλεκυν ἐς αὐτὸν ἧκεν ἀμφήκη τοῦτον, ὃς καὶ τὰ δένδρα αἱρεῖ τὰ μεγάλα, τὴν δὲ τοῦ Πριάμου κόρην καλλίστην νομισθεῖσαν τῷ Ἀγαμέμνονι χρησμούς τε ἀπιστουμένους ᾅδουσαν ἀποκτείνει θερμῷ τῷ πελέκει, καὶ εἰ μὲν ὡς δρᾶμα ἐξετάζομεν, ὦ παῖ, ταῦτα, τετραγῴδηται μεγάλα ἐν σμικρῷ, εἰ δʼ ὡς γραφήν, πλείω ἐν αὐτοῖς ὄψει. σκόπει γάρ· λαμπτῆρες οὗτοι χορηγοὶ φωτός, ἐν νυκτὶ γὰρ ταῦτά που, κρατῆρες δʼ ἐκεῖνοι χορηγοὶ ποτοῦ φανότεροι τοῦ πυρὸς οἱ χρυσοῖ, πλήρεις δὲ ὄψων τράπεζαι, βασιλεῖς ὧν ἐσιτοῦντο ἥρωες, ἐν κόσμῳ δὲ οὐδὲν τούτων, ἀποθνήσκοντες γὰρ οἱ δαιτυμόνες2 τὰ μὲν λελάκτισται, τὰ δὲ συντέτριπται, τὰ δὲ ἀπʼ αὐτῶν κεῖται, καὶ κύλικες δὲ χειρῶν ἐκπίπτουσι πλήρεις αἱ πολλαὶ λύθρου, καὶ ἀλκὴ τῶν ἀποθνησκόντων οὐδεμία, μεθύουσι γάρ. τὰ δὲ τῶν κειμένων σχήματα ὁ μὲν ἐκτέτμηται τὴν φάρυγγα3 σίτου τι ἢ ποτοῦ ἕλκουσαν, ὁ δʼ ἀποκέκοπται τὴν κεφαλὴν ἐς τὸν κρατῆρα κύπτων, ὁ δὲ ἀπήρακται τὴν χεῖρα φέρουσαν ἔκπωμα, ὁ δὲ ἐφέλκεται τὴν τράπεζαν ἐκπεσὼν τῆς κλίνης, ὁ δʼ ἐς ὤμους καὶ κεφαλὴν κεῖται, ποιητὴς ἂν φαίη κύμβαχος, ὁ δʼ ἀπιστεῖ τῷ θανάτῳ, ὁ δὲ οὐκ ἔρρωται φυγεῖν οἷον πέδης ἐμβεβλημένης αὐτῷ τῆς μέθης, ὠχρὸς δὲ οὐδεὶς τῶν κειμένων, ἐπειδὴ τοὺς ἐν οἴνῳ ἀποθνήσκοντας οὐκ εὐθὺς ἀπολείπει τὸ ἄνθος. τὸ δὲ κυριώτατον τῆς σκηνῆς ὁ Ἀγαμέμνων ἔχει, κείμενος οὐκ ἐν πεδίοις Τρωικοῖς, οὐδὲ ἐπὶ Σκαμάνδρου τινὸς ἠιόσιν, ἀλλʼ ἐν μειρακίοις καὶ γυναίοις, βοῦς ἐπὶ φάτνῃ, τουτὶ γὰρ τὸ μετὰ τοὺς πόνους τε καὶ τὸ ἐν δείπνῳ, κυριώτερα δὲ ἐν οἴκτῳ τὰ τῆς Κασάνδρας· ὡς ἐφέστηκε μὲν αὐτῇ μετὰ τοῦ πελέκεως ἡ Κλυταιμνήστρα μανικὸν βλέπουσα καὶ σεσοβημένη τὰς χαίτας καὶ τραχεῖα τὴν ὠλένην, αὐτὴ δὲ ὡς ἁβρῶς τε καὶ ἐνθέως ἔχουσα περιπεσεῖν ὥρμηκε τῷ Ἀγαμέμνονι ῥιπτοῦσα ἀφʼ αὑτῆς τὰ στέμματα καὶ οἷον περιβάλλουσα τῇ τέχνῃ αὐτόν, διηρμένου δὲ ἤδη τοῦ πελέκεως ἀναστρέφει τοὺς ὀφθαλμοὺς ἐκεῖ, βοᾷ δὲ οὕτω τι οἰκτρόν, ὡς καὶ τὸν Ἀγαμέμνονα τῷ λοιπῷ τῆς ψυχῆς ἐλεεῖν ταῦτα ἀκούοντα, μεμνήσεται γὰρ αὐτῶν καὶ ἐν Αἵδου πρὸς Ὀδυσσέα, ἐν τῇ ἀγορᾷ τῶν ψυχῶν.

卡桑德拉。 横陈在男子大厅各处的尸体、与美酒混杂的鲜血、在餐桌上咽气的宾客、被倒在近旁抽搐的男子踢翻的这个调酒缸,以及身着先知衣饰、眼见斧钺即将劈向自身的少女——克吕泰涅斯特拉便是以这般方式迎接从特洛伊归来的阿伽门农。其余的人正被其他刺客屠戮,他们酩酊大醉,以至于连埃癸斯托斯也有胆量干这桩勾当;而克吕泰涅斯特拉用一件毫无出路的巧制罗网长袍罩住阿伽门农,挥起这柄足以砍伐参天大树的双刃巨斧劈向了他,正用这柄温热的战斧斩杀被阿伽门农视为至美、曾吟唱未被采信之神谕的普里阿摩斯之女。孩子啊,如果我们将其作为一出戏剧来审视,大悲剧被浓缩于方寸之间;但若将其作为一幅画作,你将在其中窥见更多的细节。 你看:这些灯盏提供光亮——因为这一切大抵发生在深夜——那边的调酒缸提供美酒,金光闪闪,比火焰还要明亮;餐桌上摆满了佳肴,皆是王者英雄们享用的飨食,然而这一切全然失序。因为当宾客们垂死之际,有些器皿被踢翻,有些被砸碎,有些远离他们散落在地;酒杯纷纷自手中滑落,大多盛满了污血,濒死之人毫无抵御之力,因为他们皆已烂醉如泥。 且看横卧之人的姿态:有的在吞咽食物或酒浆时长喉被生生切断,有的俯身于调酒缸前被斩落头颅,有的端着酒杯的手被斩断,有的从卧榻跌落时扯翻了餐桌,有的肩头与头颅触地倒伏——诗人们会称其为“倒栽葱(kymbachos)”——有的至死仍不敢相信,有的则因酩酊如遭桎梏而无力逃遁。然而横卧者中无一人面色苍白,因为在酒醉中死去的人,容颜的血色不会骤然消褪。 画面最核心的位置由阿伽门农所占据,他并未倒在特洛伊平原上,亦未倒在斯卡曼德洛斯河畔,而是倒在青年与妇人之间,“如饲槽边的牛”——这正意味着在历尽艰辛之后却毙命于盛宴。然而论及凄惨可怜,卡桑德拉的际遇犹有过之。克吕泰涅斯特拉手执斧钺逼立在她面前,目光狂暴,乱发飞扬,手臂暴烈;而卡桑德拉自身虽柔美却满怀神圣的迷狂,冲上前要扑到阿伽门农身上,掷去身上的神圣头带,仿若用她的〔预言〕技艺将他包裹。此刻斧钺既已高举,她转眼望向那利刃,发出如此凄楚的呼号,以至阿伽门农以残存的一线生机闻其声亦为之哀怜;因为日后在冥府亡魂的集会中,他向奥德修斯倾诉时仍会追忆起这声悲啼。

语法注3 条
  1. 2.10οἱ κείμενοι κατʼ ἄλλος ἄλλο τοῦ ἀνδρῶνος καὶ τὸ ἀναμὶξ τῷ οἴνῳ αἷμα καὶ οἱ ἐκπνέοντες ἐπὶ τῶν τραπεζῶν κρατήρ τε οὑτοσὶ λελακτισμένος ὑπὸ ἀνδρός, ὃς πρὸς αὐτῷ σπαίρει, κόρη τε χρησμῳδὸς τὴν στολὴν ἐς πέλεκυν ἐμπεσούμενον ἑαυτῇ βλέπουσα

    开篇的一连串主格名词短语及分词短语(οἱ κείμενοι, τὸ αἷμα, οἱ ἐκπνέοντες, κρατήρ, κόρη)构成了悬空主格(nominativus pendens)或图画要素的罗列式主格,在语法上未直接接入后文的主句“τὸν Ἀγαμέμνονα... ἡ Κλυταιμνήστρα δέχεται”,从而形成了一种破格构文(anacoluthon),先罗列宴席屠杀的惨状,随后引出克吕泰涅斯特拉以这般方式迎接阿伽门农的主旨。

  2. 2.10ἀποθνήσκοντες γὰρ οἱ δαιτυμόνες

    阳性复数主格分词短语 ἀποθνήσκοντες οἱ δαιτυμόνες 缺少与之直接呼应的限定动词,句意随即转向中性复数主语与被动完成时谓语(τὰ μὲν λελάκτισται, τὰ δὲ συντέτριπται),属于悬空主格(nominativus pendens)。其逻辑功能相当于属格独立结构,表示“当宴席上的宾客垂死挣扎之际”。

  3. 2.10ὁ μὲν ἐκτέτμηται τὴν φάρυγγα

    宾格 τὴν φάρυγγα 与被动完成时动词 ἐκτέτμηται 连用,表示受损的身体部位,属于关系宾格或受损部位的保留宾格(“其咽喉被割断”)。紧随其后的“ὁ δʼ ἀποκέκοπται τὴν κεφαλὴν”与“ὁ δὲ ἀπήρακται τὴν χεῖρα”皆遵循完全相同的被动谓语加宾格结构,并列展现受创的部位。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.10