- 底本
- Philostratus Sophista. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斐洛斯特拉托斯描绘了一幅展现安提洛科斯为救其父涅斯托尔而战死于门农之手后的画作。画面呈现了哀恸不已的阿开奥斯诸将与阿喀琉斯、威吓赫赫的门农,以及因救父而欣然含笑死去的少年英姿。
ΑΝΤΙΛΟΧΟΣ. ς. τὸν Ἀχιλλέα ἐρᾶν τοῦ Ἀντιλόχου πεφώρακας, οἶμαι, παρʼ Ὁμήρῳ, νεώτατον τοῦ Ἑλληνικοῦ ὁρῶν τὸν Ἀντίλοχον, καὶ τὸ ἡμιτάλαντον τοῦ χρυσοῦ ἐννοῶν τὸ ἐπὶ τῷ ἀγῶνι, καὶ ἀπαγγέλλει τῷ Ἀχιλλεῖ κεῖσθαι τὸν Πάτροκλον σοφισαμένου τοῦ Μενέλεω παραμυθίαν ὁμοῦ τῇ ἀγγελίᾳ, μεταβλέψαντος τοῦ Ἀχιλλέως ἐς τὰ παιδικά, καὶ θρηνεῖ ἐρωμένου ἐπὶ τῷ πένθει1 καὶ συνέχει τὼ χεῖρε, μὴ ἀποκτείνῃ ἑαυτόν, ὁ δʼ, οἶμαι, καὶ ἁπτομένῳ χαίρει καὶ δακρύοντι. ταῦτα μὲν οὖν Ὁμήρου γραφαί, τὸ δὲ τοῦ ζωγράφου δρᾶμα· ὁ Μέμνων ἐξ Αἰθιοπίας ἀφικόμενος κτείνει τὸν Ἀντίλοχον προβεβλημένον τοῦ πατρὸς2 καὶ τοὺς Ἀχαιοὺς οἷον δεῖμα ἐκπλήττει, πρὸ γὰρ τοῦ Μέμνονος μῦθος οἱ μέλανες. κρατοῦντες δὲ οἱ Ἀχαιοὶ τοῦ σώματος ὀδύρονται τὸν Ἀντίλοχον οἱ Ἀτρεῖδαι καὶ ὁ ἐκ τῆς Ἰθάκης καὶ ὁ τοῦ Τυδέως καὶ οἱ ὁμώνυμοι, ἐπίδηλος δὲ ὁ μὲν Ἰθακήσιος ἀπὸ τοῦ στρυφνοῦ καὶ ἐγρηγορότος, ὁ δὲ Μενέλεως ἀπὸ τοῦ ἡμέρου, ὁ δὲ Ἀγαμέμνων ἀπὸ τοῦ ἐνθέου, τὸν δὲ τοῦ Τυδέως ἡ ἐλευθερία γράφει, γνωρίζοις δʼ ἂν καὶ τὸν Τελαμώνιον ἀπὸ τοῦ βλοσυροῦ καὶ τὸν Λοκρὸν ἀπὸ τοῦ ἑτοίμου. καὶ ἡ στρατιὰ πενθεῖ τὸ μειράκιον περιεστῶτες αὐτὸ θρήνῳ ἅμα, πήξαντες δὲ τὰς αἰχμὰς ἐς τοὔδαφος ἐναλλάττουσι τὼ πόδε καὶ στηρίζονται ἐπὶ τῶν αἰχμῶν ἐπερείσαντες οἱ πλεῖστοι δυσφορούσας τὰς κεφαλὰς τῷ ἄχει. τὸν Ἀχιλλέα μὴ ἀπὸ τῆς κόμης,3 οἴχεται γὰρ τοῦτο αὐτῷ μετὰ τὸν Πάτροκλον, ἀλλὰ τὸ εἶδος αὐτὸν ἐνδεικνύτω καὶ τὸ μέγεθος καὶ αὐτὸ τὸ μὴ κομᾷν. θρηνεῖ δὲ προσκείμενος τοῖς στέρνοις τοῦ Ἀντιλόχου, καὶ πυράν, οἶμαι, ἐπαγγέλλεται καὶ τὰ ἐς αὐτὴν καὶ τὰ ὅπλα ἴσως καὶ τὴν κεφαλὴν τοῦ Μέμνονος, ἀποτῖσαι γὰρ καὶ τὸν Μέμνονα ὅσα τὸν Ἕκτορα, ὡς μηδὲ ταῦτα ὁ Ἀντίλοχος ἔλαττον τοῦ Πατρόκλου ἔχοι. ὁ δʼ ἐν τῷ τῶν Αἰθιόπων στρατῷ δεινὸς ἕστηκεν ἔχων αἰχμὴν καὶ λεοντῆν ἐνημμένος καὶ σεσηρὼς ἐς τὸν Ἀχιλλέα. σκεψώμεθα δʼ αὖ καὶ τὸν Ἀντίλοχον· ἡβάσκει μὲν ὑπήνης πρόσω,4 κομᾷ δὲ ἐν ἡλιώσῃ κόμῃ. κοῦφος ἡ κνήμη καὶ τὸ σῶμα σύμμετρον ἐς ῥᾳστώνην τοῦ δρόμου καὶ τὸ αἷμα οἷον ἐπʼ ἐλέφαντι χρῶμα ἤνθηκεν ἐσπεσούσης αὐτῷ κατὰ τοῦ στέρνου τῆς αἰχμῆς. κεῖται δὲ οὐ κατηφὲς τὸ μειράκιον, οὐδὲ νεκρῷ εἰκάσαι, φαιδρὸν δὲ καὶ μειδιῶν, τὴν γάρ, οἶμαι, χαρὰν τὴν ἐπὶ τῷ τὸν πατέρα σῶσαι φέρων ἐν τῷ εἴδει ὁ Ἀντίλοχος ἀπώλετο ὑπὸ τῆς αἰχμῆς, καὶ τὸ πρόσωπον ἡ ψυχὴ κατέλιπεν οὐχ ὡς ἤλγησεν, ἀλλʼ ὡς ἐπεκράτησε τὸ εὐφραῖνον.
我想,你已在荷马史诗中察觉到阿喀琉斯对安提洛科斯的爱恋:当你看到安提洛科斯是希腊联军中最年轻的战士,并联想到竞技会上那半塔兰同的黄金;而当安提洛科斯向阿喀琉斯报告帕特洛克罗斯阵亡时——墨涅拉俄斯在传信的同时巧设了安慰,阿喀琉斯也将目光转向了他心爱的少年——他在对爱人的悼念中一同悲泣,并紧握阿喀琉斯的两手,免得他自刎,而后者想必因他的触碰与垂泪而感到慰藉。这些乃是荷马的描摹,而画家的戏剧场面则是:从埃塞俄比亚赶来的门农杀死了挺身为父遮挡的安提洛科斯,并如梦魇般震慑了阿开奥斯人,因为在门农之前,黑人不过是神话传说而已。然而夺得遗体的阿开奥斯人正为安提洛科斯痛哭——阿特柔斯之子们、来自伊萨卡的人、堤丢斯之子以及同名者们;伊萨卡人因其严峻而警觉的神情而清晰可辨,墨涅拉俄斯因其温和,阿伽门农因其神圣威严的气度,堤丢斯之子则被其豪爽不羁所刻画,你亦能从那狞厉的面容认出忒拉蒙之子,从敏捷果断认出洛克里斯人。全军将士也围在周围一同哀歌悼念这少年;他们将枪矛插在地上,双腿交叠,倚靠在枪矛之上,多数人支着因悲痛而沉重难耐的头颅。莫从头发去辨认阿喀琉斯——因为在帕特洛克罗斯死后他的长发已荡然无存——而当由他的体态、身量以及这毫无长发本身的特征来昭示他。他俯身贴在安提洛科斯的胸膛上哀悼,我想,他正许诺为他筑起火葬薪柴堆并献上祭品,也许还有铠甲以及门农的首级;因为门农也必须偿还如同赫克托耳一般的代价,好使安提洛科斯在这些待遇上绝不下于帕特洛克罗斯。而在埃塞俄比亚军中,门农手持长矛,身披狮皮,正狰狞地咬牙怒视阿喀琉斯,巍然耸立,令人望而生畏。但让我们反过来也端详一下安提洛科斯:他正值青春盛年,面庞尚远未生髭须,蓄着如日光般璀璨的长发。他的小腿轻盈,身躯匀称便于奔跑,随着枪矛刺入胸膛,鲜血宛如象牙上的染料般绚丽绽放。少年横卧之处绝无颓丧之色,亦不类死尸,而是神采奕奕,面带微笑;因为我想,安提洛科斯正是面容上带着救出父亲的欣喜死于枪下的,灵魂离开他的面孔时,并非带着受苦的神色,而是仿佛那令人欢欣之情完全压倒了一切。
- 2.7ἐρωμένου ἐπὶ τῷ πένθει
ἐρωμένου 作依附于 πένθει 的宾格性属格,意为“对心爱之人(即帕特洛克罗斯)的悼念”。在《伊利亚特》第18卷中,安提洛科斯飞报凶讯时,阿喀琉斯正为阵亡的帕特洛克罗斯痛哭,安提洛科斯亦在这一悲痛场景中同声垂泪。虽亦可设想将其视为指代阿喀琉斯的主格性属格(“被爱者的哀痛”),但上文已将阿喀琉斯定为爱者(ἐρᾶν),且帕特洛克罗斯作为阿喀琉斯的“心爱者”(ἐρώμενος)是众所周知的传统,故取宾格性属格最为通顺恰当。
- 2.7προβεβλημένον τοῦ πατρὸς
中动分词 προβεβλημένον 支配属格 τοῦ πατρὸς。προβάλλομαί 与属格搭配表示“挺身挺立于某人之前以作掩护/庇护”,生动体现了安提洛科斯以身作盾挡在父亲涅斯托尔身前以施救的神话情节。
- 2.7τὸν Ἀχιλλέα μὴ ἀπὸ τῆς κόμης
此句为带有否定词 μή 的对格省略句,省略了表示识别或判断的命令式动词(如 γνώριζε 或 τεκμαίρου,即“莫以长发辨识阿喀琉斯”)。其后紧随的协调分句 ἀλλὰ τὸ εἶδος αὐτὸν ἐνδεικνύτω(“而当由体态昭示他”)则转变为以 τὸ εἶδος 为主语的第三人称命令式,构成了破格语法(anacoluthon)。
- 2.7ὑπήνης πρόσω
副词 πρόσω 支配属格 ὑπήνης,由空间或时间上的“距离”引申出“远离……”、“尚未长出……”的未达之意。虽然 πρόσω 搭配年龄属格时常表示“年岁已高”,但在此处修饰“胡须”时,则指尚未进入长髭须的年龄阶段,点明其为面无须毛的英俊少年(μειράκιον)。
