← 莱姆诺斯的菲洛斯特拉托斯

画象集

§2.6

阿里基翁以死相博的胜利

解说者引导少年观赏展现阿里基翁在奥林匹亚潘克拉辛格斗中舍命夺得三连冠的画作,细致讲解了比赛规则、双方招式的致命博弈、观众的狂热以及两名选手的鲜明神态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6

ΑΡΡΙΧΙΩΝ. ς. ἐς αὐτὰ ἥκεις Ὀλύμπια καὶ τῶν ἐν Ὀλυμπίᾳ τὸ κάλλιστον, τουτὶ γὰρ δὴ ἀνδρῶν τὸ παγκράτιον, στεφανοῦται δὲ αὐτὸ Ἀρριχίων ἐπαποθανὼν τῇ νίκῃ1 καὶ στεφανοῖ αὐτὸν οὑτοσὶ Ἑλλανοδίκης — ἀτρεκὴς δὲ προσειρήσθω διά τε τὸ ἐπιμελεῖσθαι ἀληθείας διά τε τό, ὡς ἐκεῖνοι, γεγράφθαι2 — στάδιόν τε ἡ γῆ δίδωσιν ἐν ἁπαλῇ αὐλῶνι καὶ ἐσεχούσῃ τοσοῦτον, καὶ τὸ τοῦ Ἀλφειοῦ νᾶμα ἐξέρχεται κοῦφον — ταῦτά τοι καὶ μόνος ποταμῶν ἐπὶ τῆς θαλάττης ὀχεῖται — κότινοί τε αὐτῷ παρατεθήλασιν ἐν γλαυκῷ εἴδει καλοὶ καὶ κατὰ τὴν τῶν σελίνων οὐλότητα. ταυτὶ μὲν οὖν μετὰ τὸ στάδιον ἐπισκεψόμεθα καὶ πολλὰ ἕτερα, τὸ δὲ ἔργον τοῦ Ἀρριχίωνος, πρὶν ἢ παύσασθαι αὐτό, σκοπῶμεν, ἔοικε γὰρ μὴ τοῦ ἀντιπάλου μόνον, ἀλλὰ καὶ τοῦ Ἑλληνικοῦ κεκρατηκέναι· βοῶσι γοῦν ἀναπηδήσαντες τῶν θάκων καὶ οἱ μὲν τὼ χεῖρε ἀνασείουσιν, οἱ δὲ τὴν ἐσθῆτα, οἱ δὲ αἴρονται ἀπὸ τῆς γῆς, οἱ δὲ τοῖς πλησίον ἱλαρὸν προσπαλαίουσι, τὰ γὰρ οὕτως ἐκπληκτικὰ οὐ συγχωρεῖ τοῖς θεαταῖς ἐν τῷ καθεκτῷ εἶναι. ἢ τίς οὕτως ἀναίσθητος, ὡς μὴ ἀνακραγεῖν ἐπὶ τῷ ἀθλητῇ; μεγάλου γὰρ δὴ αὐτῷ ὑπάρχοντος τοῦ δὶς ἤδη νικῆσαι τὰ Ὀλύμπια μεῖζον τοῦτο νυνί, ὅτε καὶ τῆς ψυχῆς αὐτὰ κτησάμενος ἐς τὸν τῶν ὀλβίων πέμπεται χῶρον αὐτῇ κόνει.3 μὴ δὲ συντυχία νοείσθω τοῦτο, σοφώτατα γὰρ προυνοήθη καὶ τὸ πάλαισμα τῆς νίκης· οἱ παγκρατιάζοντες, ὦ παῖ, κεκινδυνευμένῃ προσχρῶνται τῇ πάλῃ, δεῖ γὰρ αὐτοῖς ὑπτιασμῶν τε, οἳ μή εἰσιν ἀσφαλεῖς τῷ παλαίοντι, καὶ συμπλοκῶν, ἐν αἷς περιγίγνεσθαι χρὴ οἷον πίπτοντα, δεῖ δὲ αὐτοῖς καὶ τέχνης ἐς τὸ ἄλλοτε ἄλλως ἄγχειν, οἱ δὲ αὐτοὶ καὶ σφυρῷ προσπαλαίουσι καὶ τὴν χεῖρα στρεβλοῦσι, προσόντος τοῦ παίειν καὶ ἐνάλλεσθαι· ταυτὶ γὰρ τοῦ παγκρατιάζειν ἔργα πλὴν τοῦ δάκνειν καὶ ὀρύττειν. Λακεδαιμόνιοι μὲν οὖν καὶ ταῦτα νομίζουσιν ἀπογυμνάζοντες, οἶμαι, ἑαυτοὺς ἐς τὰς μάχας, Ἠλεῖοι δὲ καὶ οἱ ἀγῶνες ταυτὶ μὲν ἀφαιροῦσι, τὸ δὲ ἄγχειν ἐπαινοῦσιν. ὅθεν τὸν Ἀρριχίωνα μέσον ἤδη ᾑρηκὼς ὁ ἀντίπαλος ἀποκτεῖναι ἔγνω καὶ τὸν μὲν πῆχυν τῇ δειρῇ ἐνέβαλεν ἀποφράττων αὐτῷ τὸ ἆσθμα, τὰ σκέλη δὲ τοῖς βουβῶσιν ἐναρμόσας καὶ περιδιείρας ἐς ἑκατέραν ἀγκύλην ἄκρω τὼ πόδε τῷ μὲν πνίγματι ἔφθη αὐτὸν ὑπνηλοῦ τοῦ ἐντεῦθεν θανάτου τοῖς αἰσθητηρίοις ἐντρέχοντος, τῇ δὲ ἐπιτάσει τῶν σκελῶν ἀνειμένῃ χρησάμενος οὐκ ἔφθη τὸν λογισμὸν τοῦ Ἀρριχίωνος·4 ἐκλακτίσας γὰρ τὸν ταρσὸν τοῦ ποδὸς Ἀρριχίων, ὑφʼ οὗ ἐκινδύνευεν αὐτῷ τὰ δεξιὰ κρεμαννυμένης ἤδη τῆς ἀγκύλης ἐκεῖνον μὲν συνέχει τῷ βουβῶνι ὡς οὐκέτʼ ἀντίπαλον, τοῖς δέ γε ἀριστεροῖς ἐνιζήσας καὶ τὸ ἄκρον τοῦ ποδὸς ἐναποκλείσας τῇ ἀγκύλῃ οὐκ ἐᾷ μένειν τῷ σφυρῷ τὸν ἀστράγαλον ὑπὸ τῆς ἐς τὸ ἔξω βιαίου ἀποστροφῆς, ἡ γὰρ ψυχὴ ἀπιοῦσα τοῦ σώματος ἀδρανὲς μὲν αὐτὸ ἐργάζεται, δίδωσι δὲ αὐτῷ ἰσχύειν ἐς ὃ ἀπερείδεται. γέγραπται δὲ ὁ μὲν ἀποπνίξας νεκρῷ εἰκάσαι5 καὶ τὸ ἀπαγορεῦον ἐπισημαίνων τῇ χειρί, ὁ δὲ Ἀρριχίων ὅσα οἱ νικῶντες γέγραπται, καὶ γὰρ τὸ αἷμα ἐν τῷ ἄνθει καὶ ὁ ἱδρὼς ἀκραιφνὴς ἔτι, καὶ μειδιᾷ, καθάπερ οἱ ζῶντες, ἐπειδὰν νίκης αἰσθάνωνται.

阿里基翁 你来到了奥林匹亚本身,来到了奥林匹亚最壮丽的盛景前;因为这正是成年男子的潘克拉辛格斗,阿里基翁虽在胜利降临的那一刻气绝身亡,却正获授桂冠,而眼前这位希腊审判官正在为他戴上冠冕——鉴于他对真实的恪守,以及他被描绘得惟妙惟肖正如果真法官一般,尽可称他为“公正不阿者”。大地在柔和且深浅适度的山谷间展露出赛场,阿尔菲奥斯河的流水轻盈地奔涌而出——正因如此,它才作为唯一的河流乘风破浪于大海之上——苍翠的野橄榄树在河畔繁茂滋长,其青灰的色泽与宛如芹叶般卷曲的形态显得格外优美。在看完赛场之后,我们再去细看这些以及许多其他事物;但让我们趁阿里基翁的壮举尚未落幕之前仔细端详,因为他似乎不仅征服了对手,更征服了全希腊的观众。他们从座席上跳起高声欢呼,有的挥舞双手,有的挥舞衣衫,有的跃离地面,还有的正欢喜地与身旁之人扭打相庆;盖如此震撼人心的场面绝不容许观者保持克制。或者说,有谁会麻木到不对这位竞技者爆发出高呼呢?因为对他而言,曾两度在奥林匹亚折桂固然已是伟绩,而如今这一次却更为崇高,因他以生命为代价换取了它,带着赛场上的尘土径直去往福人乐土。绝不要以为这是出于侥幸;因为带来胜利的搏击之法乃是经过极为明智的预先构想的。孩子,潘克拉辛格斗士采用的是极其危险的搏击方式;因为他们既需要向后仰摔——这对搏击者并不安全——又需要在宛如倒地之际压制对手的缠斗,他们还需要在不同时刻以不同方式进行锁喉的技巧;这些人同样还会制压脚踝、扭折手臂,此外还伴随着击打和飞身扑击;因为除撕咬和抠眼之外,这些皆属潘克拉辛格斗的范畴。斯巴达人想必是为了将自己淬炼以备战事,连这些行为也予以认可;但伊利斯人与竞技会却排除了它们,而赞许勒颈锁喉。因此,早已抱住阿里基翁腰腹的对手决意将他致于死地,遂将前臂横勒在其颈项上窒息其气息,双腿贴紧其腹股沟,将双足紧扣在各自的膝弯处;他以勒颈之势占得先机,由此而来的昏睡般的死亡正侵袭着阿里基翁的感觉器官;然而由于他在双腿施加的力量上出现了松懈,便未能防备阿里基翁的机智谋略。阿里基翁猛烈踹击那因膝弯下垂而危及自身右侧的脚掌,以腹股沟将对方紧紧钳制,仿佛对方已不再是对手,随后将重心沉于左侧,把脚端紧锁在膝弯内,凭借强烈的向外扭转,使得对方的距骨无法留存在踝关节内;因为正在脱离躯体的灵魂虽令肉体无力,却把最后的力量赋予给它所支撑倚靠之处。被画下的勒颈者形同死尸,正用手示意认输;而阿里基翁在画中则具足胜利者的一切特征:鲜血仍含生机之花,汗水依然新鲜未干,正如活人觉察到胜利时那样泛着微笑。

语法注5 条
  1. 2.6ἐπαποθανὼν τῇ νίκῃ

    复合分词 ἐπαποθανών 支配与格 τῇ νίκῃ,意为“在胜利降临之际断气”或“以身殉捷”。前缀 ἐπί- 表示时间与情境的重叠,即死亡紧随胜利发生并与之重合。

  2. 2.6ἀτρεκὴς δὲ προσειρήσθω διά τε τὸ ἐπιμελεῖσθαι ἀληθείας διά τε τό, ὡς ἐκεῖνοι, γεγράφθαι

    以第三人称单数完成时被动命令语气 προσειρήσθω 为主干,后接由 διά τε ... διά τε ... 引出的两个原因性实体化不定式短语。在第二个 διά τό 结构中,ὡς ἐκεῖνοι(“正如真正的法官们一样”)为省略了动词的比较短语,修饰 γεγράφθαι,以此赞美画作描绘裁判的逼真传神。

  3. 2.6αὐτῇ κόνει

    强意代词 αὐτῇ 与与格名词 κόνει 结合,构成表示伴随的与格(sociative dative),意为“带着那一身尘土”、“连同赛场上的沙尘”。以此凸显他在决斗后保持着最原始真实的激战姿态直接前往福人乐土。

  4. 2.6τῷ μὲν πνίγματι ἔφθη αὐτὸν ... οὐκ ἔφθη τὸν λογισμὸν τοῦ Ἀρριχίωνος

    动词 φθάνω(先发制人、抢先超越)在此与两个宾格宾语搭配形成修辞对比:前半句接人称代名词 αὐτόν,意为“以勒颈锁喉之势占得先机制住了他”;后半句接抽象名词 τὸν λογισμόν,意为“未能料及并先手防范阿里基翁的机谋智断”。

  5. 2.6γέγραπται δὲ ὁ μὲν ἀποπνίξας νεκρῷ εἰκάσαι

    不定式 εἰκάσαι 作为限制性或结果性说明不定式(epexegetical infinitive),与被动动词 γέγραπται 及与格 νεκρῷ 配合,表示“被描绘得宛若可以比作死人”或“逼真得如同死尸一般”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1600.tlg001.humanitext-grc2:2.6